Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ψαλμὸς τῷ Δαυῒδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ, κ. τ. ἑ. Δοκεῖ ὁ ψαλμὸς (82) εἰρῆσθαι τῷ Δαυῒδ, ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ υἱοῦ αὐτοῦ, Ὅλα δὲ τὰ ἐν τῷ ψαλμῷ σῶσαι πρὸς τὴν ἱστορίαν οὐ δυνατόν· τί γὰρ συμβάλλεται πρὸς τὸ προκείμενον· « Ἐγὼ ἐκοιμήθην, καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου; » Καὶ εἰ βούλοιτο δέ τις δουλεύειν τῇ λέξει, πλέον αὐτῆς μηδὲν ἐπιζητῶν, παραστησάτω πῶς ἀληθεύει λέγων ὁ Προφήτης· « Ὀδόντας ἁμαρτωλῶν συνέτριψας. » Δεῖ δὲ ζητῆσαι τίς ὁ Δαυῒδ, καὶ τίς ὁ Ἀβεσσαλὼμ. καὶ ἡ ἐπίθεσις αὐτοῦ ἡ κατὰ τοῦ πατρὸς, ἥ τε φυγὴ τοῦ βασιλέως πράως φέροντος τὴν ἐπανάστασιν τοῦ τῆς βασιλείας αὐτοῦ ἐπιθυμήσαντος υἱοῦ, καὶ ἐντελλομένου τοῖς ὑπʼ αὐτὸν φείσασθαι τοῦ παιδαρίου Ἀβεσσαλώμ. Πολλαχοῦ τῆς Γραφῆς εὕρομεν Δαυῒδ εἶναι τὸν Χριστὸν, ὥσπερ ἐν τῷ ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ· « Εὗρον Δαυῒδ τὸν δοῦλόν μου· ἐν ἐλαίῳ ἁγίῳ ἔχρισα αὐτόν· ἡ γὰρ χείρ μου ἀντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου ἀντισχύσει αὐτόν. Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἰὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετʼ αὐτοῦ· καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ, καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σὺ, κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. » Καὶ ἐν τῷ Ἡσαῒᾳ λέγοντι· [*](59 Ps. VI, 6. 60 ibid. 8. 61 Ps. LXXXVIII, 21 et seqq. 62 Isai. XVI, 5.) [*]((81) Εἰ καὶ δεύτερον, etc. Codex Roe 4, Daniel Barbarus.) [*]((82) Δοκεῖ ὁ ψαλμός, etc. Codex Baroccianus, Corderius, Barbarus.)

1120
« Καὶ διορθωθήσεται μετʼ ἐλέους θρόνος, καὶ καθιεῖται ἐπʼ αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυῒδ κρίνων καὶ ἐκζητῶν κρῖμα καὶ σπεύδων δικαιοσύνην. » Περσβύτερος δὲ πολλῷ γενόμενος τῷ χρόνῳ Ἡσαΐᾳ ὁ Δαυῒδ ὁ ἄνθρωπος, οὐχὶ προφητεύεται κρίνειν μέλλων, ἀλλʼ ὁ Χριστὸς ᾧ ἔδωκεν ὁ Πατὴρ « κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστί. » Καὶ ἐν τῷ Ἰεζεκιὴλ σαφῶς ὁ Χριστὸς Δαυῒδ εἶναι λέγεται ἐν τῇ ὁράσει τῇ πρὸς τοὺς ποιμένας οὓς ψέγει ὁ λόγος ἐπὶ τῷ μὴ καλῶς ᾠκονομηκέναι τὰ πρόβατα. Ἐξῆς δὲ ἴδωμεν τίς ὁ Ἀβεσσαλὼμ ὁ υἱὸς τοῦ Δαυΐδ. Καὶ οἱ μὲν οἰήσονται αὐτὸν εἶναι εἰκόνα τοῦ προδότου Ἰούδα, οἱ δὲ τοῦ διαβόλου. Μελίτων γοῦν ὁ ἐν τῇ Ἀσίᾳ φησὶν αὐτὸν εἶναι τύπον τοῦ διαβόλου ἐπαναστάντος τῇ Χριστοῦ βασιλείᾳ, καὶ τούτου μόνου μνησθεὶς οὐκ ἐπεξηργά- σατο τὸν τόπον.

Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; Πολλϲὶ ἐπανίστανται ἐπʼ ἐμέ, πολλοὶ λέγουσι τῇ ψυχῇ μου· Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ, κ. τ. ἑ. Ὅσον ἐπὶ τῇ λέξει (83) ταῦτα λέγεται ὑπὸ τοῦ Δαυῒδ ἀποδιδράσκοντος τὸν Ἀβεσσαλὼμ ἐπαναστάντα αὐτῷ· ὅτε ἐπορεύθησαν μετὰ τοῦ Ἀβεσσαλὼμ διακόσιοι ἄνδρες ἐξ Ἰερουσαλὴμ κλητοὶ, πορευόμενοι τῇ ἁπλότητι αὐτῶν, οἳ οὐκ ἔγνωσαν πᾶν ῥῆμα, οἵ πάντες ἔθλιβον τὸν Δαυῒδ. Μᾶλλον δὲ ἐκ προσώπου τοῦ Δαυῒδ ἀπαγγέλλεσθαι αὐτὰ ἐξεδεξάμεθα, ὡς καὶ ἐν τοῖς εἰς τὴν ἐπιγραφὴν παρεστήσαμεν. Καὶ ὅσον μὲν ἐπὶ τῇ ἱστορίᾳ ἔθλιβον μὲν τὸν Δαυῒδ πληθυνόμενοι οἱ προστιθέμενοι πολλοὶ τῷ Ἀβεσσαλώμ οἱ δὲ ἐπιστάμενοι αὐτῷ Ἀχιτόφελ, καὶ Σεμεεὶ, καὶ Θεκὼν, καὶ εἴ τις ἕτερος τῶν μεγάλα δυναμένων. Οἱ δὲ λέγοντες μὴ εἶναι σωτηρίαν αὐτῷ ἐν τῷ Θεῷ, δύνανται ἕτεροι τῶν θλιβόντων καὶ ἐπανισταμένων εἶναι, καὶ μηδαμῶς ἀκολουθησάντων τῷ Ἀβεσσαλὼμ, ἀπεγνωκότες τὸν Δαυῒδ ὡς νενικημένον, ταῦτα εἰρηκέναι. Οἱ δὲ τὸν Σωτῆρα θλίβοντες σαρκίνως οἱ Ἰουδαῖοι οἱ κεκραγότες· « Αἶρε, αἶρε τὸν τοιοῦτον ἀπὸ τῆς γῆς. Ἐπανέστησαν δὲ αὖτῷ Ἰούδας ὁ προδότης καὶ Καῖάφας. Οἰ δὲ λέγοντςε τῇ ψυχῇ αὐτοῦ μὴ εἷναι σωτηρίαν, οἱ παραπορευόμενοι ἦσαν ἐν τῷ καιρῷ τοῦ πάθους, λέγοντες τὸ, « Καταβάτω ἀπὸ τοῦ σταυροῦ, καὶ πιστεύσωμεν αὐτῷ. » Ὑψηλότερον δὲ νοῆσαι ἔστιν ἀνθρώπων διαφορὰς, θλιβόντων καὶ ἐπανισταμένων, καὶ ἀπογινωσκόντων ἐν αὐτῷ εἶναι σωτηρίαν, οὕτως· πάντες μὲν οἱ προστάται καὶ διδάσκαλοι λόγων ἑτέρων παρὰ τὰ τοῦ Χριστοῦ δόγματα εἶεν ἂν οἱ ἐπανι στάμενοι αὐτῶ· οἱ δὲ συνευδοκοῦντες καὶ μαθητευόμενοι τῇ τούτων διδασκαλίᾳ οἱ θλίβοντες αὐτόν. Οἱ δὲ ἀπιστοῦντες, οὐχὶ μετὰ τοῦ διδάσκειν τὰ ἐναντία, οὐδὲ μετὰ τοῦ τοῖς ψεύδεσιν μαθητεύεσθαι, περὶ τοῦ εἶναι τὴν θεότητα ἐν τῇ διδασκαλίᾳ τοῦ Χριστοῦ, λέγοιντʼ ἂν οὗτοι φάσκειν τῇ ψυχῇ αὐτοῦ μὴ εἶναι σωτηρίαν αὐτῷ ἐν τῷ Θεῷ, ἤτοι αὐτῷ κατὰ τὴν ἱστορίαν τὴν τὰ τεράστια ἀπαγγέλλουσαν περὶ τῆς ἐπιδημίας αὐτοῦ, ἢ ἐν τῷ λόγῳ τῆς διδασκαλίας αὐτοῦ μὴ εἶναι καθὸ ἐπαγγέλλεται σωτηρίαν. Δύνανται μέντοιγε καὶ ἑτέρως θλίβοντες εἶναι πάντες οἱ ἀμαρτάνοντες. [*](63 Joan. V, 27. 6⁴Jerem XXIII, 4. 65 II Reg. XV, 11. 6⁶ Joan. XIX, 15.) [*]((83) Ὅσον ἐπὶ τῇ λέξει, etc. Cod. Anglic., Roc 4, Coislinianus, Barbarus.)

1121
Καὶ ὥσπερ γε οὐ κατὰ πρόθεσιν τοῦ κακοποιεῖν τὸν πατέρα θλίβει μοχθηρὸς υἱὸς τὸν γεγεννηκότα, ἀλλὰ διὰ τὴν ἐκείνου στοργὴν ἀκολουθεῖ τὸ πάντως θλίβεσθαι αὐτὸν ἐπὶ τοῖς ἁμαρτήμασι τοῦ υἱοῦ· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ ἑνὸς ἑκάστου τῶν ἁμαρτανόντων κακία θλίβει τὸν Υἱὸν τοῦ Θεοῦ. Ὅσῳ δέ τις ἐν πλείοσιν ἀγαθοῖς ἔργοις γίνεται καὶ ὑγιέσι δόγμασιν, ὡς μείζων ὑπὸ πλειόνων θλίβεται, πολλῶν ἐπανισταμένων αὐτῷ, ὥστʼ ἂν πολλοὺς πάλιν