Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἀποκάλυψον πρός Κύριον τὴν ὁδόν σαυ, κ. τ. ἑ. Πᾶς ὁ φαῦλα (26) πράσσων μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, » οὐκ ἀποκαλύπτει τὴν ὁδὸν αὐτοῦ πρὸς Κύριον. Πρῶτον « ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστότητα, » καὶ τὰ ἐξῆς· ἅπερ ποιήσας, πάλιν « ἔλπισον ἐπʼ αὐτὸν, καὶ αὐτὸς ποςήσει. » Ὁ δὲ τὴν ἐν κρυπτῷ δικαιεοσύνην βλέτων βλέπειν ἐν τῷ κρυπτῷ, ἐξοίσει αὐτὴν, Θεὸς, διὰ τὸ ὅτε φανερώσει τὰς βουλάς· καὶ ὁ ἐν τῇ κρίσει διαλάμπων ὡς μεσημβρίαν ἕξει τὸ κρῖμα.

Υποτάγηθι τῷ Κυρίῳ καὶ ἱκέτευσον αὐτὸν, κ. τ. ἑ. Ἡ ὑποταγὴαὕτη (27) ἐστὶ φύσεως λογικῆς πρὸς τὴν γνῶσιν τοῦ Θεοῦ ἐκούσιος συγκατάθεας, « Μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ δὲ?? αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίας. » Νῦν εὐόδωσιν τὴν ἐπὶ τὸ χεῖρον προκοπὴν λέγει· ὡς κκὶ τὸ, « Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψσαν ἐπὶ τὸ χεῖρον. »

Παῦσαι ἀπὸ ὀργῆς καὶ ἐγκατάλιπε θυμὸν. [*](24 II Tim. 13.) [*](sequentia fragmenta.) [*]((25) Ἐνταῦλθα ξῆλον, etc. Codex Coisdiniamus.) [*]((26) Πῆς ὁ φαῦλα, etc. Catena Gorderii.) [*]((27) Ἡ ὑποταγὴ αὔτη, etc. Schedæ Grabii.)

1317
κ. τ. ἑ. Θυμός ἐστιν (28) ὀργὴ ἑπιθυμέας ἡμέρου ψυχῆς κατʼ ἐξσχὴν ἀμύνῃς· ὀργή ἐστιν ὄρεξις τιμωρίας· τιμωρία δέ ἐστι κακοῦ ἀνταπόδοσις, « Μὴ παραζήλου ὥστε πονηρεύεσθαι. » Μὴ ἴδῃς αὐτῶν τὴν εὐημερίαν, ἀλλὰ πρόσμεινον τὸ τέλος, καὶ ὄψει τὸν ὅλεθρον. Ὅτι οἱ πονηρευόμενοι ἐξολοθρευθήσονται, κ. τ. ἑ. Τὸ ἐξολοθρευθῆναι (29) οὐδὲν ἕτερόν ἐστιν ἢ τὸ ἐκπεσεῖν ἐκ Θεοῦ.

Καὶ ἔτι ὀλίγον, καὶ οὐ μὴ ὑπάρξει ἁμαρτωλὸς, κ. τ. ἑ. Ἀμφίβολος ἡ λέξις (30)· ἢ γὰρ ἀνύπαρκτος ἔσται ὁ ἁμαρτωλὸς, (ὅπερ οἴονται οἱ παντελῶς τοὺς φαύλους φθείρεσθαι λέγοντες οὐχ ὑγιῶς·) ἢ καθʼ ὃ ἁμαρτωλός ἐστιν, οὐχ ὑπάρξει.

Καὶ ζητήσεις τὸν τόπον αὐτοῦ, καὶ οὐ μὴ εὕρῃς, κ. τ. ἑ. Τόπος (31) ἁμαρτωλοῦ ἡ κακία. Οἱ δὲ ποαεῖς κληροτομήσσυσι γῆν, κ. τ. ἑ. Ἡ γῆ νῦν (32) γνῶσιν σημαίνει· ὡς γὰρ ἐν τόπῳ· τῇ θεωρίᾳ λέγεται εἶναι ὁ νοῦς. « Καὶ κατατρυφήσουσιν ἐπὶ πλήθει εἰρήνης. » Τρυφὴ δικαίου πλῆθος εἰρήνης, πλῆθος δὲ εἰρήνης ἐστὶν ἀπάθεια ψυχῆς μετὰ γνώσεως τῶν ὄντων ἀληθοῦς.