Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλοῤῥημονοῦντες ἐπʼ ἐμὲ, κ. τ. ἑ. Οἱ μὲν εἰς τὸν Χριστὸν (17) βαπτιζόμενοι τὸν Χριστὸν ἐνδύονται, τουτέστι δικαιοσύνην καὶ σοφίαν· οἱ δὲ εἰς τὸν Σατανᾶν βαπτιζόμενοι αἰσχύνην ἐνδύονται καὶ ἐντροπήν
Καὶ εἰπάτωσαν διὰ παντός· Μεγαλυνθήτω ὁ Κύριος, οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ, κ. τ. ἑ. Ἀγγέλων μὲν (18) τὸ διὰ παντὸς μεγαλύνειν τὸν Κύριον· ἀνθρώπων δὲ τὸ μὴ διὰ παντός· δαιμόνων δὲ τὸ μήτε διὰ παντὸς, μήτε ποσοῦν.
Οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ, κ. τ. ἑ. Τῷ γὰρ φόβῳ (19) Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.
Ὅτι ἐδόλωσεν ἐνώπιον αὐτοῦ, τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ καὶ μισῆσαι, κ. τ. ἑ. Τὸ « εὑρεῖν (20) » ἀντὶ τοῦ « ἐπιγνὦναι » κεῖται. Πλὴν ζητητέον εἰ ὁ ἐγνωκὼς τὴν ἀνομίαν ὡς ἀνομίαν πάντως καὶ μισεῖ.
Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ δόλος, κ. τ. ἑ. Ἔτερός φησι (21)· « Τὰ ῥήματα τοῦ στόματος αὐτοῦ ἀνομία καὶ κόπος, » τουτέστιν ἐπαχθῆ, ὡς κόπον ἐμποιεῖν τοῖς προσέχουσιν. « Οὐκ ἠβουλήθη συνιέναι » Δῆλον ἐκ τῶν εἰρημένων, ὡς ὁ παράνομος οὐκ ἐκ κατασκευῆς ἐστι τοιοῦτος· τὸ γὰρ μὴ βούλεσθαι σύνεσιν ἔχειν ἐπὶ τῷ ἀγαθὰ ποιεῖν αὐτεξουσίου. Ἔτι δὲ πρὸς τούτοις « ἀνομίαν διελογίσατο, » καὶ τὰ ἐξῆς. Τοιοῦτόν ἐστι τό· « Οὐαὶ οἱ ἐργαζόμενοι κακὰ ἐπὶ τῆς κοίτης αὐτῶν, καὶ ἅμα τῇ [*](18 Gen. III, 5. 19 2. Cor. 7. 20 Mich II, 1.) [*]((13) Ἑλεῖν οὐ δυνηθέντες, etc. Catena Corderii,) [*]((14) Τῷ δικαίῳ, etc. Codex Coislinianus.) [*]((15) Ἔσεσθε γάρ, etc. Partim ex eodem codice, Bartim e schedis. Grabii.) [*]((16) Καὶ ὁ Παῦλός φησι, etc. Ex eodem codice, et hedis Grabii.) [*]((17) Οἱ μὲν εἰς Χρστόν, etc Ex codem codice.)