εἰπεῖν, « Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ, » ἀπογνόντας τὰ κατ᾿ αὐτὸν, εἰ ὑπὸ μηδενὸς τῶν τοιούτων εἰς σωτηρίαν βλαβήσεται. Ἀφίησι δὲ ὁ Θεὸς πολλοὺς θλίβειν τὸν δίκαιον, διδοὺς αὐτῷ ἀφορμὴν βάρους δόξης ἀπὸ τῶν ὑπερβαλλουσῶν θλίψεων ὑφισταμένης. Καὶ εἴποτε ὁ δίκαιος ἐπαπορῶν λέγοι τῷ Θεῷ· « Τί ἐπληθύνθησαν οἱ θλίβοντές με; ἔτι αὐτοῦ λαλοῦντος ἐρεῖ· Ἰδοὺ πάρειμι, ἵνα βάρος δόξης ἐργάσηταί σοι τὸ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθʼ ὑπερβολήν·» διὸ καὶ « πολλαὶ αἱ θλίψεις τῶν δικαίων. » Εἰ ἔστι σωτηρία μὲν, Θεῷ. »

Σὺ δὲ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου, κ. τ. ἑ. Ἐὰν μὲν ὁ Δαυῒδ λέγῃ (84), πρέπουσα τῇ πίστει τοῦ Προφήτου ἡ φωνὴ, ἀσείστως φέροντος τὰς τηλικαύτας περιστάσεις, καὶ πεποιθότος, ὅτι οὐκ ἐγκαταλειφθήσεται, ἀλλὰ πρὸς τῷ βοηθεῖσθαι καὶ ἐν Θεῷ δοξασθήσεται καὶ ὑψωθή σεται ἀποκαθιστάμενος εἰς τὴν βασιλείαν· ἐὰν δὲ ὁ Χριστὸς ὁ λέγων τυγχάνῃ --- πεπεῖσθαι οὕτως καὶ περὶ τοῦ ἀναστήσεσθαι καὶ πάλιν ὡς περὶ τοῦ ἐπιβουλευθήσεσθαι ὑπὸ ἀνθρώπων, καὶ περὶ τοῦ μὴ ἐγκαταλειφθήσεσθαι ἀντιληψομένου αὐτὸν τοῦ Πατρὸς καὶ ἀποκαταστήσοντος αὐτὸν ἐπὶ τὴν ἐξ ἀρχῆς δόξαν, ὑψώσαντός τε αὐτὸν, ἢ καὶ ὑπερυψώσαντος καθʼ ἃ καὶ ὁ Ἀπόστολός φησιν· « Διὰ τοῦτο ὁ Θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. Καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. » Ἔστι δὲ διάφορος ἡ δόξα τῶν οἰομένων εἶναι ἐν αὐτῇ· καὶ ὁ μέν τις δόξαν φήσαι ἂν εἶναι αὐτοῦ τὴν πατρίδα· ὁ δέ τις τὸ γένος, ἄλλος δέ τις τὸ κάλλος· εἰσὶ δὲ οἱ τὴν ῥώμην τοῦ σώματος, καὶ τὴν ἐν τῷ ἀγωνίζεσθαι σωματικῶς τέχνην δόξαν ἰδίαν εἶναι νενομίκασι, μέγα φρονοῦντες ἐπὶ τῷ τοσούσδε καταπε παλαικέναι. Καὶ τί δεῖ καταλέγειν τὰ ἐφʼ οἷς σεμνύνονται οἱ θεοὶ ἀγνοοῦντες « ὧν πολλάκις ἡ δόξα ἐν τῇ αἰσχύνῃ» τυγχάνει κατὰ τὸν Ἀπόστολον; Τοῦ δὲ ἁγίου δόξα Θεὸς, ᾧ πέποιθε, τυγχάνει· καὶ οὐχ ὡς ἔτυχε πεπιστευμένη, ἀλλὰ πίστει λογιζομένῃ εἰς δικαιοσύνην, διʼ ἣν καὶ σημεῖα Θεοῦ παρουσίας καὶ τῆς δυνάμεως αὐτοῦ κοινωνίας θεωρῆσαι δυνατόν ἐστιν· οἷον δόξα Μωϋσέως ὁ Θεὸς καὶ μέχρι προσώπου αὐτοῦ μαρτυρῶν τῇ φιλίᾳ τοῦ προφήτου καὶ ἐπὶ παντὸς τοῦ Ἑβραίων λαοῦ καὶ Αἰγυπτίων ἐμφανῶς. Δόξα δὲ Ἠλίου τοῦ προφήτου ὁ Θεὸς ἦν, ἀνιστῶντος τὸν τῆς χήρας υἱὸν, καὶ εὐχομένου περὶ [*](67 Psal. XXXIII, 20. 68 Philipp. II, 9. 69 Philip. III, 19. 70 Reg. II, 30.) [*]((84) Ἐὰν μὲν ὁ Δαυῒδ λέγῃ, etc. Codex Baroccianus et Daniel Barbarus.)

1124
τοῦ ὑετοῦ, καὶ ἄμα τῷ αἰτεἴν τυχόντος ἀξιώσεως. Ἀληθεύει οὖν ὁ φάσκων Θεός· « Τοὺς δοξάζοντάς με δοξάσω. » Οὐκ ἔλαττον δὲ τοῦ δόξαν εἶναι ἐμφανῶς τὸν Θεὸν τῶν τὰς τεραστίους δυνάμεις διακονούντων, ἔστι νοῆσαι καὶ ἐπὶ τῶν διʼ ἀρετὴν δοξαζομένων· ἤν οὐκ ἄλλος ἢ ὁ Πατὴρ ἐν ταῖς ψυχαῖς τῶν παρεστηκότων αὐτοὺς τῇ ὑποδοχῇ αὐτοῦ γεγέννηκεν.

Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα· καὶ ἐπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ, κ. τ. ἑ. Ἄξιον ζητῆσαι (85) τί δήποτε μὴ προτέτακται τὰ δύο ἡμιστίχια τῶν προειρημένων· σφόδρα γὰρ ἀκόλουθον τὸ τὴν εὐχὴν προτετάχθαι τῆς ἐπὶ ταῖς εὐεργεσίαις εὐχαριστίας. Λυτέον δὲ οὕτως ἀποῤῥηθέν· Οὐχὶ εὐχή ἐστι τὸ λεγόμενον ἐνθάδε, ἀλλʼ ἀπαγγελία περὶ τοῦ τὴν εὐχὴν γεγονέναι. Ἐπεὶ γὰρ εὐχὴ κατὰ τὸ σιωπώμενον γέγονε, καὶ ἅμα τῷ εὔξασθαι ἐπέτυχε, λαβὼν ὃ ἐβούλετο ὁ τὴν ἔντευξιν τῷ Θεῷ προσαγαγὼν, καλῶς προτάσσει ἐπιτυχὼν τὴν πρὸς Θεὸν εὐχαριστίαν τῆς πρὸς ἀνθρώπους διηγήσεως περὶ τοῦ τίνα ηὔξατο. Εἱ δὲ ἀνάπαλιν ἐγεγόνει, καὶ ἅμα τῷ τυχεῖν ὧν ᾔτησε, διηγησάμενος ἦν ὡς ηὔξατο, εἶτα μετὰ τοῦτο εὐχαριστήσας, ὑπεξέλυεν ἂν τὴν ὀφειλομένην ἐν τῇ εὐχαριστίᾳ μετὰ τάχους ἔντευξιν διὰ τοῦ πρότερον ἀπηγγελκέναι τοῖς ἐντευξομένοις ἡμῖν ὡς ηὔξατο. Βέλτιον δὲ σὕτω λῦσαι τὸ ἠπορημένον· Ἡ ἀρχὴ τοῦ ψαλμοῦ περιέχει εὐχήν. Εἶτα μετὰ τὴν εὐχὴν ἀπὸ τοῦ διαψάλματός ἐστιν εὐχαριστία, ἐπὶ τῷ τετευχέναι ὧν ᾔτησε. Τελεσθείσης δὲ τῆς εὐχαριστίας πρὸς ἡμᾶς ἀποστρέφει τὸ πρόσωπον ὁ Προφήτης, καὶ διηγεῖται τίνα τρόπον εὐξάμενος ἐπηκούσθη. Κατανοήσωμεν δὲ πρὸς λέξιν τὸ, « Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ τὸ ἐξῆς κατὰ τὴν συνήθειαν τῆς Γραφῆς, καὶ τί τὸ πολλάκις γεγονέναι τοῖς ἀγίοις πρὸς τὸν Θεὸν εὐχὴν μετὰ κραυγῆς. Ἐπιστησάτω δέ τις κατʼ αὐτὸ καὶ περὶ τοῦ ἑστῶτα κεκραγέναι τὸν Ἰησοῦν, καὶ λέγειν· « Ἐὰν τις διψᾷ, ἐρχέσθω πρὸς μὲ Δίδωσι τοίνυν ἡμῖν ὁ Ἀπόστολος καὶ πινέτω. » ἀφορμὰς, εἰπὼν τὸ πνεῦμα καθολικῶς ἐν ταῖς καρδίαις τῶν ἁγίὼν κράζειν, « Ἀββᾶ ὁ Πατὴρ, » ὡς ἔστι νοητὴ κραυγὴ ἐπιτεταμένη, ἥτις δή ἐστι φωνὴ ψυχῆς. ᾗ τάχα χρῆται ἀποθεμένη τὸ ὄργανον διʼ οὗ τοιαῦτα φωνεῖ. Καὶ οἰόμεθά γε τὴν λογικὴν διέξοδον τὴν ἐν τῷ ἡγεμονικῷ κατʼ αὐτὸ γινομένην τὴν τῆς ψυχῆς εἶναι φωνήν· ἣ ἐὰν δὲ ᾗ πραγματικωτέρα, καὶ περὶ μειζόνων τινῶν καὶ μὴ κάτω κειμένων καὶ ταπεινῶν διεξοδεύουσα, ἡ νοητὴ ἂν εἴη κραυγή. Ταύτην οὖν τὴν κραυγὴν οἱ κεκραγότες πρὸς Θεὸν ἐπακούονται, πλὴν εἰ μὴ κατʼ οἰκονομίαν καταλείποιντο ὑπὲρ τοῦ μείζονας στεφάνους ἐν μείζοσιν ἀγῶσιν ἀπενέγκασθαι, ὥσπερ ἐν τῷ Ἀμβακοὺμ εἴρηται· « Ἕως τίνος, Κύριε, κεκράξομαι, καὶ οὐ μὴ εἰσακούσῃ; θοήσομαι πρὸς σὲ ἀδικούμενος, καὶ οὐ σώσεις με; Ἵνα τί δέ μοι ἔδειξας κόπους καὶ πόνους, ἐπιβλέπειν ἐπὶ ταλαιπωρίαν καὶ ἀσέβειαν; » Ταύτην δὲ τὴν κραυγὴν ἐν μεγάλοις δόγμασιν ἀεὶ διεξοδεύει καὶ ὁ Σωτήρ· οὕτω δὲ ἕστηκεν ὁ Λόγος τοῦ Θεοῦ ἀεὶ κεκραγὼς, ὡς [*](71 Joan. VII, 37. 72 Rom. VIII, 15. 73 Habac, 1, 2, et seqq.) [*]((85) Ἄξιον ζητῆσαι, etc. Codex Baroccianus, patimque Corderius. Latine exstant apud Barba- rum.)

