Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Εἰς τὸ τέλος ἐν ψαλμοῖς ᾠδὴ τῷ Δαυῒδ, κ. τ. ἑ. Πολλῶν ψαλμῶν (90) κατὰ μὲν τοὺς Ἑβδομ ἡ κοντε ἐχόντων ἐπιγραφὴν « εἰς τὸ τέλος, » κατὰ δὲ τοὺς λοιποὺς τὰ κατάλληλα τῷ « εἰς τὸ τέλος » ἐνθάδε ἀποδιδόμενα, ἄξιον, ὅση δύναμις, ἐξιχνεῦσαι τὸν δηλούμενον [*](91 Joan. XV, 2 92 Luc. XIII, 28. 93 GaI. V, 19. 94 Psal. LXVII, 21. 95 Psal. CXLV, 3.) [*](et Corderius Origeni tribuunt, quanquam similia aut eadem saltem quoad sensum reperiuntur apad Easebiun.)

1133
ὑπὸ τῆς λέξεως νοῦν. Ἰστέον δὲ, ὅτι, ὥσπερ πάσης τέχνης· καὶ ἐπιστήμης ἐστὶ τὸ τέλος, ἐφʼ ὃ σπεύδει ὁ γνησίως τὴν τέχνην ἢ τὴν ἐπιστήμην μετιὼν, οὕτω καὶ τῆς λογικῆς φύσεως δεῖ τέλος τυγχάνειν· τοῦτο δέ ἐστι τὸ ἐν Χριστῷ ζωοποιηθῆναι κατὰ τὸν Ἀπόστολον. Νομίζομεν τοίνυν τοὺς « εἰς τὸ τέλος » ἐπιγεγραμμένους ψαλμοὺς τοῦ τέλους τινὰ ἐπιγράφειν νοῦν, καὶ ἐπʼ ἐκεῖνο τοὺς συνιέντας τὰ λεγόμενα παρακαλεῖν. Παντὶ δὲ ἀγωνιζομένῳ τέλος ἡ νίκη τυγχάνει. Ἐπεὶ οὖν, ὡς προαπεδείξαμεν, Δαυῒδ ὁ Χριστὸς λέγεται, οἱ ἐπιγεγραμμένοι « εἰς τὸ τέλος » τῷ Δαυῒδ τὸ τέλος καὶ τὴν νίκην ἀπαγγέλλουσι τοῦ Χριστοῦ, νικοποιοῦ λεχθησομένου ἂν κατὰ τὸν Ἀκύλαν, παντὶ νενικημένῳ νίκην περιπεποιηκότος, ἐπεὶ ὁ ὑπὸ Χριστοῦ νικώμενος τὴν συμβεβηκυῖαν αὐτῷ κακίαν νενίκηκε, καὶ ἐξαφανίζει αὐτὴν, Χριστῷ ὑποτεταγμένος. Οὐδένα γὰρ ἄκοντα νικᾷ ὁ Χριστὸς, ἀλλὰ πείθων, τῷ Λόγος εἶναι Θεοῦ. Εἰς τοῦτο δὴ τὸ νῖκος ἐπιγράφεσθαί φησι Θεοδοτίων ὕμνους ἢ ψαλμοὺς τοὺς παρὰ τοῖς Ἑβδομήκοντα « εἰς τὸ τέλος » ἐπιγεγραμμένους· ὁ δὲ Σύμμαχος « ἐπινικίους » τοῦ Χριστοῦ λέγοι ἂν εἶναι τούτους τοὺς ψαλμοὺς ἢ ᾠδάς. Ἐὰν δὲ μὴ μόνον τῷ Δαυῒδ καὶ « εἰς τέλος » λέγωνται, ἀλλὰ καὶ τῷ Ἀσὰφ, ἥτοι τοῖς υἱοῖς Κορὲ, οὐκ ἄτοπον τὸ, πάντας τοὺς ἁγίους τὴν τοῦ Χριστοῦ εἰκόνα ἀναδεδεγμένους τὸ ἐνθάδε εἰρημένον καὶ ἐπʼ ἐκείνων νοεῖν ἡμᾶς. Τὸ δὲ « ἐν ψαλμοῖς » παρὰ τοῖς Ἑβδομήκοντα καὶ Ἀκύλᾳ εἰρημένον οἶμαι σαφέστερον ἀπαγγέλλεσθαι διὰ τοῦ Συμμάχου «διὰ ψαλτηρίων, » διδασκόντων ἡμᾶς τῶν τριῶν πρὸς τὰ ὄργανα καλούμενα ψαλτήρια εἰρῆσθαι τὴν ᾠδὴν ταύτην ἢ τὸ μελῴδημα. Πλείονα γὰρ ὄργανα ζητητέον διʼ ὧν ᾄδεται τὸ « εἰς τὸ τέλος, » ἢ « ὁ ἐπινίκιος, »ἢ « τῷ νικοποιῷ. » Δύναται δὲ καὶ τὸ ὑπὸ Θεοδοτίωνος εἰρημένον εἰς τὸ νῖκος ἐν ὕμνοις τοῦτο δηλοῦν. Αὕτη τοίνυν ἡ ᾠδὴ, ἢ τὸ μελῴδημα, ἢ ὁ ψαλμὸς, τὴν εἰρημένην ὑπόθεσιν ἔχων, τὰ προδιηγηθέυτα ἡμῖν ἐπαγγέλλεται, κοινότερον μὲν τῷ προφήτῃ Δαυῒδ, μυστικώτερον δὲ τῷ Χριστῷ τὸ πρόσωπτον τῶν ἀγίων ἀναλαμβάνοντι, καὶ ὁτὲ μὲν τὰς θλίψεις αὐτῶν ὡς ἰδίας ἡγουμένῳ, καὶ τοὺς ἐν ταύταις αὐτῶν πλατυσμοὺς, (ἐπεὶ ἁγίων ἐστὶ φωνὴ τὸ, « Ἐν παντὶ θλιβόμενοι, ἀλλʼ οὐ στενοχωρούμενοι, » ὁτὲ δὲ ἐπιστρέφοντι τοὺς βαρυκαρδίους καὶ τοὺς τὰ μάταια ἀγαπῶντας. Οὐ πάνυ δὲ ζητήσεως ἔχεται ἡ διαφορὰ τῶν λέξεων ᾠδῆς καὶ μελῳδήματος. Διὰ μὲν γὰρ τῆς ᾠδῆς ἔκκλισις τῆς φωνῆς δηλοῦται τοῦ λέ γοντος, διὰ δὲ τοῦ μελῳδήματος τάχα καὶ τὸ τεχνικὸν τοῦ μυστικοῦ μέλους ᾀδομένου ἐν ῥυθμῷ. Κατὰ δὲ τοὺς τῆς ἀναγωγῆς νόμους ἡ εὔρυθμος καὶ κατὰ λόγον ἐξεταστικὴ πολιτεία εἰς δόξαν Θεοῦ γινομένη μετὰ δογμάτων ὑγιῶν καὶ λόγων καὶ ἑτέροις ὠφελίμων εἴη ἂν τὸ μελῴδημα.

