Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐγγὺς Κύριος τοῖς συντετριμμιένοις τὴν καρδίλαν, καὶ τοὺς ταπενοὺς τῷ ππνεύματι σώσει, κ. τ. ἑ. Εἰ α θυσία τῷ Θεῷ πνεῦμα σσντετριμμένονς τοῖς δὲ συντετριμμένοις τὴν καρδίαν ἐγγίζει ὁ Κύριος, » ταύτῃ ἄρα τῇ θυσίᾳ καὶ οὐκ ἄλλῃ ἐγγίζει ὁ Κύριος.

Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν ἔν ἐξν αὐτῶν οὐ συντριβήσεται, κ. τ. ἑ. Ὁστᾶ νῦν λέγει τὰς δυνάμεις τῆς ψυχῆς, ἢ τὰ δόγματα τὰ ἀληθῆ, τὰ συνέχοντα τὴν ζωὴν τῆς ψυχῆς.

Θάσαεος ἀμαρτωλῶν πονηρὸς κ. τ. ἑ. Πονηρὸς, ἐπίπονος, πιερός. Ἔοικε δὲ λέγειν θάνατον τὴν. κόλασιν χωρίζουσαν ψυχὴν ἀπὸ κακίας.

Λυτρώσετεαι Κύρος ψυχὰς δούλων αὐτοῦ, κ. τ. ἑ. Λύτρον ἐστὶ δόμα τι. τοῖς πολεμίοις διδόμενον πρὸς τῶν ἡττηθέντων, ἤ πρὸς τοῦ τῶν ἡττηθέντων προνοονμένου ἐπὶ σωτηρίᾳ καὶ ἀφέσει. τῶν. αἰχμαλωτισθέντων.

Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντά με, κ. τ. ἑ. Εἰδὼς, ὅτι (1) τῶν ἀδεκησάντων αὐτὸν Ἰουδαίων παραπτώματι, καὶ πολεμησάντων αὐτὸν Ἰσραηλντῶν ἁμαρτήματι σωτηρία ἔστα τοῖς ἔθνεσιν, ὑπὲρ τῶν ἐθοῶν δυνάμεν εὔχεται, διὰ τὸ ἐκείνους δικασθῆναι καὶ πολεμηθῆναι. Τάχα δὲ καὶ ὡς πρὸς τὴν κρίσιν κουφίζονται οἱ ἐνταῦθα δκασθέντες καὶ πολεμηθέντες. Πάντες δὲ οἱ ἀδικοῦντες ἀδικοῦσι Χριστὸν, τὴν δικαιοσύνην καὶ οἱ μὴ ἔχοντες ἐν ἑαυτοῖς εἰρήνην πολέμους ἔχουσι, καὶ πολεμοῦσι Χριστὸν, ὅς ἐστιν εἰρήνη ἡμῶν. Δικάζεν δὲ ὁ Κύριος τοὺς ἀδικοῦντας, τὴν ἐν αὐτοῖς. ἀδικίαν ἀπόλλυσιν. Οὕτω δὲ καὶ πολεμεῖ τοὺς πολεμοῦντας τὸν δίκαιον, ἐπʼ ἀγαθῷ τῶν πολεμουμένω τοῦτο ποιῶν, ὡς ἂν παύσαιντό ποτε τὰ ἐχθρὰ τῇ δικαιοσύνῃ πράττοντες.