1125
καὶ παρὰ τῷ Σολομῶντι ἡ σοφία, ἥτις ἡ αὐτὴ ὑπάρχει τῷ Λόγῳ τοῦ Θεοῦ κατὰ τὴν ὑπόστασιν, καλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα, λέγουσα· « Ὅς ἐστιν ὑμῶν ἄφρων, ἐκκλινάτω πρὸς μέ· ἐνδεέσι δὲ φρενῶν παρακελεύομαι λέγουσα· Ἔλθετε, φάγετε τῶν ἐμῶν ἄρτων, καὶ πίετε οἷνον ὃν κεκέρακα ὑμῖν. » Ἡ φωνὴ τοιγαροῦν τοῦ κατὰ τὸν ψαλμὸν λέγοντος ἐπιτεταμένη πρὸς Κύριον ἐπακούεται, οὐκ ἄλλοθέν ποθεν ἢ ἐκ τοῦ ὄρους τοῦ ἁγίου, τουτέστιν ἐξ οὐρανοῦ, ἐπεὶ καὶ ἐν ἄλλοις λέγεται· « Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ. » Καὶ ἐξ ὕψους ἀκούει, ἐπεὶ γέγραπται· « Ἐπακούσεται αὐτοῦ ἐξ ὕψους καὶ ἐκ ναοῦ ἁγίου αὐτοῦ. »

Ἐγὼ ἐκοιμήθην, καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου, κ. τ. ἑ. Ἡμεῖς μὲν ἡγούμεθα (86) μηδὲν ἀνθρώπινον ἔχειν τὰ λεγόμενα ἀκόλουθον τῇ περὶ τὸν Δαυῒδ, ὅτε ἔφυγεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ, ἱστορίᾳ, εἰ θέλοιμεν τηρῆσαι διὰ τὸ ῥητὸν τὸ τοῦ Δαυῒδ πρόσωπον, καὶ διὰ τοῦτό γε δυσωπήσαιμεν ἂν καὶ τοὺς μὴ βουλομένους ἀναγκάζοντες ἀνάγειν τὴν ἱστορίαν καὶ προσίεσθαι πάντως ἐκ προσώπου Χριστοῦ εἶναι τὰ ἐπαγγελλόμενα. Ἵνα δὲ μὴ δοκῶμεν προδιδόναι τὸν λόγον τὸν κατὰ τὸ ῥητὸν δυυάμενον σώζεσθαι, καὶ ταῦτα λεκτέον· Φαμὲν τοίνυν αὐτοῦ κατηγοροῦντα τὸν Δαυῒδ ταῦτα φάσκειν ἐπὶ τῷ μὴ ἐγρηγορέναι αὐτὸν περὶ τῆς βασιλείας, μηδὲ προσοχὴν τὴν δέουσαν εἰσαγαγεῖν, ὥστε καιρὸν ἔχειν ἐπιθέσθαι μὲν, τάδε πεπονθέναι αὐτὸν διὰ τῆς ἐπιθέσεως τοῦ Ἀβεσσαλώμ. Ἐμοῦ γὰρ κοιμωμένου, φησὶ, καὶ ὑπνοῦντος τάδε τινὰ συμβέβηκέ μοι. Ἀλλὰ διανέστην, ἐπεὶ Κύριος ἀντιλήψεταί μου, καὶ διαναστὰς μυριάδων λαοῦ ἐπιθεμένων μοι οὐ φοβηθήσομαι. Καὶ ἀβιάστως τὰ ἐξῆς δόξει σώζεσθαι· καὶ ταῦτα μὲν ἡγούμεθα ὡς πρὸς τὴν λέξιν ἑρμηνεύεσθαι, πρὸς δὲ ἀναγωγὴν, ὡς προειρήκαμεν, ἀπὸ προσώπου Κυρίου ταῦτα ἀπαγγέλλεσθαι τὴν ἰδίαν κοίμησιν νῦν διηγουμένου, καὶ ὕπνον τὸν κατὰ τὸ πάθος. Ἐπισκεψώμεθα δὴ πρότερον διαφορὰν κοιμήσεως καὶ ὕπνου νομιζομένου ὡς πρὸς τὴν λέξιν· κοίμησιν μὲν εἶναι ὡς πρὸς τὴν ἡσυχίαν, περὶ ἧς καὶ ὁ Παῦλός φησι· « Πάντες κοιμηθησόμεθα, οὐ πάντες δὲ ἀλλαγησόμεθα· » ὕπνον δὲ ἄνεσιν τῆς ψυχῆς χαλωμένης ἀπὸ τοῦ σώματος καὶ τὴν τάσιν ὑπεκλυούσης, τῷ μὴ φέρειν ἀδιάλειπτον τὸν τόνον. Ἐν δὲ τῷ Ἰὼβ μάλιστα τὴν διαφορὰν παρίστασθαι ὑπολαμβάνομεν διὰ τούτων· « Νῦν ἂν κοιμηθεὶς ἡσύχασα· ὑπνώσας δὲ ἂν ἐπαυσάμην μετὰ βασιλέων, βουλευτῶν γῆς. » Ἐδεήθημεν δὲ τῆς διαφορᾶς τοῦ κοιμηθῆναι καὶ ὑπνῶσαι ὑπὲρ τοῦ συνιέναι πῶς ἂν ἐπὶ τοῦ Σωτῆρος αὕτη δηλοῖτο. Σύνηθες μὲν γὰρ τὴν ἀπὸ τοῦ βίου τούτου ἔξοδον κοίμησιν λέγεσθαι, ἔσθʼ ὅτε δὲ καὶ ὕπνον μεμνήμεθα ὀνομάζεσθαι. « Ἐκοιμήθη » γὰρ, φησὶ, « μετὰ τῶν πατέρων αὐτοῦ· » καὶ, « Πολλὰ σώματα τῶν κεκοιμημένων ἀγίων ἠγέρθησαν εἰς τὴν ἁγίαν πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς· » καὶ, « Νυνὶ δὲ ἐγήγερται Χριστὸς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων· [*](74 Prov. IX, 4. 75 PsaI. XIX, 7. 76 I Cor. XV, 20, 51. 77 Job. III. 78 Gen. XLVII, 30. 79 Matth. XXVII, 52. 80 I Cor. XV, 20.) [*]((86) Ἡμεῖς μἐν ἡγούμεθα, etc. Indidem.)

