Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Εἰ ποιμαίνει (77) κατʼ ἐπαγγελίαν Θεοῦ, ποιμὴν οὖν ὁ Χριστός. Ποιμὴν δέ ἐστι ποιμαίνων ἐν ῥάβδῳ σιδηρᾷ, καὶ ποιμὴν καλός.

Τοῦ αὐτοῦ. Ῥάβδος Θεοῦ ἡ ἐξουσία, ἡ κατὰ τῶν ἀπειθούντων τιμωρία, τουτέστιν ἐν τῷ σταυρῷ· ἡ μὲν γὰρ ὕλη ξύλου, ἡ δὲ ἰσχὺς σιδηρᾶ.

Καὶ νῦν, βασιλεῖς, σύνετε, παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν, κ. τ. ἑ. Οὐκ ἀλλότριον μὲν (78) τῆς χρηστότητος τοῦ Σωτῆρος τὸ τοῖς παραστᾶσι βασιλεῦσι τῆς γῆς μετὰ τῶν ἀρχόντων τῶν συναχθέντων κατʼ αὐτοῦ λέγειν τὸ, « Καὶ νῦν, βασιλεῖς, σύνετε· » εἰ γὰρ καὶ πρότερον ἀγνοήσαντες ἐπεβουλεύσατε, ἀλλὰ νῦν συνέντες μετανοήσατε. Τῳ δὲ μὴ προσκεῖσθαι τὸ « τῆς γῆς, » μήποτε « βασιλεῖς » τοὺς ἁγίους φησίν· κυρίως γὰρ βασιλεὺς ὁ ἄρχειν ἐπιστάμενος ἀνυπευθύνως. Πῶς δὲ οὐ βασιλεὺς ὁ κληρονομῶν βασιλείαν οὐρανῶν, καὶ ἐσόμενος ἐν βασιλείᾳ τοῦ Θεοῦ; Καὶ δεῖ γε τὸν ἅγιον, ἀγωνιζόμενον βασιλεύειν, ἄρξασθαι ἀφʼ αὐτοῦ καὶ τῶν ἰδίων κινημάτων. Τούτων γὰρ πρότερον βασιλεῦσαι δεῖ, μηκέτι βασιλευόμενον ὑπὸ τῆς ἁμαρτίας τῆς μεμελετηκυίας βασιλεύειν ἐν τῷ θνητῷ ἡμῶν σώματι. Δοκεῖ δὲ τὸ, « ἐπιστημώθητε,» ὡς Ἀκύλας ἐκδέδωκεν, ἐμφατικώτερον εἶναι τοῦ « σύνετε, » προστάσσον ἐπεστήμην ἀναλαβεῖν οἰκείαν οὗσαν οὐκ ἄλλῳ τῳ ἢ τοῖς βασιλεῦσι· « Παιδεύθητε, πάντες οἱ κρίνοντες τὴν γῆν. » Ὃν τρόπον διχῶς ἐξεδεξάμεθα τοὺς βασιλεῖς, οὕτως καὶ τοὺς κρίνοντας τὴν γῆν νοῆσαι ἡμᾶς δυνατόν. Ἢ γὰρ οἱ ἄρχοντες οἱ συναχθέντες ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ κρίνοντες λέγοιντο ἂν τὴν γῆν, οἰκείου τοῖς ἄρχουσιν ἔργου τυγχάνοντος τοῦ κρίνειν· ἢ κρίνοντες τὴν γῆν οἱ ἅγιοι, ὡς δείξομεν. Τὸ δὲ, « παιδεύθητε, » ἤτοι δηλοῖ τὸ, τῇ παιδείᾳ καὶ διδασκαλίᾳ ἑαυτοὺς παράδοτε, ἢ τοῖς κολαστηρίοις τοῖς παιδεύουσι τοὺς τοιούτων φαρμάκων δεδεημένους. Εἰκὸς δὲ, ζητήσει τις εἰ κατὰ τὴν ἐν κολάσεσι παιδείαν προστάσσεταί τις παιδευθῆναι, καὶ ἑκουσίως ἑαυτὸν ταύτῃ παραδοῦναι. Ἀποκριτέον δὲ πρὸς τὴν ζήτησιν πλειόνων κατὰ τὸν τόπον ἀπορουμένων, ὅτι τάχα μέν τινες, τῷ εἶναι νήπιοι, καὶ ἄκοντες ἐπὶ τὴν τοιαύτην παίδευσιν ἕλκονται· καὶ οὗτοί γε περὶ ὧν ὁ Προφήτης φησίν· « Ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ ἐν τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσιν, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἁμαρτίας αὐτῶν, τὸ δὲ ἔλεός μου μὴ διασκεδάσω ἀπʼ αὐτοῦ. » Τάχα δὲ καὶ εἰς συναίσθησιν ἐλθόντες τῶν ἰδίων πταισμάτων τινὲς παραδιδόασιν ἑαυτοὺς, ὡς ἐπὶ θεραπείᾳ δεόμενοι τοῦ τὴν ἐπιστήμην ταύτην ἔχοντος, τοῖς ἐπιπονωτάτοις καὶ βελτιῶσαι δυναμένοις. Οἶμαι δὲ τούτων εἶναι τοὺς παρὰ τῷ [*]((78) Οὐκ ἀλλότριον μέν, etc. E schedis Combefisii, et codice Barocciano. Latine habes in Catena Barbari.)