Ἐν τῷ ἐπικαλεῖσθαί με, εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, κ. τ. ἑ. Τὸ λέγον πρόσωπον (91) ἤτοι ὁ Προφήτης ἐστὶν, ἢ ὁ Χριστὸς κατὰ τὴν [*](96 II Cor. IV, 8.) [*]((91) Τὸ λέγον πρόσωπον, etc. Codex Baroccianus, Barbarus. Exstat etiam in codice Roe 4, sed mancum et mutilum.)

1136
οἰκονομίαν ἐν ὑπὲρ ἡμῶν ἀνεδέξατο. Δηλοῖ δὲ τά ῥητὰ τὸ εἰσακούεσθαι οὐχὶ μετὰ τὸ ἐπικεκλῆσθαι, ἀλλʼ ἐν τῷ ἐπικαλεῖσθαι. Τοῖς γὰρ ἀγίοις καὶ πάντη ἀκούουσι τῶν θείων προσταγμάτων ἐπαγγελία κεκήρυκται κατὰ τὸν προφήτην Ἡσαΐαν τό· « Ἔτι λαλοῦντός σου, ἐρῶ· Ἰδοὺ πάρειμι. » Ἄξιον δὲ ἱδεῖν καὶ τί τὸ ἐπικαλεῖσθαι, τῶν μὴ ἐξητακότων τὴν Γραφὴν οἰομένων παντὸς οὑτινοσοῦν ῥέποντος ἐπὶ τὸ εὕξασθαι εἶναι ἔργον· τοῦ δὲ Προφήτου σαφέστατα περιστάντος, ὅτι ἀγίων ἐστὶ καὶ σωθησομένων πάντως τὸ ἐπικαλεῖσθαι· « Πᾶς » γὰρ, φησὶν, «ὂς ἂν ἐπικαλέσηται τὸ ὅνομα Κυρίου, σωθήσεται. » Εἰ γᾶρ « πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται, » ὁ μὴ σωζόμενος οὐκ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου, εἰ καὶ πολλάκις ἔδοξε τοῦτο πε ποιηκέναι, Οὐ γὰρ ἐν φωνῇ κρίνεται τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου, ἀλλʼ ἐν διαθέσει τοῦ λέγοντος καὶ πίστει βεβαίᾳ. Οὕτω γοῦν ἐν τῷ Ϟη΄ ψαλμῷ οὐ τοῖς τυχοῦσιν ἀποδέδοται τὸ ἐπικαλεῖσθαι Κύριον, ἀλλὰ τῷ Σαμουὴλ, ὅς τοσοῦτον παρὰ Θεῷ τετίμητο, ὤστε Μωϋσεῖ αὐτὸν συναριθμεῖσθαι τῷ φίλῳ, ὡς Ἰερεμίας φησίν· «Οὐδʼ ἂν στῇ Μωϋσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, περὶ τῶνδέ τινων τῶν ἀσεβῶν εὐχόμενοι, οὐδὲ τούτων εἰσακούσομαι, λέγει Κύριος. » Γέγραπται τοίνυν περὶ αὐτοῦ· « Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμέν τὸ ὄνομα αὐτοῦ. Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν· ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. Ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ καὶ τὰ προστάγματα ἃ ἔδωκεν αὐτοῖς. Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν· ὁ Θεὸς, εὐῒλατος ἐγένου αὐτοῖς. Ἐπεὶ γὰρ ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ καὶ τὰ προσ· τάγματα ἃ ἔδωκεν αὐτοῖς, ὅτε ηὔχοντο, εἰς ἐπικαλουμένους ἐλογίζοντο. Καὶ ἐν τῷ ἑκαστοστῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ ἀκριβέστερον διδασκόμεθα τίς ὁ ἐπικαλούμενος οὗτος· « Ἐγγὺς Κύριος τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ, » ὥς τινων οὐκ ἐπικαλουμένων αὐτὸν ἐν ἀληθείᾳ· « Οὐ γὰρ ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλʼ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. » Τελείως γάρ ἐστι λέγειν « Κύριε. » ὅτε καὶ τὰ ἔργα φθέγγεται καὶ λέγεται, « Κύριε, Κύριε. » Σαφὲς γοῦν ἐνταῦθα, ὅτι ὁ ἐπικαλούμενος Κύριον δικαιοσύνην ἔχει, καὶ δικαιοσύνην ἀληθῆ. Εἰ δὲ Χριστὸς δικαιοσύνη, ὁ δίκαιος δικαιοσύνης μετέχει, τουτέστι Χριστοῦ. Ἵνα δὲ μὴ ᾖ ἐπὶ καυχήματος τὸ, « Ὁ Θεὸς τῆς δικαιοσύνης μου, » δυνάμεθα προσχρήσασθαι τῷ· « Ὃς ἐγενήθη ἀπὸ Θεοῦ σοφία ἡμῖν καὶ δικαιοσύνη, καὶ ἀπολύτρωσις, » καὶ ἴσον ἔσται τῷ, ὁ Θεὸς τοῦ Κυρίου μου.