1128
» καὶ, « Πάντες κοιμηθησόμεθα· » ὕπνον δὲ, ἐπειδὴ ταυτόν ἐστι τὸ καθεύδειν τῷ ὑπνοῦν· « Πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἀναστή σονται. » Συγκριτέον δὲ τοῖς λεγομένοις κεκοιμημένων ἀγίων. Σημαίνει μέντοιγε καὶ ὁ ὕπνος χωρὶς τῆς κατὰ τὴν ἔξοδον τοῦ βίου τὴν ἀπροσεξίαν τῆς ψυχῆς· τῆς προσοχῆς ἐγρηγορήσεως καλουμένης. Φυλάττεσθαι γὰρ ἡμᾶς τὴν ἀπροσεξίαν βουλόμενος ὁ θεῖος λόγος φησί· « Μὴ δῷς ὕπνον σοῖς ὄμμασι, μηδὲ νυσταγμὸν σοῖς βλεφάροις, ἵνα σὦζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. » Καὶ βουλόμενος παραστῆσαι τὸ χαῦνον καὶ ἀνειμένον τῶν ἁμαρτωλῶν ὁ Προφήτης φησίν· « Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν· » καὶ τὸ, « Ἔγειρε ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. » Ἀνάλογον δὲ τῷ ὕπνῳ τῷ κατὰ τὴν ἀπροσεξίαν ἐστὶ νυσταγμὸς ψυχῆς ὃν ἀπαγορεύει ὁ Σολομῶν, οὐ μόνον ὕπνον διδάσκων ἡμᾶς μὴ διδόναι τοῖς ὄμμασιν, ἀλλὰ καὶ νυσταγμόν. Καὶ αὐτὸς δὲ ὁ Ὑμνῳδὸς, ἐπὶ ψόγου τάσσων τὸ τοῦ νυσταγμοῦ ὄνομα, φησίν· « Ἐνύσταξαν πάντες οἱ ἐπιβεβηκότες τοὺς ἵππους. » Φαμὲν τοίνυν τὸν κοινὸν θάνατον ὃν ἀπέθανεν ὑπὲρ ἡμῶν κοιμηθῆναι τὸν Σωτῆρα ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ὑπνῶσαι δὲ, χωρισθείσης τῆς ψυχῆς ἀπὸ τοῦ σώματος. Καθάπερ γὰρ οἱ ὑπνοῦντες κειμένου τοῦ σώματος ἐνεργοῦσι κατὰ ψυχὴν, φαντασίαις τισὶ προσπιπτούσαις ἑπόμενοι, καὶ πράττουσί τι κατʼ οὐδὲν τοῦ σώματος δεόμενοι· τὸν αὐτὸν τρόπον οὐκ εἰς πάντα τῆς εἰκόνος ἐξομοιουμένης τούτῳ οὗ ἐστιν εἰκὼν, ἀλλʼ ἵνα δηλωθῇ ἡ ἐνέργεια ἡ χωρὶς σώματος. τῆς ψυχῆς τῆς κεχωρισμένης αὐτοῦ, καὶ τούτῳ ὑπνωκυίας, λέγεται μετὰ τὸ, « ἐκοιμήθην, » τὸ, « ὕπνωσα. » Καὶ τί θαυμαστὸν εἰ ἐπὶ τοῦ Σωτῆρος ὁ τοιοῦτος ὕπνος οὐ πάντη ἐστὶν ἀργία τῆς ψυχῆς, ἀλλʼ ἀργία ὡς πρὸς τὸ ὀργάνῳ τῷ σώματι χρῆσθαι; Ἰδία μέντοιγε καὶ καθʼ ἑαυτὴν ἐνεργεῖ, ὅπου καὶ ὑπὸ τοῦ Ἰὼβ τὸ αὐτὸ λεγόμενον δηλοῦται. « Διὰ τί » γὰρ, φησὶν, « ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην; Νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην μετὰ βασιλέων βουλευτῶν γῆς, οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσι, καὶ μετὰ ἀρχόντων ὧν πολὺς ὁ χρυσός. » Εἰ γὰρ μὴ ἐνόει ἐνέργειάν τινα εἶναι περὶ τὴν ψυχὴν ἐν ᾗ ἐπαύσατο τυγχάνουσα ἀγαθῶν τινων μετὰ τοιῶνδε, οὐκ ἂν ἔλεγεν· « Ὑπνώσας ἀνεπαυσάμην μετὰ βασιλέων βουλευτῶν γῆς, οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσιν. » Εἷεν δʼ ἂν οὗτοι ἅγιοι στρατιῶται θεοσεβείας λόγῳ τῷ τομωτέρῳ πάσης τῆς μαχαίρας διστόμου χρώμενοι κατὰ παντὸς τοῦ ἐναντίου τῆς ἀληθείας λόγου. Ἄρχοντές τε ὧν πολὺς ὁ χρυσὸς, ἑρμηνεύοιντο ἂν οἱ τῶν πολλῶν διαφέροντες, καὶ κατὰ τοῦτο ἄρχοντες, χρηματίζοντες, πλουτοῦντες ἐν διανοήμασι καὶ τοῖς περὶ ἀληθείας θεωρήμασι. Οὐδὲν οὖν θαυμαστὸν καὶ τὸν Σωτῆρα λέγειν· « Ἐκοιμήθην, καὶ ὕπνωσα, » πολλῷ πλέον ἐνεργήσαντα περὶ σωτηρίας ψυχῶν καὶ παρὰ τὸν καιρὸν τοῦ χωρισμοῦ τοῦ ἀπὸ τοῦ σώματος κατὰ τὰ λεγόμενα ἐν τῇ Καθολικῇ Ἐπιστολῇ παρὰ τῷ Πέτρῳ· « Ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς [*](81 Dan. XII, 2. 82 Prov. VI, 4. 83 Psal. LXXV, 6. 84 Ephes. V, 14. 85 Psal. LVII, 5. 86Job. III, 11. 13, 14, 15.)