1113
Ἡσαῒᾳ λεγομένους· « Θελήσουσιν, εἰ ἐγένοντο πυρίκαυστοι· » καὶ τοὺς εὐχομένους κατὰ τὸν Ἰερεμίαν, καὶ λέγοντας· « Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλίγους ἡμᾶς ποιήσῃς. » Τὰ γὰρ ἐπίπονα καὶ τὰ σφοδρότερα παραιτούμενοι, τὰς κολάσεις οὐ πάντη παραιτοῦνται διʼ ὧν λέγουσιν. Ἐπιστήσωμεν δὲ εἰ μὴ τῶν ἑκουσίως κολαζομένων ἐστὶν ἡ λέγουσα φωνή· « Ὀργὴν Κυρίου ὑποίσω, ὅτι ἥμαρτον αὐτῷ, ἕως τοῦ δικαιῶσαι αὐτὸν τὴν δίκην μου. » Τάχα οὖν καὶ οἱ κρίνοντες τὴν γῆν οὐ παιδευθήσονται, ἐὰν μὴ ἑαυτοὺς τῷ παιδεύεσθαι παραδῶσιν. Ἐπειδὴ δὲ μᾶλλον προσετιθέμεθα τῷ βασιλεῖς εἶναι τοὺς ἐπὶ τὴν σύνεσιν καλουμένους ἁγίους, φέρε παραπλησίως ἴδωμεν καὶ τοὺς κρίνοντας τὴν γῆν. Ἴδιον δὲ τοῦτο τῶν ἀγίων εὑρίσκομεν, κρίνειν διʼ ὧν εὖ πεποιήκασι, τοὺς μὴ τὰ ὅμοια ἐζηλωκότας. « Ἄνδρες » γὰρ « Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει καὶ κατακρινοῦσι τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε, » φησὶν ὁ Σωτήρ. Ἀλλὰ καὶ « βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει, καὶ κατακρινεῖ τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, ὅτι ἦλθεν ἀπὸ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τῆς σοφίας Σολομῶντος, καὶ ἰδοὺ πλεῖον Σολομῶντος ὧδε. » Οὐκοῦν Νινευῖται καὶ ἡ βασίλισσα νότου τῶν κρινόντων εἰσὶ τοὺς τοῦ Σωτῆρος ἀκούσαντας, καὶ μὴ μεταβαλόντας, καὶ τοὺς καταφρονήσαντας τῆς διδασκαλίας Ἰησοῦ. Τάχα δὲ οὕτως καὶ οἱ τοῦ Χριστοῦ ἀπόστολοι κρινοῦσι τὰς δώδεκα φυλὰς τοῦ Ἰσραὴλ μὴ πιστευούσας εἰς τὸν Χριστόν. Καὶ πᾶσαν δὲ τὴν γῆν οἱ ἐν πάσῃ τῇ γῇ πεπιστευκότες κρινοῦσιν ἕκαστοι τῶν ἐν μέρει τοὺς ἐκεῖ ἀπίστους. Παρακαλεῖ τοίνυν ὁ λόγος τοὺς κρίνοντας τὴν γῆν ἐπὶ τὴν παίδευσιν τὴν κατὰ παράδοσιν ἐπιστήμης, ὡς καὶ ὁ Σολομῶν ἐν ταῖς Παροιμίαις ἐπὶ τὸ αὐτὸ λέγων· «Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον. »

Τοῦ αὐτοῦ. Ἢ καλεῖ αὐτοὺς εἰς μετάνοιαν, καὶ βασιλεῖς καλεῖ, εἰς ὅπερ εἶχον ἀξίωμα ἀνατρέχειν πείθων. Σύνετε οὖν, ὦ βασιλεῖς, διὰ τί μοι δέδοται τὰ ἔθνη κληρονομία.

Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ, κ. τ. ἑ. Δόξει μέν τισιν (79) ὁ δουλεύων πάντως δοῦλος εἶναι, καὶ μάλιστα ἐνθάδε ἐπεὶ πρόσκειται τὸ, « ἐν φόβῳ, » τοῦ εἰληφότος πνεῦμα δουλείας ὄντος « ἐν φόβῳ. » Καὶ οὐ ψευδῶς γε δόξει. Δύναται δὲ καὶ ὁ υἱὸς δουλεύειν. Καὶ οὐ μόνος ὁ φόβος αἴτιος τοῦ δουλεύειν τυγχάνει, ἀλλὰ καὶ ἀγάπη. Διὰ τῆς ἀγάπης γοῦν ὁ Ἀπόστολος διδάσκει δουλεύειν ἡμᾶς ἀλλήλοις. Ἀλλὰ καὶ αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν γέγονεν ἐν μέσῳ τῶν μαθητῶν αὐτοῦ οὐχ ὡς ἀνακείμενος, ἀλλʼ ὡς ὁ διακονῶν, δουλεύων καὶ νίπτων τοὺς πόδας αὐτῶν. Καὶ οὐδέπου ταῦτα φόβῳ θεμιτὸν αὐτὸν πεποιηκέναι· σαφὲς γὰρ, ὅτι ἀγάπῃ [*](5⁴ Isai. IX, 5. 55 Jerem. X, 24. 56 Mich. VII, 9. 57 Math. XII, 41, et seqq. 58 Prov. VIII, 10.) [*]((79) Δόξει μέν τισιν, etc. Ibidem hæc reperiuntur.)