Ἐν θλίψει ἐπλάτυνάς μοι· οἰκτείρησόν με, καὶ εἰσάκουσον τῆς προσευχῆς μου, κ. τ. ἑ. Ἔοικεν ἡ θεία Γραφὴ (92) ἰδίως, τὴν προαίρεσιν οὐ περιεργαζομένη ἀνθρώπου, θλίψιν ὀνομάζειν τὸ περιστατικὸν, καὶ γυμνασίου ἕνεκεν συμβαῖνον τῷ ἁγ?? τὸ γὰρ τῷ ἁμαρτωλῷ γινόμενον μάστιγα καλεῖ. Π?? [*](97 Isai. LVIII, 9, 98 Joel. II, 32. 99 Jerem. XV, 1. 1 Psal. XCVIII, 6, 7, 8. 2 Psal. CXLIV, 18. 3 Matth. VII, 21. 4 I Cor. I, 30.) [*]((92) Ἕοικεν ἡ θεία Γραφή, etc. Schedæ Combefisii, codex Roe 4, Daniel Barbarus.)

1137
λαὶ » γὰρ, φησὶν, « αἱ θλίψεις τῶν δικαίων· » καὶ, « Πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ. » Καὶ παραδείγματος ἔνεκεν ἐροῦμεν, ἃ μὲν πέπονθεν Ἰὼβ, θλίψεις εἶναι, καὶ Ἰωσὴφ ἐν Αἰγύπτῳ· ἃ δὲ Δαυῒδ διὰ τὴν τοῦ Οὐρίου καὶ διὰ τὸ ἠριθμηκέναι τὸν λαὸν, μάστιγας. Παρατηρητέον μέντοιγε, μή τι λανθάνῃ ἡμᾶς ἐν τῇ Γραφῇ, ὅτι θλίψις ἐστὶν ἐπὶ ἁμαρτωλῶν τεταγμένη, καὶ μάστιξ ἐπὶ τῶν ἤδη δικαίων. Ὅτι δὲ θλίψις ὁ τοῖς ἀγίοις διδόμενος πειρασμὸς ἀθλοῦσιν καλεῖται, ἀπὸ πολλῶν ῥητῶν κινούμεθα καὶ ἑτέρων παρὰ τὰ προειρημένα. Οὐ θαυμαστὸν γὰρ εἰ μάστιξ ἅπτεται υἱῶν ὑμαρτηκότων, ὥς φησιν ὁ Σολομών· « Μαστιγοῖ δὲ πάντα υἱὸν, ὅν παραδέχεται.» Καὶ πάλιν ἐπιστατεῖν χρὴ μάστιγας καλεῖν τὰ τοῖς Αἰγυπτίοις διὰ τὸν Ἰσραὴλ συμβεβηκότα· ἐπεὶ υἱῶν ἐστιν τὸ μαστιγοῦσθαι. Καὶ γὰρ ἐν τῷ ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ εἴρηται· « Ἐὰν καταλείπωσιν υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ ἐν τοῖς κρίμασί μου μὴ πορευθῶσιν, ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσιν, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν. » Τούτων δὲ εἰρημένων, τὸ μὲν θλίβεσθαι οὐκ ἂν εἴη τῶν ἐφʼ ἡμῖν· τὸ δὲ δυσαρεστεῖσθαι καὶ ἐνδιδόναι τῶν ἐφʼ ἡμῖν ψεκτῶν· ὅπερ στενοχωρεῖσθαιὀνομάζουσιν αἱ Γραφαί. Τὸ δὲ πρὸς τῷ μὴ ἐνδιδόναι καὶ εὐφραίνεσθαι ἐν αὐταῖς, ὡς οὔσαις προφάσεσι μειζόνων ἄθλων καὶ ἐπαγγελιῶν, ἀγίων ἔργον, καθά φησιν ὁ Ἀπόστολος· « Ἐν παντὶ θλιβόμενοι, ἀλλʼ οὐ στενοχωρούμενοι.» Καὶ αἰτιώμενος Κορινθίους φησὶν αὐτοῖς προσιέναι στενοχωρίαν, οὕτω λέγων· « Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν, στενοχωρεῖσθε δὲ ἐν τοῖς σπλάγχνοις ὑμῶν. » Εἶτα παρακαλῶν αὐτοὺς διὰ τὴν τοῦ ἁγίου κατάστασιν, φησίν· « Πλατύνθητε καὶ ὑμεῖς. » Καὶ ὧδε τοίνυν εὐχαριστεῖ τῷ Θεῷ ὁ Προφήτης βοηθήσαντι αὐτῷ καὶ εὐρυχωρίαν δωρησαμένῳ τῇ προαιρέσει αὐτοῦ ἐν καιρῷ θλίψεως. Πλατύνει γὰρ ὁ Θεὸς οὐ παύων τοὺς κακοὺς, ἀλλὰ μεγαλοψυχίαν διδούς.

Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; Ἴνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖτε ψεῦδος, κ. τ. ἑ. Τὸ, « Υἱοὶ ἀνθρώπων (93), » ὁ μέν τις οἰήσεται περιφραστικῶς εἰρῆσθαι, ὡς καὶ Ἕλλησιν ἔθος· Υἷες Ἀχαιῶν· ἕτεροι δὲ ἀπὸ τοῦ Σωτῆρος ἀρξάμενοι πολλαχοῦ χρηματίζοντος Υἱοῦ ἀνθρώπου, τὴν αἰτίαν βουλεύσονται ἐξιχνεῦσαι καὶ περὶ τῶν ἀνθρώπων οὐχ ἀπλῶς λεγομένων, πολλάκις υἱῶν ἀνθρώπων χρηματιζόντων. Οὐδέπου γὰρ καὶ περὶ τοῦ Σωτῆρος περίφρασις ἂν εἴη τὸ Υἱοὶ ἀνθρώπου αὐτὸν ὀνομάζεσθαι, ἐπεὶ λέγεται· « Ἐξουσίαν ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι Υἱὸς ἀνθρώπου ἐστί.» Χρὴ τοίνυν καθόλου τοῦτο γινώσκειν, ὅτι ἡ ἅνθρωπος προσηγορία, ὅτε οἱ ἅγιοι θεοὶ προσαγορεύονται, ἐπὶ ψόγου λαμβάνεται· ὅτε δὲ κτήνη καὶ θηρία οἱ ἁμαρτωλοὶ, ἐπὶ ἐπαίνου καλοῦ τάσσεται. Καὶ τοῦ μὲν προτέρου παράδειγμα· « Ἐγὼ εἷπα· Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες· ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε, καὶ ὡς εἷς τῶν [*](5 Psal. XXXIII. 20. 6 Psal. XXXI, 10. 7 Prov XIII. 2. 8 Psal. LXXXVIII, 31, 32, 33, 9 II Cor. IV, 8. 10 II Cor. VI, 12. 11 II Cor. VI, 13. 12 Joan. V. 27. 13 Psal. LXXXI, 6. 7.) [*]((93) Τὸ, Υἱοὶ ἀνθρώπων, etc. Cod. Roe. Baroccianus, schedæ Combefisii, Barbarus.)

1140
ἀρχόντων πίπτετε· » καί· « Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; » τοῦ δὲ δευτέρου· « Ἀνθρώπους καὶ κτήνη σώσεις, Κύριε. » Πρῶτον γὰρ υἱὸν ἀνθρώπου, πρόσωπον ὡρισμένον ἐν Γραφῇ ὀνομαζόμενον Θεὸν, ἐπὶ τῇ παρούσῃ μνήμῃ τὸν Δανιὴλ εὑρίσκομεν καὶ μετὰ τοῦτον τὸν Ἰεξεκιὴλ προφήτας ἐν τῇ αἰχμαλωσίᾳ γενομένους· οὐδένα δὲ πρὸ τῆς αἰχμαλωσίας, ὅσον ἐφʼ οἶς ἱστοροῦμεν κατὰ τὰ ἀναντίῤῥητα τῶν ἀναφερομένων βιβλίων θεοπνεύστων. ταύτῃ τῇ προσηγορίᾳ καλούμενον. Τί δὲ δεῖ λέγειν περὶ τοῦ Σωτῆρος, τῶν Εὐαγγελίων πεπληρωμένων ταύτης τῆς φωνῆς; Καὶ οἱόμεθα, διὰ τὸ ἁμαρτωλοὺς γεγονέναι τοὺς ἐν τῇ αἰχμαλωσίᾳ, εἰς ὀνειδισμὸν ἐκείνων τὸν Δανιὴλ μόνον σώσαντα τὸ ἀξίωμα τῆς τοῦ ἀνθρώπου καὶ κατʼ εἰκόνα καὶ ὁμοίωσιν γενομένης φύσεως. ἀκούειν τὸ. « Υἱὲ ἀνθρώπου. » Τὸ δ᾿ αὐτὸ λεκτέον καὶ περὶ τοῦ Ἰεζεκιήλ. Ἄνθρωπος γὰρ πρῶτος ὠνομάσθη ὁ κατʼ εἰκόνα καὶ ὁμοίωσιν πεποιημένος ὑπὸ τοῦ Θεοῦ, καὶ οὕτως ἂν εἴη κυρίως ἄνθρωπος. Ἐπισκεπτέον δὲ καὶ ἐπὶ τοῦ Σωτῆρος, εἰ τὸ ἀνθρώπινον αὐτοῦ Υἱὸς ἀνθρώπου, ἀνθρώπου πατρὸς ὄντος τῷ ἀνθρωπίνῳ τῆς εἰκόνος τοῦ Θεοῦ τοῦ ἀοράτου. Καὶ τὸ εἰρημένον δὲ, « Οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, » ὑπεροχὴν δηλοῖ τῶν υἱῶν τῶν ἀνθρώπων παρὰ τοὺς γηγενεῖς. Ἀλλὰ πρὸς τὴν λέξιν, ἐπεὶ ἐπιπλήττονται ἐνθάδε ἀκούοντες τὸ, « Ἕως πότε βαρυκάρδιοι, » καὶ τὰ ἐξῆς, οὐ καλῶς δόξουσιν ἀντιῤῥήσεις περὶ υἱῶν ἀνθρώπων παρατεθεῖσθαι, εἰ μὴ ἄρα διττὸν τὸν ἄνθρωπον δεῖ λαμβάνειν, καθὰ ὑπέλαβεν ὁ Ἀπόστολος λέγων· « Ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοῖκός· ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Οἷος ὁ χοϊκὸς, τοιοῦτοι καὶ οἱ χοϊκοί· καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. » Πάλιν δὲ καὶ οὕτως, διὰ τὸ προστάσσεσθαι γνῶναι, ὅτι Κύριος « ἐθαυμάστωσε τὸν ὅσιον αὐτοῦ, » τοὺς υἱοὺς τῶν ἀνθρώπων. ζητηθήσεται πῶς οἱ κατὰ τὸ χεῖρον υἱοὶ τῶν ἀνθρώπων προστάττονται ἔργον τῶν ἁγιωτάτων ποιῆσαι. Τὸ γὰρ γῶναι ὅτι ἐθαυμάστωσεν ὁ Κύριος τὸν ὅσιον αὐτοῦ, ἁγιωτάτων ἐστὶ κατόρθωμα. Εὐχερὲς δὲ λῦσαι τοῦτο, ἐπεὶ δύναται ὁ αὐτὸς μὲν ἐν χείροσιν ὢν Υἱὸς ἀνθρώπου εἶναι κατὰ τὸν ἄνθρωπον τὸν χοῖκόν· μεταβαλὼν δὲ, ὅπερ οὐκ ἔστιν ἀδύνατον, γενέσθαι Υἱὸς ἀνθρώπου κατὰ τὸν ἄνθρωπον τὸν ἐπουράνιον. Οὖτοι δὲ οἱ υἱοὶ τῶν ἀνθρώπων οἱ κατὰ τὸ δεύτερον, ἅτε υἱοὶ τυγχάνοντες τοῦ ἐκ γῆς χοϊκοῦ, καὶ βαρυκάρδιοι εὐλόγως λέγοιντο, καὶ ἀγαπᾷν ματαιότητα, ζητεῖν τε ψεῦδος. Νοῦς γὰρ σαρκὸς ἐν αὐτοῖς καὶ ἀγάπη σωματικὴ, καὶ ζήτησις τοῦ τῆς ἀληθείας ἐχθροῦ, τουτέστι τοῦ ψεύδους. Βαρυκάρδιοι γὰρ οἱ τὴν καθεζομένην ἐπὶ τάλαντον μολίβδου ἀνομίαν ἔχοντες ἐν τῇ καρδίᾳ, ἥτις ὡς κατωφερὴς δύσεται σὺν Αἰγυπτίοις ὡσεὶ μόλιβδος ἐν ὕδατι σφοδρῷ τῶν κυμάτων τοῦ βίου. Ἐναντίοι δὲ τοῖς βαρυκαρδίοις οἱ ὑπὸ τὸν ζυγὸν Ἰησοῦ ἐλαφρὸν τυγχάνοντες. Τάχα δὲ, ἐπεὶ καὶ οἱ μεμαθητευμένοι υἱοί εἰσι τοῦ μαθητεύσαντος, [*](14 I Cor. III, 3. 15 Psal. XXXV, 7. 16 Psal. XLVIII, 2. 17 I Cor. XV, 47. 18 Psal. IV, 4.)
1141
οἱ δὲ διδάσκοντες, αὐτοὶ κατʼ εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ, οἱ μαθητευθέντες μὲν, οὐκ ἄξιοι δὲ τῶν διδαξάντων γεγενημένοι, ὀνειδίζοιντο ἂν ὡς υἱοὶ ἀνθρώπου βαρυκάρδιοι, ταῖς δοθείσαις ἀφορμαῖς εἰς τὸ καθαρὰν γενέσθαι τὴν καρδίαν οὐ κατηκολουθηκότες. Καὶ γὰρ ἔθος τοὺς διδασκομένους, καὶ μὴ παρακολουθοῦντας τοῖς λεγομένοις, βαρυκαρδίους καλεῖσθαι ὑπὸ τῶν διδασκόντων διὰ τὸ παχὺ τῆς καρδίας. Διὰ τοῦτο δὲ καὶ ζητοῦσι τὸ ψεῦδος ὡς μὴ ὁρῶντες τὸ ἀληθές. Εἰ δὲ βαθύτερον, ἐπεὶ ἀλήθειά ἐστιν ὁ Σωτὴρ, δῆλον, ὅτι ἐχθρὸς ἂν εἴη τούτῳ λόγος ψευδὴς τὸ ἀληθὲς ἐπαγγελλόμενος, ὃν ἀντίχριστον ὁ Ἰωάννης πολλάκις φησίν. Ἐὰν δὲ κατὰ περίφρασιν λαμβάνῃ τις τὸ, «υἱοὶ ἀνθρώπων, » ἀντὶ τοῦ, « ἄνθρωποι, » τὸ ὡς ἐπὶ τὸ πλεῖστον ἐν ἀνθρώποις ὂν τὸ βαρυκάρδιον αἰτιᾶται, ἵνα τὸ οὕτως εἴπω βαρυήκοον αὐτοῦ ἀποβαλόντες κατασκευάσωσιν ἀγχίνοιαν, καὶ ἵνα τὴν --- τοῦ ζητεῖν τὴν δύναμιν ἐν τῇ ψυχῇ ἀποστήσαντες ὧν οὐ χρὴ, ἅτινα ψευδῆ πάντα ἐστὶν, ἐφʼ ἃ δεῖ μεταγάγωσι, καὶ ζητήσωσι τὴν ἀλήθειαν.

Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν, κ. τ. ἑ. Μεγάλη φωνὴ (94) ἡ φθάνουσα πρὸς Θεὸν, οὐχ ἣ παρὰ τοῖς ἀνθρώποις ἐστὶ γεγωνυῖα καὶ ἐπιτεταμένη κατὰ τὴν μείζονα πληγὴν τοῦ ἀέρος, ἀλλʼ ἡ τοῦ ἡγεμονικοῦ καθαρὰ καὶ ἀθόλωτος διέξοδος τῶν πρὸς Θεὸν ἀναπεμπομένων λόγων. Ἰστέον γὰρ, ὅτι ἔστι τις καὶ τοῦ κρυπτοῦ τῆς καρδίας ἀνθρώπου φωνὴ μὴ συγχρωμένη τῷ σώματι, ἣν ἔσθ᾿ ὅτε εἰς αὐτὸν συναχθεὶς, καὶ εἰσελθὼν εἰς τὸ ταμιεῖόν