Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Τοῦ ἱκανῶς πρεσβεύοντος (38) ὑπὲρ ἀληθείως, καὶ δυνατῶς τὸ ψεῦδος καθαιροῦντος, τὰ λογικὰ ἠκόνηται βέλη. Καὶ οἱ ὑποκάτω τοῦ Χριστοῦ πίπτοντες ἐν τῇ καρδίᾳ καὶ τοῖς νοήμασίν εἰσι τῶν ἐχθρ ῶν τοῦ Χριστοῦ, ὅς ἐστι βασιλεύς. Σαφῶς δὲ Θεὸς ὁ Χριστός. Καὶ τάχα ἔστι ποιεῖν δικαιοσύνην, καὶ ἀπέχεσθαι ἀνομίας φόβῳ Θεοῦ, καὶ οὐ τῇ πρὸς Θεὸν παρὰ τὸ δίκαιον ἀγάπῃ, οὐδὲ τῷ μισεῖν τὴν ἀνο μίαν. Ἀλλʼ οὐ τοιοῦτος ὁ Χριστός.

Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείαςσου, κ. τ. ἑ. Ἥ ῥάβδος Χριστοῦ(39) ᾗ χρῆται κολάζων τοὺς ἁμαρτάνοντας , ῥάβδος εὐθύτητος εἵρηται, εὐθὑνουσα, [*](95 Matth. IX, 5.) [*]((33) Τὴν σοφίαν, etc. Codex Coislinianus et ca- ten(- Burlvri.) [*]((34) Αὕτη ἡ ῥομφαία, etc. Schedæ Grabii.) [*]((35) Μήποτε ὁ μηρός, etc. Catena Corderii.) [*]((36) Οἱ ἀληθεῖς, etc. Schedæ Grabir.)

1432
καὶ πάσης σκολιότητος ἀπαλλάττουσα τοὺς βασιλευομένους. Καὶ ἐπεὶ ἐξουσίᾳ βασιλικῇ δι’ αὐτῆς κολάζει, ῥάβδος ἐστὶ τῆς βασιλείας αὐτοῦ.

Θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου. Παρέστη ἡ βασίλισσα ἐκ δεβιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη, κ. τ. ἑ. Οἱ ἅγιοι μαθηταὶ (40) λαβόντες τὴν βασιλείαν τῶν ορανῶν γεγόνασι βασιλεῖς· διόπερ καὶ αἱ ὑπʼ αὐτῶν γεννώμεναι κατʼ ἀρετὴν ψυχαὶ θυγατέρες λέγονται βασιλέων. Πᾶσαι δὲ αὗται αἱ ψυχαὶ, κατὰ τὴν πίστιν καὶ τὴν ἀρετὴν ἑνούμεναι, μίαν ἀπεργάζονται βαπλίδα παρεστῶσαν ἐκ δεξιῶν Χριστοῦ τοῦ Θεοῦ. Καὶ νῦν μὲν ἡ Ἐκκλησία τοῦ Θεοῦ διάχρυσα ἔχει ἱμάτια, ἐκ μέρους γινώσκουσα, καὶ ἐκ μέρους προφητεύουσα· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, καὶ τὸ ἐκ μέρους καταργηθᾔ, τότε ὁλόχρυσα ἕξει τὰ ἱμάτια· ἱμάτιον γάρ ἐπι φύσεως λογικῆς ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ.

Καὶ κλῖνον τὸ οὖς σου, κ. τ ἑ. « Κλῖνον τὸ οὖς σου (41),» πρὸς τὴν Ἐκκλησίαν φησὶν ὁ Παπήρ. Ἐπαινετὴ δὲ ἡ λήθη, αἰτία τοῦ ἐπιθυμηθῆναι τὸ κάλλος τοῦ ἐπιλαθομένου ὑπὸ τοῦ βασιλέως. Ἕτειτο αἰτία τῆς δόξης ἥν ἔχει ἡ Ἐκκλησία, ἐν τῷ κρυπτ τῆς καρδίας ἐστὶ, καὶ ἡ δόξα αὐτῆς ἔνδον ἐστὶν ἐνδ μασιν ἀληθέσι τοῖς κατὰ σοφίαν Θεοῦ, καὶ συνειδότι πλήρει παῥῤησίας. Διὰ τοῦτο λέγεται περὶ αὐ??ζ’ « Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν· καὶ ἔστιν ἡ δόξα αὐτῆς δόξα ὁποίαν ἔχει ἃν βασιλἐυς θυγάτηρ. Βασιλεὺς δὲ νῦν ὁ Θεὸς λέγεται. Ἀλλὰ καὶ τὰ ἐνδύματα αὐτῆς ποικίλα κατὰ τὰς ἀρετάς. Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν, κ. τ. ἑ. Πᾶσα ἡ δόξα (42) τῆς Ἐκκλησίας ἡμῶν ἐν τῷ ἔσω ἀνθρώπῳ ἐστὶ κατʼ ἀρετὴ καὶ γνῶσιν θεωρουμένη.

Ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, αἰ πλησίον αὐτῆς ἀπενεχθήσοαταί σαι, κ. τ. ἑ. Αἱ ἀμίαντοι (43) καὶ καθαραὶ, καὶ διὰ τσῦτο παρθένοι ψυχαὶ ἐξελθοῦσαι, ἀπενεχθήσονται τῷ Χριστῷ ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει. Ὁ θάλαμος τοῦ βασιλέως, τουτέστι Χριστοῦ, καὶ ναός ἐστιν αὺ τοῦ· ἐπεὶ καὶ ὁ Θεός ἐστι, καὶ ἀντὶ τῶν πατριαρχῶ γεγόνασιν οἱ ἀπόστολοι.

Τοῦ αὐτοῦ. Πλησίον ἡμῶν (44) εἰσιν ἣ πάντες ἀλ θρωποι, ἢ οἱ μὴ πάντη κατὰ τὰ δόγματα οἰκειοὐμενο.