Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Εὐλογήσω τὸν Κύριον, κ, τ, ἑ, Ὁ ἐν παντὶ καρῷ (94) ζῶν καὶ ὑπάρχων ἀμετάπτωτος Χριστὸς ταῦτά φησι.

Ἐν τῷ Κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή, μου, κ, τ. ἑ. Οὐκ. ἐν ἄλλῳ τινὶ (92) ἐπαινεθήσομα, ἀλλ᾿ ἐν σοφίᾳ· ὁ γὰρ Κύριος ἡμῶν σοφία ἐστίν.

Ἐξεζήτησα τὸν Κύριαν. καὶ ἐπήκουσέ μου, κ, τ. ἑ. « Πᾶς γὰρ (93) ὁ ζητῶν εὑρίσκει· ὁ δὲ κακῶς ζητῶν οὐχ εὑρίσκει

Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, κ. τ. ἑ. Διὰ μὲν πολτείας (92) ὀρθῆς προσε ρχόμεθα, διά δὲ γνώσεως φωτιζόμεθα. « Φωτίσατε γὰρ, φησὶν, ἑαυτοῖς φῶς γνώσεως. »

Οὗτος ὁ πτωχὸς ἐκέσρξε, καὶ ὁ Κύριος εὶσήκουσεν αὐτοῦ, κ. τ. ἑ. Οὐ πάντων (95) ἐπακαούει τῶν κραζόντων ὁ. Κύριος, ἀλλὰ τῶν διὰ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ.