Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Τοῦ αὐτοῦ. Οὐδὲν οὕτως (2) ἀνθίσταται τοῖς δαύμοσιν ὡς δικαιοσύνη καὶ γνῶσις.
Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθὶ εὶςβοήθειάν μοι, κ. τ. ἑ. ε Λήψεται πανοπλίαν (3) τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμοναν τῶν ἐχθρῶν. Ἐνδύσεται θώρακα δλαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. » Τούτων χρείᾳ φησίν· « Ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ. » Ὥσπερ δὲ συγκόπτουσιν οἱ δίκαιοι τελειωθέντες τὰς μαχαίρας εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· οὕτω μετὰ τὰς κολάσεις μεταποιήσει τὴν ἑαυτοῦ πανοπλίαν ὁ Θεὸς τὸν ζῆλον αὐτοῦ εἰς εἰρηνιεκὰ ἐνδύματα, καὶ τὸν θώρακα εἰς ποδήρη καὶ λόγιον, τὴν δὲ κόρυθα εἰς κίδαριν ἱερατικὴν, τὴν δὲ ἀσφάλειαν εἰς τὴν ἐν εἰρήνῃ ὁσιότητα, [*](14 Psal. L, 19. 15 Sap. v,18. Isa. 11, 4.) [*]((1) Εἲδὼς, ὄτε, etc. Catena Corderii.) [*]((2) Οὑδὲν οὔτως, etc. Codex Coislinianus, sche-)
Τοῦ αὐτοῦ. Εἰ ὁ νικήσας (4) ἐν πολέμῳ καταδουλοῦται τοὺς πολεμίους, Χριστὸς δὲ νενίκηκε τὸν κόσμον· « Θαρσεῖτε γὰρ, φησὶν, ἐγὼ νενίκηκα τὸν κόσμον· » Χριστὸς ἄρα τὸν κόσμον κατεδουλώσατο, ἵνα γένωνται πάντες δοῦλοι Χριστοῦ.
Εἶπον τῇ ψυχῇ μου· Σωτηρία σου ἐγώ εἰμι κ. τ. ἑ. Αὐτὸ τοῦτο (5) σωτηρία ἐστὶ ψυχῆς, τὸ εἰπεῖν αὐτῇ τὸν Κύριον· « Σωτηρία σου ἐγώ εἰμι· » καὶ ἐπʼ ἄλλου τινὸς οὐκ ἂν οὕτω νοηθείη.
Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω, κ. τ. ἑ. Εὐεργετοῦνται (6) οἱ ἀπὸ τῆς ἀρετῆς ἐπὶ τὴν κακίαν ὁδεύοντες, ἐὰν εἰς τὰ ὀπίσω ἀποστραφῶσιν. « Καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά. » Ἡ αἰσχύνη αὕτη πάθος ἐστὶν ἐπαινετὸν, εἰς συναίσθησιν ἄγον τὸν ἁμαρτάνοντα.