σου, καὶ τὴν θύραν τῶν αἰσθητηρίων ἀποκλείσας, καὶ πᾶς γενόμενος ἔξω σώματος ἀναπέμπει πρὸς τὸν μόνον ἀκούοντα τοιαύτης φωνῆς. Διὰ τοῦτό τοι μηδεμιᾶς αἰσθητῆς φωνῆς ὑπὸ τοῦ Μωϋσέως ἀναγεγραμμένης γεγονέναι φησὶ πρὸς αὐτὸν, ὡς ἀπὸ τῆς Ἐξόδου μεμαθήκαμεν· Τί βοᾷς πρός με; » Βραχεῖα δὲ πᾶσα φωνὴ ἡ περὶ τῶν ἐπιγείων καὶ μικρῶν, καὶ ταπεινῶν διέξοδος, καὶ αἴτησις ἀπὸ Θεοῦ· ἣν ἀπαγορεύων ὁ Σωτὴρ προσφέρειν τῷ Πατρί φησιν· « Αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ ὑμῖν προστεθήσεται· αἰτεῖτε τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια προστεθήσεται ὑμῖν. »

Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε, κ. τ. ἑ. Ἡ, ὀργίζεσθε, » φωνὴ (95) σημαίνει τὸ προστακτικὸν κατηγόρημα· σημαίνει δὲ καὶ τὸ ὁριστικὸν ὑπό τινων καλούμενον διαβεβαιωτικὸν, οἷον· ὀργιζόμεθα, ὀργίζεσθε, ὀργίζονται. Πάλιν κατὰ ἅλλον τρόπον ἡ ὀργὴ προσηγορία, ἀφʼ ἧς ἐσχημάτισται τὸ, « ὀργίζεσθε, » σημαίνει τι προαιρετικὸν, ἣν ὡρίσαντό τινες ὅρεξιν ἀντιτιμωρήσασθαι τοὺς ἠδικηκέναι δοκοῦντας. Δηλοῖ δὲ καὶ ἀπροαίρετον, ὃ καλοῦσί τινες προπάθειαν γινομένην, ἐπί τισι δὲ ἐρεθισμοῖς ἕλκουσαν ἐφʼ ἣν προωρισάμεθα ὀργήν. Τὸ ἕτερον τοίνυν τὸ, « ὀργίζεσθε, ἐὰν λαμβάνωμεν, λέγω δὲ τὸ ἀπροαίρετον τὸ [*](19 I Joan. II. 20 Exod. XIV, 15.) [*]((94) Μεγάλη φωνή, etc. Schedæ Combefisii, et Grabii, codex Coislinianus, Daniel Barbarus.) [*]((94·) Vide Millii Nov. Testam. Matth. VI, 25.) [*]((25) Ἡ « ὀργίζεσθε, » φωνή, etc. Codd. Barocc. Roc, schedæ Combefisii, et Daniel Barbarus.)

1145
Ἠλίου περὶ Ἀχαάβ· καὶ εἶπε Κύριος· Ἑώρακας ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου μου; Οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ. » Καὶ ἐν τῷ δὲ πεντηκοστῷ ἐννάτῳ ψαλμῷ· « Συνέσεισας, » φησὶ, « τὴν γῆν, καὶ συνετάραξας αὐτήν. Ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη. Ἔδειξας τῷ λαῷ σου σκληρά· ἐπότισας ἡμᾶς οἷνον κατανύξεως. Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου. » Πεποτίσθαι γὰρ ὁμολογεῖ τῷ οἴνῳ τῆς κατανύξεως ὁ Προφήτης. Καὶ ἐπεὶ, ἵνʼ οὕτως εἴπω, ἔπεψε τοὺς λόγους τοὺς ἐλεγκτικοὺς, καὶ πέπονθεν ἀπʼ αὐτῶν τὸν κατανυγμὸν, διὰ τοῦτο εἰληφέναι ὁμολογεῖ μετὰ τῶν φοβουμένων τὸ Θεῖον σημείωσιν εἰς τὸ φυγεῖν τὰ βέλη τὰ ἀπὸ τοῦ τόξου πεμπόμενα τοῦ Θεοῦ ἐπὶ τοὺς ἀσεβεῖς καὶ παραμείναντας ἐπὶ τοῖς ἁμαρτήμασι, καὶ μὴ μετανοήσαντας. Καὶ ἐν τῇ Γενέσει· « Εἶπε δὲ Ἠσαῦ πρὸς τὸν πατέρα αὐτοῦ· Μὴ εὐλογία μία σοί ἐστι, πάτερ; Κατανυχθέντος δὲ Ἰσαὰκ, ἀνεβόησε φωνῇ Ἠσαῦ, καὶ ἕκλαυσεν. » Ἀντὶ μέντοι τοῦ, κατανύγητε, « σιωπήσατε » Ἀκύλας καὶ Θεοδοτίων ἐκδεδώκασιν· ὅπερ ὁ Σύμμαχος « ἡσυχάσατε » ἑρμήνευσε σαφέστερον ἐκτιθέμενος τὸ ἀπὸ τῶν ῥητῶν δηλούμενον· ὅπερ τοιοῦτον ἔχει νοῦν· Ἐπὶ τῆς κοίτης ὑμῶν ἐν ἑαυτοῖς κατὰ τὸ κρυπτὸν διαλέχθητε· δῆλον δʼ ὅτι τὰ μεθʼ ἡμέραν πεπραγμένα καὶ τὰ περὶ αὐτοὺς ἐπισκεψά- μενοι οὔτως ἡσυχάσατε.

Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον, κ. τ. ἑ. Ὁ ἐξ ἀδίκων πόρων (97) προσφέρων οὐ δικαιοσύνης θύει θυσίαν, καὶ ὁ μὴ κατʼ ἀξίαν ὦν κέκτηται μερίζων τοῖς δεομένοις, καὶ ὁ ἐκ λύπης κοὶ ἐξ ἀνάγκης διδούς. Σαφέστατα δὲ διδάσκει, ὅτι οὐ περὶ τῶν θυσιῶν ὧν ἐξειλήφασιν οἱ ἐντυγχάνοντες τοῖς βιβλίοις, περὶ τούτων ἐνετείλατο ὁ θεῖος λόγος· ἔφη γὰρ ἐν τεσσαρακοστῷ ψαλμῷ· « Ὁ Θεὸς, Θεός σου εἰμὶ ἐγώ. Οὐκ ἐπὶ ταῖς θυσίαις σου ἐλέγξω σε· τὰ δὲ ὁλοκαυτώματά σου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Οὐ δέξομαι ἐκτοῦ οἴκου σου μόσχους, οὐδ᾿ ἐκ τῶν ποιμνίων σου χειμάῤῥους· ἐμὰ γάρ ἐστι πάντα τὰ θηρία τοῦ ἀγροῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ὡραιότης ἀγροῦ μετʼ ἐμοῦ ἐστιν. Ἐὰν πεινάσω, μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς. Μὴ φάγομαι κρέα ταύρων, ἢ οἷμα τράγων πίομαι; Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐνὰ· σου. Καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Καὶ ἐν τῷ πεντηκοστῷ· « Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον. Καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει » Καὶ ἐν ἄλλοις· « Τὰ ὁλοκαυτώματα ὑμῶν καὶ αἱ θυσίαι οὐχ ἥδυνάν μοι.» Ἔτι δὲ καὶ ἐν τῷ Ἱερεμίᾳ· « Οὐ ταῦτα, φησὶν, ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ᾗ ἡμέρᾳ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, περὶ ὁλοκαυτωμάτων καὶ θυσίας· ἀλλʼ ἣ τὸ ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς λέγων· [*](22 Psal. LIX, 4. 5. 6. 23 Genes. XXVII, 38. 24 Psal. XLIX, 7 et seqq. 25 Psal. I, 18. 2⁶ Jerem. VI, 20. 27 Jerem VII, 22 et seqq.) [*]((97) Ὁ ἐξ ἀδίκων πόρων, etc. Corderius, Barbarus, Codex Bareccianus et Roe 4.)

1148
Ἔκαστος κατὰ τοῦ πλησίον ἐν τῇ καρδέᾳ κακίαν μὴ μνησικακείτω. καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε· Διότι ταῦτα πάντα ἐμίσησα, λέγει Κύριος παντοκράτωρ.» Σαφῶς γοῦν διὰ τούτων. πάντων διδάσκει ἐξετάζειν τίς ὁ περὶ τῶν θυσιῶν τόπος· καὶ ὑποβάλλει γε ἀφορμὰς τὰ λόγια λέγοντα· « Τῷ Θεῷ θυσία πνεῦμα συντετριμμένον· » ὥσπερ καὶ ἐνθάδε· « Θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον. » Καὶ αὐτὸς δὲ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐπιστρέφει τοὺς μὴ νοοῦντας τὰ προφητικὰ, καὶ διὰ τοῦτο περὶ τὰς σωματικὰς θυσίας ἐπτοημένους, λέγων· « Εἰ δὲ ἐγνώκειτε τί ἐστιν· Ἔλεος θέλω καὶ οὖ θυσίαν, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους. » Κεῖται δὲ ἡ λέξις ἐν ἐνὶ τῶν δώδεκα οὕτως ἔχουσα· « Διότι ἔλεος θέλω καὶ οὐ θυσίαν, ἐπίγνωσιν Θεοῦ ἢ ὁλοκαυτώματα. » Ὅτι δὲ ταῦτα νομοθεσία ἐστὶ περὶ θυσιῶν, ἐδίδαξεν ὁ Παῦλος εἰπὼν τὸ· « Οἴτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων. » Ἀγωνιστέον τοίνυν τῷ ἐντυγχάνοντι τοῖς περὶ θυσιῶν νόμοις ἑκατέρως αὐτοὺς διηγήσασθαι, κατά τε τὸ συμβολικὸν καὶ κατὰ τὸ ἀποῤῥητότερον καὶ μυστικὸν ἐξετάζοντι. Ταῦτα ἐν ἐπιτομῇ ἡμῖν σεσημείωστο βουλομένοις διηγήσασθαι τὸ, « Θύσατε θυσίαν δικαιοσύνης· » καὶ ἀκολούθως τὸ, « Ἐλπίσατε ἐπὶ Κύριον. » Οὐ γὰρ ἔστιν εὐλόγως ἐλπίσαι πρὶν δικαιοποιῆσαι· τῷ δικαιοπραγοῦντι δὲ πεποιθότως ἔστιν ἐλπίσαι, καὶ τὰ τοῦ Κυρίου ἀγαθὰ προσδοκῆσαι· ἐλπὶς γάρ ἐστι προσδοκία ἀγαθῶν. Ἐπεὶ δʼ ἐζήτηται παρὰ πολλοῖς, εἰ ὁ καλὸς καὶ ἀγαθὸς ἐλπίσει τι, ὡς τοὺ τελείου ἀπέχοντος τὰ ἀγαθὰ, καὶ ἐν οὐδενὶ ἐλλεί ποντος, καὶ διὰ τοῦτο οὐδὲν ἐλπίζοντος, ἀπόντων γάρ ἐστιν ἡ ἐλπὶς, ἑτέρου δὲ τοῦ εἶναι χρηστὰς ἐλπίδας, ἀεὶ τοῖς καλοῖς καὶ ἀγαθοῖς ἀγαθῶν τὰ ἀγαθὰ αὐτῶν συνεχέστατα διαδεχομένων· φέρε καὶ ἡμεῖς ὀλίγα κατὰ τὸ βούλημα τᾶν Γραφῶν περὶ τοῦ προβλήματος διαλάβωμεν. Σαφέστατα δὴ προτρέπουσιν ἡμᾶς ἐλπίζειν ἐπὶ Κύριον τὰ ἱερὰ λόγια. « Ἐλπισάτω » γὰρ, φησὶν, « Ἰσραὴλ ἐπὶ τὸν Κύριον· καὶ, «Οἶκος Ἰσραὴλ ἤλπισεν ἐπὶ τὸν Κύριον· βοηθὸς αὐτῶν καὶ ὑπερασπιστὴς αὐτῶν ἐστι. » Τῷ δὲ τελείῳ ἐν τῷ ἐννενηκοστῷ ψαλμῷ μετὰ τῶν ἅλλων ἐπαγγελιῶν λέγεται τὸ, « Ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. Ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. » Ὁ δὲ Παῦλος ἐν ᾧ κρέμαται ὁ νόμος καὶ οἱ προφῆται, βουλόμενος παραστῆσαι ὁποῖός ἐστι, (λέγω δὲ τὴν ἀγάπην·) φησίν· « Ἡ ἀγάπη πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. » Εἰ δὲ τὸ μηδέποτε ἐκπίπτειν τελείου ἐστὶν ἔργον, ἀγάπης ὑπάρχον, καὶ τὸ πάντα ὑπομένειν διὰ τὴν ἀγάπην ὑπεράνω γινομένου παντὸς ἐπιπόνου, καὶ τὸ πάντα πιστεύειν, δῆλον δʼ ὅτι τὰ ὄντα καὶ τὰ ἀληθῆ· οὐ γὰρ ἐν τοῖς πᾶσι τὰ ψευδῆ ἀριθμητέον, τὴν ἀρχὴν οὐδὲ ὄντα. Ὁ γὰρ τὴν ἀγάπην κατορθώσας τέλειος καὶ βέβαιος ἐν τῇ σωτηρίῳ πίστει τῇ περὶ ἑνὸς ἐκάστου τῶν πιστοῦσθαι ἀναγκαίων ἐστί· δῆλον ὅτι καὶ τὰ πάντα ἐλπίζειν, καὶ μηδὲν δυναμένων ἁγίῳ ἀποκεῖσθαι ἀπογινώσκειν, οὐδενὸς ἅλλου ἢ τοῦ τελείᾳ ἀγάπῃ [*](28 Matth. XII, 6. 29 Osee. VI, 6. 30 Hebr. VIII, 5. 31 Psal. CXXX, 3, 32 Psal. CXIII, 9. 33 Psal. XC, 4. 34 I Cor. XIII, 5.)
