Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Κύριε, ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου, καὶ ἡ ἀἰήθειά σου ἕως τῶν νεφελῶν, κ. τ. ἑ. Ἐντεῦθέν τινες (22) ἀπατηθέντες τὰ ὑπὸ τὴν σελήνην ἀπρονόητα ἀπεφήναντο εἶναι ὧν ἐατι καὶ ὁ.
Μεθυσθήσοντα ἀπὸ πιόεητος οἵκου σου, κ. τ. ἑ. Ἀγαθὴ αὕτη μέθη (23), « καὶ τὸ ποτήριόν σου μεθύσκον ὡσεὶ κράτιστονῖ! » Ἐπείπερ δὲ χειμῶνες οἱ πειρασμοὶ, εἴη ἂν καὶ χείμαῤῥος τρυφῆς Θεοῦ ὁ διὰ τὴν ἐν πειρασμοῖς καρτερίαν μισθὸς,ποεαμηἐἰν ῥέων τοῖς ὑπερνικῶσιν ἐν αὐτοῖς διὰ τοῦ Ἰησοῦ Χριστοῦ.
Τοῦ αὐτοῦ. Ὁ ταύτην τὴν μέθην (24) μὴ ἐκτήφων οὐ δικαίως ποιεῖ· διὸ. ἐπὶ τῆς ψεκτῆς μέθης εἴρηται· « Ἐκνήψατε δικαέως, καὶ μὴ ἁ Ὅτι παρὰ σοὶ. πηγὴ ζωῆς, κ. τι. ἑ. Εἱ ἡ πηγή ἐστιν ἡ ζωὴ, ἡ ζωὴ δέ ἐστιν ὁ Χριστὸς, ἡ πηγή ἐστιν ὁ Χριστός. « Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. » Ἐν τῇ θεωρίᾳ τῶν γεγονότων ὀψόμεθα τὸν Χριστὸν, ἢ ἐν τῇ γνώσει τῇ τοῦ Χριστοῦ ὀψόμεθα τὸν Θεόν.
Μὴ ἐλθέτω μοι ποῦς ὑπερηφανίας, κ. τ. ἑ. Εἰ ἡ ὑπερηφανία ἕξις ἐστὶ χειρίστη, στῶς ἔχει· πόδας; ?? τάχα περὶ τοῦ ζώου λέγει τοῦ ἐνεργοῦντος τὴν ὑπερη?? φανίαν.
Μὴ παραζήλου ἐν πονηρενομένοις, κ. τ. ἑ. Ἐνταῦθα ζῆλον (25) τὴν μίμησιν λέγει.