Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Παρεμβαλεῖ ᾶγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, κ. τ. ἑ. Ὁ ἄγγελος (96) τοῦ Κυρίου ὅλης παρεμβολῆς λόγον ἐπέχει εἶς ὤν.
Γεύσασθε, καὶ ἵδετε, ὅτι χρηστὸς ὁ Κύριος, κ. τ. ἑ. Εἰ γευστός ἐστιν (97) ὁ Κύριος, διὰ τῆς πίστεώς ἐστι γευστός· καὶ εἰ χρηστὸς, διὰ τῆς γνώσεως ἐστι χρηστός.
Ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτὸν, κ. τ ἑ. Εἰ οὐκ ἔστιν (98) ὑστέρημα τοῖς φο βουμένοις αὐτὸν, πῶς οἱ ἅγιοι ἦσαν « ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος; » Ἀλλʼ εἰ καὶ ὑστεροῦντο ἐν βρώμασι καὶ πόμασιν, οὐ μὴν καὶ ἐν γνώσει.
Λεῦτε, τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου δνδάξω ὑμᾶς, κ. τ. ἑ. Παρὰ τοῦ (99) ἁγίου Δαυῒδ διδασκόμεθα τίνα δεῖ ποιεῖν τε καὶ λέγειν τὸν φοβούμενον τὸν Θεόν.
Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον. ἀγαθὸν, κ. τ. ἑ. Τὸ ἐκκλῖναι ἀπὸ κακοῦ ὁ φόβος διδάσκει. τὸ δὲ ποιῆσαι τὸ ἀγαθὸν ἡ ἀγάπη, Διὸ μείζων ὁ ἀγαπὸ τοῦ φοβουμένου.
[*](13 Hebr. XI, 37, 38.)[*]((96) Ὁ ἄγγελος, etc. Iidem mss.)[*]((97) Εἰ γευστός ἐστιν, etc. idem uiss et Catena Barbari.)[*]((98) Εἰ οὐκ ἔστιν, etc, lidem mss. et Catena Barbari.)[*]((99) Παρὰ τοῦ, etc. Istud necnon sequentia fragmenta exhibent sehcdæ Grabii, et codex Coisli nianus.)