1149
κεκοσμημένου ἔργον ἂν ὑγιῶς λέγοιτο· ὡς, εἰ, κατακερματίζοντες τὸ πάντα ἐλπίζειν, βουλόμεθα διηγήσασθαι, ἐροῦμεν, ὅτι κληρονομῆσαι βασιλείαν οὐρανῶν καὶ παρακληθῆναι, καὶ υἱοὶ Θεοῦ κληθῆναι, καὶ Θεὸν ὄψεσθαι, καὶ χορτασθήσεσθαι ἧς πεινᾷ καὶ διψᾷ δικαιοσύνης, καὶ τοῦ τελείου ἐλέου μεταλήψεσθαι, καὶ ἀπαξαπλῶς ἐν πᾶσιν ἕσεσθαι οἷς ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς, καὶ Σωτὴρ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. « Ὀφθαλμὸς γὰρ οὐκ εἷδε καὶ οὗς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. »

Πολλοὶ λέγουσι· Τίς δείξει ἡμῖν τὰ ἀγαθάς κ. τ. ἑ. Οἱ μὲν ἁπλούστεροι (98) ὑπολήψονται λέγεσθαι ἐνταῦθα, ὅτι, τῶν ἀποκειμένων ἐν ἐπαγγελίᾳ κηρυσσομένων, οἱ πολλοὶ λέγουσιν, ὅτι, Τίς ταῦτα ἡμῖν δείξει, καὶ ἐν αὐτοῖς γενέσθαι ποιήσει; δῆλον ὅτι πληχθέντες μὲν ὡς περὶ ἀληθῶν, καὶ ὀρεχθέντες αὐτῶν, διὰ δὲ τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην κατὰ πολλὰ τῶν ἁμαρτανομένων οὐ πάνυ τι αὐτοῖς δεδωκότες τὸ ὄψεσθαι αὐτὰ καὶ ἐν αὐτοῖς ζήσεσθαι. Ἕτεροι δὲ οὕτω διηγήσονται τὸ λεγόμενον, ὅτι τὰ ἐν ἐπαγγελίᾳ ἀναγεγραμμένα τοῖς ἐκλεκτοῖς δοθήσεσθαι οὐ πάνυ τί ἐστι σαφῶς καὶ τρανῶς συνιέναι μὴ οὐχὶ σοφοὺς γεγενημένους· οἷον τίς ἡ γῆ ἣν κληρονομήσουσιν οἱ πραεῖς· καὶ τί τὸ κληρονομῆσαι αὐτὴν νοητέον, ἢ τί τὸ διὰ τὴν καθαρότητα τῆς καρδίας ὄψεσθαι Θεὸν ἀόρατον τυγχάνοντα, ὃν οὐδεὶς ἑώρακε πώποτε· τίνος δὲ γινομένου καὶ ποταπῶν συμβαινόντων οἱ ἐπὶ τοῦ παρόντος πενθοῦντες ὕστερον παρακληθήσονται· τίς δὲ καὶ ποταπὴ ἡ βασιλεία τῶν οὐρανῶν. Πολλοὶ οὖν ἀκούοντες τὰ ἀναγεγραμμένα ἀγαθὰ βουλόμενοι αὐτὰ τῇ διανοία θεάσασθαι καὶ συνιέναι. λέγουσι τὸ, « Τίς ἔσται ὁ δείξων ἡμῖν ἀγαθά; » Σπάνιος γὰρ ἀληθῶς ὁ δυνάμενος δεικνύναι, ὡς διηγησάμεθα, τὰ ἀγαθὰ, ὁποῖος ὁ Παῦλος ἧν δυνάμενος αὐτὰ λόγῳ παραστῆσαι, ὥς φησί που τό· « Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα ἴδωμεν τὰ ἀπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν, ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλʼ ἐν διδακτοῖς πνεύματος, πνευματικὰ πνευματικοῖς συγκρίνοντες. » Τετηρήκαμεν πολλάκις τὸ, «τίς,» ἐν τῇ Γραφῇ ἐπὶ τοῦ σπανίου τεταγμένον, ὥσπερ ἐν τῷ· « Τίς πιστὸς καὶ φρόνιμος οἰκονόμος; » καί· « Τίς σοφὸς καὶ συνήσει ταῦτα; » καί· « Κύριε, τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου;» Οὕτως καὶ ἐνθάδε λέγεται τὸ, «Τίς δείξει ἡμῖν τὰ ἀγαθά; »