1129
ἐκήρυξεν ἀπειθήσασί ποτε, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγοι, τουτέστιν ὀκτὼ ψυχαὶ, διεσώθησαν διʼ ὕδατος. » Μετὰ ταύτην τὴν κοίμησιν ὁ Πατὴρ ἀντιλαμβανόμενος ἐξήγειρεν αὐτόν.

Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοι, κ. τ. ἑ. Πρέπουσα ἁγίῳ φωνὴ (87) κατωρθωκότι μεγίστην ἀρετὴν, τὴν ἀφοβίαν, διὰ τὴν πρὸς Θεὸν πεποίθησιν· ᾗ ὁμοία· « Ἐὰν παρατάξηται ἐπʼ ἐμὲ παρεμβολὴ, οὐ φοβηθήσεται ἡ καρδία μου. » Καὶ ὁ Σωτὴρ ἐν πνεύματι γινώσκων τὰς αἰτουμένας αὐτὸν σταυρωθῆναι μυριάδας λαοῦ τῆς κατατομῆς, καὶ ὁρῶν τὸ ἀτάραχον αὐτοῦ (κατὰ σάρκα δὲ ταῦτά φημι), λέγοι ἂν ταῦτα. Ἐὰν δέ τις κατανοήσῃτὸ πλῆθος τῶν ὑπὸ τῶν ἐχθρῶν βαλλομένων, ἐπιτιθεμένων τῇ ψυχῇ καὶ ταρασσόντων καὶ κυμαινόντων αὐτὴν, ἐν καιρῷ ἂν φθέγγοιτο, ἐπὶ τὸν Θεὸν καταφεύγων, τὸ, « Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ, τῶν κύκλῳ συνεπιτιθεμένων μοι. »

Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως, ὀδόντας ἁμαρτωλῶν συνέτριψας, κ. τ. ἑ. Τῷ Ἑβραϊκῷ ἐντυχόντες (88), τὸ « ματαίως » οὐδαμῶς εὕρομεν δυνάμενον δηλοῦσθαι. Τί γὰρ κοινὸν τῆς λέξεως τῆς « ματαίως » πρὸς τὴν σιαγόνα; Καὶ οἱ λοιποὶ δὲ ὡς τὸ Ἑβραϊκὸν τεθείκασιν. Εἰκὸς οὖν, ὡς τινες Ἐβραίων λέγουσι, τὰ ἀρχαῖα ἀντίγραφα ἑτέρως ἐσχηκέναι, ἢ τὸ εὐτελὲς περιϊσταμένους τοὺς Ἑβδομήκοντα τῆς λέξεως, τετολμηκέναι ἀντὶ τοῦ « σιαγόνα, » ποιῆσαι « ματαίως. » Νοήσωμεν τοίνυν τὸ ῥητὸν κατὰ τοὺς Ἑβδομήκοντα· διεξέλθωμεν πῶς δεῖ λαμβάνειν τὰ ἀνθρωπικώτερον εἰρημένα ὑπὸ τοῦ Θεοῦ, ἐξ ὧν εὐχερές ἐστιν ἰδεῖν πῶς λέγεται· « Ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου. » Οἱονεὶ γὰρ κοιμώμενον ἡμῖν, ὅτε ἡμᾶς παρέδωκε πείρας ἕνεκεν ταῖς ἀντικειμέναις ἐνεργείαις, διανίστησιν αὐτόν. Τάχα δὲ καὶ ὅτε τὸν Σωτῆρα ὑπὲρ ἡμῶν πάντων παρέδωκεν, ἐκοιμᾶτο αὐτῷ ὁ Πατήρ· ἀνίσταται δὲ σώζων αὐτὸν καὶ πατάσσων τοὺς ἐχθροὺς αὐτοῦ, εἴτε τοὺς ἐκ περιτομῆς, εἴτε τὰς ἀοράτους ἐχθροὺς τῆς ἀληθείας δυνάμεις. Ἐχθροῦ δὲ κατʼ οὐδέν ἐστι λόγος· μετὰ γὰρ τῶν μισούντων τὴν εἰρήνην ὁ ἅγιός ἐστιν εἰρηνικὸς, ἀγαπῶν τοὺς ἐχθρούς. Δόξαι δʼ ἄν τινος ἐχθραίνειν τις οὐ « ματαίως, » ἤτοι ἀνθρωπικώτερον τὸν ἐχθρὸν ἡμῶν ἐξεταζόντων ἢ καὶ εὐσεβέστερον· ἀνθρωπικώτερον μὲν, ἐπὰν, τὸν προκαταρξάμενόν τι κακοποιεῖν ἀποστραφεὶς, ἀμύνεσθαι βούληται· οὕτως γὰρ ἂν ὑποληφθείη μὴ « ματαίως » ἐχθραίνειν τῷ προηδικηκότι· εὐσεβέστερον δὲ, εἴ τις ἐχθρὸς γένοιτο διὰ τὸ ἀληθὲς, ὡς ὁ Ἀπόστολός φησιν· « Ἐχθρὸς ὑμῖν γέγονα ἀληθεύων ὑμῖν· » καὶ τό· « Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα; » Καὶ [*](87 I Petr. III, 19. 88 Psal. XXVI, 3. 89 Gal. IV, 16. 90 Psal. CXXXVIII, 21.) [*]((87) Πρέπουσα ἁγίῳ φωνή, etc. Corderius, codex Baroccianus, schedæ Combelisii, Barbarus.) [*]((88) Τῷ Ἑβραῖκῷ ἐντυχύντες, etc. Codex Baroc. Barbarus, partimque Corder. Plurima autem iisdem fere verbis exstant apud Euseb.)

