Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες δακενῆς, κ. τ. ἑ. Ἔστι καὶ μὴ διακενῆς (91) ἀνομῆσαι. « Ἐγενόμην τοῖς ἀνόμοις ὡς ἄνομος· » αὕτη ἡ ἀνομία οὐ διακενῆς. Στρέψον, Δέσποτα, τὴν αἰσχύνην εἰς τοὺς ἀνομοῦντας ἡμᾶς, οὐδὲν ἠδικηκότας. Τοῦτο γὰρ λέγει « διακενῆς.»

Τὰς ὀδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαβόν με, κ. τ. ἑ. Ὁ θέλων γνῶναι (92) τὰς ὀδοὺς τοῦ Κυρίου γενέσθω πραΰς· « Διδάξει » γὰρ, φησὶ, « πραεῖς ὀδοὺς αὐτοῦ,» τοὺς καταπαύσαντας τὴν ἐν τῇ ψυχῇ ἄπαυστον μάχην θυμοῦ καὶ ἐπιθυμίας καὶ τῶν τούτοις ὑποβεβλημένων παθῶν. Τὸ, « Γνώρισόν μοι, καὶ δίδαξον, » ἐπὶ πράγματα λέγει. Βούλεται γὰρ εἰπεῖν, ὅτι, Ἐν ἀπολαύσει με κατάστησον τῶν πράξεών σου, τουτέστιν, Ἐπάγαγέ με εἰς τὰ οἰκεῖα· ὅθεν ἐπιφέρει· « Ὁδήγησόν με εἰς τὴν ἀλήθειάν σου. »

Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ νησθῇς, κ. τ. ἑ. Ἐφʼ οἷς γὰρ ἔτι (93) πλημμελεῖ [*](49 Joan. XVI, 33. 50 Joan. XI, 31. 51 Joan. 1, 3. 59 I Cor. IX, 21.) [*](bii, Darbarus.) [*]((92) Ὁ θέλων γνῶνα, ete. Schedæ Grabi, et codex Coislnianus, ac llarbarus.) [*]((93) Ἐφʼ οἰς γὰρ ἔτι. etc. Schedæ Grbii, partimque Corderaus. Nonnulla tamen iisdem fers verbis habent Eusebius, et lhdymus in Catena Barbari.)

1272
τις οὐκ ἐξομολογτῖται μετανοῶν· ὡς καὶ τὰ ἔα νεότητος ἡμαρτημένα καὶ ἠγνοημένα οὐκέτι ἐνεργείται τῷ τὴν νεότητα διαβεβηκότι. Λέγοι δʼ ἄν τις νεότητος καὶ τὸ τοῦ ἤθους ἄστατον, ὅτε τις ἀγνοῶν ἁμαρτάνει, μέχρι Θεὸς αἴσθησιν τῷ τοιούτῳ χαρίζηται. Εἴρηται γὰρ, « Ἵνα δῷ ἀκάκοις πανουργίαν. Οὐχ ἀρμόττει δὲ ταῦτα τῷ Δαυΐδ, οὗ μηδὲν ἁμάρτημα νεοτητος φέρεται, ἀλλὰ πάντας μᾶλλον διδάσκει τπις περιπεπτωκότας ἁμαρτήμασι νεωτερικοῖς καθάπερ τραύματα παλαιὰ δεικνύναι ταῦτα τῷ δυναμένῳ θεραπεῦσαι διὰ τῆς ἐξομολογήσεως.

Κατὰ τὸ ἔλεός σου μνήσθητί μου, ἕνεκεν τῆς χρηστότητός σου, Κύρε, κ. τ. ἑ. Ἀνθρωποι μὲν (94) μνημονεύοντές τινων, τὰς τῶν προεγνωσμένων φαντασίας ἀνακινοῦσιν ἐν ἑαυτοῖς· Θεὸς δὲ μνημονεύων λογικῆς φύσεως, ἐν αὐτῇ γίνεται. Τούτου γὰρ λέγετων. μεμνῆσθαι ἐν ᾧ χωρεῖ. Χωρεῖ δὲ πρότερον μὲν διὰ τῆς τῶν γεγονότων θεωρίας, ἔπειτα δὲ καὶ διὰ της γνώσεως τῆς ἑαυτοῦ.