1116
τελεία ταῦτα αὐτῷ πέπρακται. Εἰ μὲν οὖν βασιλεῖς οἱ ἐν τοῖς πρὸ τούτων βασιλεῖς γῆς ὠνομασμένοι καὶ νῦν λέγονται, αὐτοῖς προστάττεσθαι δύναται τὸ δουλεῦσαι τῷ Κυρίῳ ἐν φόβῳ, ὡς δούλοις ἀρχῆθεν οὐ δυναμένοις χωρῆσαι τὸ πνεῦμα τῆς υἱοθεσίας. Καὶ τηρητέον ἐπʼ αὐτῶν τὸ, « ἐν φόβῳ, » ὃν ὁ φοβούμενος κόλασιν οὐκ ἔχει, καὶ οὐ τετελείωται. Καὶ τὰ ἀκόλουθα δὲ περὶ τοῦ, « Ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ, » νοητέον. Εἰ δὲ βασιλεῖς οἱ ἅγιοι καὶ κρίνοντες τὴν γῆν οἱ κατὰ τὴν διήγησιν ἑρμηνευθέντες, δυναμένων δουλεύειν καὶ τῶν υἱῶν τῷ Κυρίῳ, τὸν φόβον μεταληπτέον εἰς τὴν παρά τισιν εὐλάβειαν ὠνομασμένην, ἥτις οὐδαμῶς κόλασιν ἔχει. Ὅτι δὲ φόβος ὁ μὴ κόλασιν ἔχων ὠνόμασται ἐν τῇ Γραφῇ τελείου κατέρθωμα τυγχάνων, σαφὲς ἐκ τοῦ· « Οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. » Δόξομεν δὲ βιάζεσθαι, διὰ τὸ ἐπιφέρεσθαι τὸ « ἐν τρόμῳ. » Ἀλλὰ μήποτε οἱ μὲν τέλειοι βασιλεῖς τυγχάνουσιν, οἱ δὲ κἂν τῷ φόβῳ παιδαγωγούμενοι κριταὶ γῆς, ἐν οἷς προστάσσει ὁ Σωτὴρ ἀγαλλιᾷν μὴ ἀνειμένως, μηδὲ ἀπολελυμένως, ἵνα μὴ ἐκπέσωσιν εἰς χαύνωσιν καὶ οἴησιν, ἀλλʼ « ἐν τρόμῳ, » καὶ οἱονεὶ συνεσταλμένως, μετὰ τοῦ σκοπεῖν τὸ δύνασθαι πεσεῖν, εἰ καταλείποι ἡ ἐπισκοπὴ τὸν γενόμενον ἔν τινι ἀξίῳ τοῦ εὐλόγως ἐπαίρεσθαι. Τὸ δὲ « ἀγαλλιᾶσθαι » ἀπὸ τῆς συνηθείας ἐστὶ τὴς Γραφῆς· ὅπερ οἰόμεθα εἷναι χαρὰν ἐν τῇ ἐπινοίᾳ, ἔχουσαν τὴν τοῦ ἁγίου Πνεύματος εἰς τὴν ψυχὴν κοινωνίαν συγχαίροντος τῷ ἁγίῳ.

