Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Ἰούδας ἀνέβη (82) μὲν εἰς τὸ ὄρος Κυρίου, οὐκ ἔστη δὲ ἐν τόπῳ ἁγίῳ αὐτοῦ· οὐ γὰρ ἦν ἀθῶος χερσὶν, οὐδὲ καθαρὸς τῇ καρδίᾳ, ἀλλὰ κλέπτης ὢν τὰ βαλλόμενα βαστάζων. Τοῦ αὐτοῦ. Ἀλλʼ ἐπεί τινες (85) τὰς μὲν πράξεις ἔχουσι καθαρὰς, οὐκ εἰσὶ δὲ καθαροὶ τῇ καρδίᾳ. προσέθηκε τὸ, « καθαρὸς τῇ καρδίᾳ. » Δεῖ γὰρ τὸν ἐν πράξεσι κατορθοῦντα καὶ καθαρὸν ἐν τῇ γνώσει τυγχάνειν.

Αὕτη ἡ γενεὰ ζητούντων αὐτὸν, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. Ἀλλʼ οὐδεὶς ζητῶν (84) πρόσωπον τοῦ Θεοῦ, ἐνθάδε πρόσωπον θεοῦ ὄψεται· « Οὐ γὰρ ὄψεται ἄνθρωπος ὢν τὸ πρόσωτόν μου, φησὶ, καὶ ζήσεται.» Μεταβάλλειν σε δεῖ, ἴνα. ζητῶν τὸ πρόσωπον τοῦ Θεοῦ ἴδῃς αὐτό. Ἀποθέσθαι δεῖ πάντα τὰ ἀνθρώπινα· ἄγγελον ἤδη καὶ Θεὸν γενέσθαι δεῖ· « Μὴ καταφρονήσητε γὰρ, φησὶν Σωτὴρ, ἑνὸς τούτων τῶν μικρῶν τῶν ἐν τῇ Ἐκκλησίᾳ. Ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι οἱ ἄγγελοι αὑτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. » Αὕτη οὗν ἡ γενεὰ ζητούντων τὸν Κύριον, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ.

Τοῦ αὐτοῦ. Εἰ ἀγγέλων ἐστὶ τὸ βλέπειν (85) πρόσωπον τοῦ Θεοῦ διαπαντὸς, τοῦτο δὲ τὸ πρόσωπον καὶ οἱ ἄνθρωποι ζητοῦσιν ἰδεῖν, ἀγγέλων ἄρα καὶ τέ ἄνθρωποι γνῶσιν ἐπιζητοῦσιν, εῖγε δυνατὸν ἄρτονἀγγέλων φαγεῖν τὸν ἄνθρωπον.

Ἄρατε πύλας, οἱ ἄρχοτες, ἐμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τ?? δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δύξφ Κύριος τῶν δυνάμεων, κ. τ. ἑ. Πύλας δὲ λέγει τὰς ἀρετάς· « Ἀνοίξατε γάρ μοι, φησὶ, πύλας δικαιεσννης. » Ὡς δὲ δικαιοσύνης ἀνοίγονται πύλαι, οὕτως ?? σωφροσύνης καὶ ἀνδρείας καὶ ἀγάπης καὶ μακραθυμίας, διʼ ὧν εἰσέρχεσθαι πέφυκε γνῶσις Θεαῦ, ὡσανεὶ Θεοῦ προηγουμένου αὐτῶν, λύσαντος μὲν τὸ αἰχμαλωσίαν, νικητὰς δὲ ἀποφήναντος τοὺς αἰχμκλώτους. Καὶ εἰσιόντες εἰς πόλιν λαμπρὰν ἐπὶ τροπαίων ἐπιδείξει ἐγκελεύονται οἱ δῆμοι· « Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν. »

[*](46 Exod. XXXIII, 20. 47 Matth. XVIII, 10. 48 Psal. CXVII,19.)[*](nus. Apud Corderium vero et in codice Roe ?? ribus vertis habentur.)[*]((85) Εἰ ἀγγέλων ἐστὶ τὸ βλέτεαν, etc. Codex Coisdnianus, et schedæ Grabii.)[*]((86) Πύλας δὲ λέγει, etc. Codex Cuisdinianus, schedæ Grabii, partimque Barbarus.)
1269

Τοῦ αὐτοῦ. Οὐκ εἶπεν (87), Ἀνοίξατε τὰς πύμας ὧν ἡγεῖσθε καὶ τυγχάνετε φύλακες, ἀλλʼ ἄρατε·» ὡς γὰρ κατιὼν κλίνας οὐρανοὺς, οὐκ ἀνοίξας κατέβη, τὸν αὐτὸν τρόπον ἀναληφθεὶς, οὐκ ἀνοιχθεισῶν τῶν πυλῶν εἰσῆλθεν, ἀλλʼ αἱρουμένων.

Τοῦ αὐτοῦ. Καὶ ἐπάρθητε, πύλαι αἰώνιοι. Ὡς λογικαῖς (88) δὲ ταύταις φησὶ τὸ, « ἐπάρθητε· » πνευματικαὶ δέ εἰσι, καὶ οὐ πρόσκαιροι διὰ τὸ ἄϋλον καὶ ἀκήρατον.

Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ, κ. τ. ἑ. « Θαρσεῖτε, » φησὶν (89) ὁ Σωτὴρ, « ἐγὼ νενίκηκα τὸν κόσμον· νῦν ἄρχων τοῦ κόσμου τούτου ἐμβληθήσεται ἔξω. »

Κύρος δυνάμεων, αὐτός ἐστι οὖτος ὁ βασιλεὺς τῆς δόξης, κ. τ. ἑ. Δυνάμεων Κύριον (90) αὐτὸν εἶπον ὡς ἄρχοντα στρατοπέδων. Σημειωτέον δὲ, ὅτι οἱ τὰ Ἐβραίων ἠκριβωκότες φασί· Τὴν« Σαβαώθ » φωνὴν ἐν τῷ Ἑβραϊκῷ κειμένην εἰς Ἑλλάδος φωνὴν οἱ Ἑβδομήκοντα μεταλαμβάνοντες, ὁτὲ μὲν τὸ, « Κύριος τῶν δυνάμεων, » ὁτὲ δὲ τὸ, « Κύριος κραταιὸς,» ὁτὲ δὲ τὸ, « παντοκράτωρ,» ἔταξαν. Λέγουσι γοῦν, ὅτι καὶ ἐν τῷ τόπῳ τούτῳ κειμένη τοῦ « Σαβαὼθ » ἡ μετάληψις εἰς τὸ, « Κύριος τῶν δυνάμεων, » γέγονεν. Εἰ δὲ τὸ « Σαβαὼθ ἐπὶ τοῦ Σωτῆρος κεῖται, ἑρμηνεύεται εἰς τὸ « παντοκράτωρ. » Εἰκότως ἡ « παντοκράτωρ » φωνὴ τοῦ Σωτῆρος κατηγορηθείη. Εἰ γὰρ « πάντα διʼ αὐτὸν γέγονε,» καὶ αὐτός ἐστι πρὸ πάντων, ἀκολούθως παντοκράτωρ λέγεται.