Χρηστὸς καὶ εὐθὺς ὁ Κύριος· διὰ τοῦτο νομοθετήσει ἁμαρτάνοντας ἐν ὀδῷ. Ὁδηγήσει πραεις ἐν κρίσει, διδάξει πραεῖς ὀδοὺς αὐτοῦ, κ. τ. ἑ. « Δικαίῳ γὰρ (95) νόμος οὐ κεῖται. » Διὰ γὰρ ταύτην, φησὶ, τὴν αἰτίαν, ἐπειδὴ πρόσεστιν αὐτῷ καὶ τὸ δίκαιον, νομοθετεῖ ἁμαρτάνουσιν ἐν ὁδῷ, τουτέστιν ὑποστρέφει τοὺς ἁμαρτάνοντας εἶναι εἰς εὐσέβειαν, καὶ περὶ μὲν τοὺς ἁμαρτάνοντας, φησὶν, ἐπιδείκνυται τὸ δίκαιον, περὶ δὲ τοὺς ἄλλους τὴν χρηστότητα, ὅθεν ἐπιφέρει· « Ὁδηγήσει πραεῖς ἐν κρίσει, διδσξει πραεῖς ὁδοὺς αὐτοῦ. »

Ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με, ὅτι μστεσγε· νὴς καὶ πτωχός εἰμι ἐγὼ, κ. τ. ἑ. Ὁ πάντα πραν· τῶν (96) καὶ λέγων τῆς τοῦ Θεοῦ γνώσεως ἕνεκεν, τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς διαπαντὸς ἔχει πρὸς τὸν Κύριον. Εἴ τις υἱοθεσίας οὐκ ἔλαβε πνεῦμα, οὐ?? τῶν ἀγίων δυνάμεων καὶ αὐτοῦ τοῦ Χριστοῦ γεγ??νεν ἀδελφὸς, λεγέτω μονογενὴς εἶναι καὶ πτωχος ἐστερημένος τοῦ πλούτου τῆς γνώσεως. Οἰμαι δὲ ?? Δαυΐδ μετριάζοντα τούτους ᾄδειν τοὺς λόγους ἄδηλα γὰρ καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ δεόηλωκεν αὐτῷ ὁ Θεός.

Αἱ θλίψεις τῆς καρδίας μου ἐπληδύνθησαν ἐκ τῶν ἀναγκῶν μου ἐξάγαγέ με. Ἴδε τὴν τεπείνωσίν μου, καὶ τὸν κόπον μου, καὶ ἅφες πασος τὰς ἁμαρτίας μου, κ. τ. ἑ. Οὐ πᾶς κόπος (97) ριαιρεῖ ἁμαρτίας, ἀλλʼ ὁ διὰ τὸν Κύριον τῇ πρακτικς προσγινόμενος. Ἀρκέσθητι, φησὶ, Δέσποτα, ταις ενεχθείσαις μοι θλίψεσι, καὶ περίκοψον ἐκ τῆς δεκης ἣν ὑπέχω διὰ τὸ πλῆθος τῶν πλημμελημάτων πεινοῦταί τις ἀπαῤῥησίαστος ὢν ἐκ τῆς τῶν ἀμαρτημάτων συναισθήσεως, καὶ κάμνει διὰ καρπους ?? τανοίας.

[*]((96) Ὁ πάντα πράττων, etc. Codex Coislinianus schedæ Grabii, Barbarus.)[*]((97) οὐ πᾶς κόπος, etc. Codex Coislin., Schedæ Grabii, Barbarus.)
1273

Μὴ καταισχυνθείνη, ὅτι ἤ. πισα ἐπὶ σὲ, κ. τ. ἑ. Ἡ ἐλπὶς (98) οὐ καταισχύνει. Θυγάτηρ γάρ ἐστι δοκιμῆς, ἔκγονος δὲ ὑπομονῆς δοκιμή· ὑπομονὴ δὲ ἐκ θλίψεων γίνεται, ὧν πρόξενοι αἱ ἀρεταὶ αἷς ἕπεται γνῶσις Θεοῦ.