Δράξασθε παιδείας, μήποτε ὀργισθῇ κύριος, καὶ ἀπολεῖσθε ἐξ ὀδοῦ δικαίας, κ. τ. ἑ. Τὴν μὲν προκοπὴν (80) διὰ τοῦ, « παιδεύθητε, ,» παριστᾷ, τὴν δὲ τελείωσιν διὰ τοῦ, « δράξασθε παιδείας. » Τῷ δὲ ἐπιμελῶς παρατηροῦντι σαφές ἐστιν, ὅτι ἐνδέχεται τὸν ἀτελῆ ἐν παιδείᾳ καὶ μὴ προκόπτοντα ἔτι ὀργῆς Κυρίου μεταλαμβάνειν, τὸν δὲ τέλειον ἀδύνατον ταύτης μετέχειν. Εἰ γὰρ δράξασθαί τις παιδείας κελεύεται ὑπὲρ τοῦ μὴ ὀργισθῆναι αὐτῷ τὸν Κύριον, κἂν μετάσχοι τῆς ὀργῆς μὴ δραξάμενος τῆς παιδείας· ἐν προκοπῇ μέντοιγε τῆς παιδείας ὢν, τέλεον ἐλευθερούσης ἀπὸ τῶν ἐκ τῆς ὀργῆς ἐπερχομένων παθημάτων τῆς περιδράξεως τῆς παιδείας, οὐχὶ δὲ τῆς ἐπαγωγῆς καὶ τῆς ἀρχῆς τῆς κατὰ τὴν παιδείαν· πάντως γὰρ ὁ ἔτι παιδευόμενος ἀτελής ἐστιν, ἀτελὴς δὲ ὢν ὀργῆς δύναται πεῖραν λαβεῖν Θεοῦ. Ἀλλʼ ἐπεὶ οὕτε ἐν τῷ Ἑβραϊκῷ πρόσκειται, οὕτε ἐν ταῖς λοιπαῖς ἑρμηνείαις τὸ, « δικαίας, » ὑποπτεύομεν μήποτε ἢ κατʼ οἰκονομίαν προσέθηκαν τοῦτο, ἢ τὰ ἀντίγραφα ἡμάρτηται. Κατʼ οἰκονομίαν μὲν, ἵνʼ οὕτως νοήσωμεν· Ἐὰν μὴ δράξησθε παιδείας, ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, καὶ ἐκπεσεῖσθε αὐτῆς, ὀργισθέντος ὑμῖν τοῦ Κυρίου· ἀλλʼ ὡς πρὸς τὸ ἀκριβὲς, εἰ παιδευτική ἐστιν ἡ ὀργὴ τοῦ Θεοῦ, πῶς, διὰ τὸ ὠργίσθαι Κύριον, ἀπολεῖταί τις ἐξ ὁδοῦ δικαίας; Οὐ πάντως δὲ διὰ τὴν ὀργὴν ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, ἀλλὰ τοῦτο ἕψεται ὑμῖν διὰ τὰ ἁμαρτήματα. Ἐὰν μὴ ᾗ κείμενον τὸ, « δικαίας, » ἐπεὶ οἱ μὴ δραξάμενοι παιδείας πάντως εἰσὶν ἐν ὁδῷ οὐκ [*]((80) Τὴν μὲν προκοπήν, etc. E cod. Barocciano, et Catena Corderii. Latine exstat apud Barbarum.)

1117
ἀγαθῇ, δύναται λεληθότως λέγεσθαι, ὅτι μὴ δρασσομένων ὑμῶν παιδείας ὀργισθήσεται Κύριος, ἐκ τοῦ ἀπολέσθαι ὑμᾶς ἐκ τῆς ὀδοῦ ἐν ᾗ διατρίβετε, ἵνα μηκέτι ὑπάρχητε ἐν αὐτῇ.

Ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ, μακάριοι πάντες οἱ πεποιθότες ἐπʼ αὐτῷ, κ. τ. ἑ. Εἰ καὶ δεύτερον (81) λέγεται ὁ θυμὸς τῆς ὀργῆς. ἀλλὰ τῷ τηροῦντι τὴν σύμφρασιν τῆς Γραφῆς, φανερὸν ὅτι ἐκκαίεται πρῶτον ὁ θυμὸς, καὶ ὀργισθέντος τοῦ Θεοῦ ἀπόλλυταί τις ἀπὸ τῆς ὁδοῦ. Τὸ δὲ ἐν τάχει καίεσθαι τὸν θυμὸν, ἢ μετʼ ὀλίγον, ἢ μετὰ βραχὺ ἀναπαύεσθαι αὐτὸν, διδάσκει τὴν μετὰ τὴν ἔξοδον τοῦ βίου κόλασιν.

Μακάριοι πάντες οἱ πεποιθότες ἐπʼ αὐτῷ, κ. τ. ἑ. Κατακουστέον τοῦ, « πεποιθότες, » πίστιν ἐμφαίνοντος μετʼ ἐλτίδος ἀνυπόπτου βεβαιοτάτην, καὶ ἑδραίαν, καὶ ἄσειστον, οὐδὲ ἐν τοῖς δοκοῦσι χαλεπωτάτοις καιροῖς τοῦ πεποιθότος ἀπογινώσκοντος τὴν τοῦ Κυρίου εἰς αὐτὸν παρουσίαν, οὐδενὸς παρέλκοντος αὐτόν.