1132
ςητητόον εῖ εἰσί τινες μισοῦντες τὸν Θεὂν οὐδεὶς γὰρ ἂν τοῦτο ὁμολογήσειεν οὐδὲ τῶν τελέως ἀδίκων καὶ ἀθέων. Τίνες οὖν εἰσιν οἱ μισοῦντες τὸν Κύριον; Τίνες ὁμολογουμένως μισοῦσι τὸν Ἰησοῦν, καὶ καταναθεματίζουσιν αὐτόν; Τὰ δὲ γινόμενα εἰς αὐτὸν πάντως εἰς τὸν Πατέρα ἀναφέρεται. Καὶ πᾶς δὲ ἁμαρτάνων μισεῖ τὸν Θεὸν, ἢ τὴν σοφίαν ἐξευτελίζων. τουτέστι τὸν Χριστὸν, ἢ τόν δικαιοσύνην μισῶν καὶ ἐργαζόμενος τὴν ἀνομίαν. Καὶ ἐπεὶ δικαιοσύνη ἐστὶν ὁ Χριστὸς, ὁ μισῶν τὸν Χριστὸν τὴν δικαιοσύνην, σεῖ τὸν Θεόν. Φανεροῦ δὲ γενομένου τίς ὁ μισῶν τὸν Θεὸν, ἐὰν μὴ ἀκριβώσωμεν τί ἐστι τὸ, « Οὐχὶ τοὺς μισοῦντάς σε. Κύριε, ἐμίσησα;» πάντας ἀνθρώπους μισήσομεν παρὲξ ὀλίγων· σφόδρα σπανίων ὅντων τῶν διὰ τῶν ἔργων χαρακτηριζομένων ἀγαπᾶν τὸν Θεόν. Τούτου δὲ τί ἄλλο εἴη ἀτοπώτερον τοῦ ἀπεστράφθαι πάντας, καὶ, εἰ δεῖ οὕτως εἰπεῖν, καὶ ἑαυτόν; Εὐγνωμόνως γὰρ ἐτάζων τὰ περὶ αὐτοῦ ἕκαστος, εὑρεθήσεται μισῶν τὸν Θεόν. Μήποτε οὖν οὕτω νομιστέον εἶναι τό μισοῦντατὸν Θεὸν, ἀλλὰ τὰ τοῖς λογικοῖς κακὰ συμβεβηκότα· οἷον ἀδικία μισεῖ τὸν Θεὸν, καὶ ὁ ἄδικος μισεῖ τὶν Θεὸν, καθὸ ἄδικός ἐστι, τῆς ἐν αὐτῷ ἀδικίας τοῦτο δρώσης. Χρὴ οὖν ἡμᾶς μισῆσαι τὰ τοιάδε συμβεβηκότα καὶ πρώτως ἐχθρὰ ἡμῶν τυγχάνοντα, τελείῳ μίσει, τουτέστιν, ἀπὸ τελειότητος ἐρχομένῳ. Ὥσπερ γὰρ ἀπὸ τελειότητος ἔρχεται δικαιοσύνη καὶ σωφροσύνη, οὕτως καὶ τὸ τοιόνδε μῖσος. Ταῦτα δὲ ἡμῖν εἴρηται ἐξετάζουσι τὸ, « Ἐπάταξας τοὺς ἐχθραίνοντάς μοι ματαίως· » πάντων τῶν ἐχθραινόντων τινὶ, ματαίως ἐχθραινόντων. Τοιοῦτον τὸ, « Ἐμίσησάν με δωρεάν. » Ὁποῖοι δὲ οἱ συντριβόμενοι ὀδόντες τῶν ἁμαρτωλῶν, τοιοῦτοι καὶ περὶ ὧν εἴρηται· « Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. δόντες ἁμαρτωλῶν εἰσι λογισμοὶ ἄλογοι, παρὰ φύσιν ἡμῖν ἐπισυμβαίνοντες, οἷς ὀδοῦσι χρώμενοι πολλάκις οἱ ἀντικείμενοι προσεγγίζουσιν ἡμῖν τοῦ φαγεῖν τὰς σάρκας ἡμῶν, τουτέστι τὰ ἐκ τῆς σαρκὸς φυόμενα· « Φα· νερὰ δέ ἐστι τὰ ἕργα τῆς σαρκὸς, » φησὶν ὁ θεῖος Ἀπόστολος.

Τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν ϲον ἡ εὐλογία σου, κ. τ. ἑ. Ὁ πειθόμενος (89), ὅτι τοῦ Κυρίου ἐστὶν ἡ σωτηρία, διὸ καὶ ὁ Θεὸς ἡμῶν Θεός ἐστι τοῦ σώζειν· τοῦ γὰρ Κυρίου αἱ διέξοδοι τοῦ θανάτου· οἶδε καὶ τί τὸ πεποιθέναι ἐπὶ υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. Ἔστι δὲ καὶ ἐπὶ τὸν λαὸν αὐτοῦ ἡ εὐλογία αὐτοῦ οὗσα πνευματικὴ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ.