Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ Καρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἱκουμένη, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ, κ. τ. ἑ. Ὅρα δὲ καὶ οὕτως (78), εἰ μὴ πάντες ἄνθρωποι μερὶς Κυρίου, καὶ οὐχ ἁπλῶς ἀκουστέον τοῦ πὰντας τοὺς κατοικοῦντας τὴν οἰκουμένην εἶναι τοῦ Κυρίου, εἰ μὴ ἄρα διὰ τὴν κλῆσιν τὴν ἀπὸ πάντων τῶν ἐθνῶν τοῦτο προφητεύεται.

Τοῦ αὐτοῦ. Πρὸ τῆς Χριστοῦ (79) ἐπιδημίας γνωστὸς ἐν τῇ Ἰουδαῖᾳ μόνον ἦν ὁ Θεός· ἐξ οὗ δὲ Χριστὸς ἐπεδήμησε, τοῦ Κυρίου πᾶσα ἡ γῆ. Καὶ πρὶν μὲν τῆς Χριστοῦ ἐπιδημίας οὐκ ἦν εὑρεῖν ἐν πάσῃ τῇ γῇ πλήρωμα, ἀλλʼ ἦν τὰ πλεῖστα τῆς γῆς, εἰ δεῖ οὕτως εἰπεῖν, κενότης· ὅτε δὲ Χριστὸς ἐπεδήμησε, πολλοὶ εἴποιεν ἂν τῶν πεπιστευκότων ἐκ τῶν ἐθνῶν· « Ἐκ τοῦ πληρώματος αὐτοῦ πάντες ἡμεῖς ἐλάβομεν· » καὶ διὰ τοῦτο αὐτοῦ εἶναι πλήρωμα. Οὐ γὰρ οἱ κενοὶ τῆς κατὰ τὸ Εὐαγγέλιον πολιτείας πλήρωμα εἶεν Χριστοῦ. Οὐ μόνον δὲ ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἀλλὰ καὶ ἡ οἰκουμένη. Ἐν ἐρήμῳ κατοικεῖ ὁ ἁμαρτωλὸς, ὁ δὲ ἐν τῇ Ἐκκλησίᾳ τυγχάνων τῇ πεπληρωμένῃ τῆς ἁγίας Τριάδος, οὗτος κατοικεῖ τὴν οἰκουμένην, ἥτις ἐστὶν ἡ Ἐκκλησία, ἐπὶ θαλασσῶν τῶν πειρασμῶν ὑπὸ Κυρίου θεμελιουμένη, καὶ ἐν αὐτοῖς νικῶσα, ἵνα μετὰ τοῦτο ποτιζομένη ἐπὶ ποταμοῦ ἑτοιμασθῇ.

Τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου, καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; κ. τ. ἑ. Σύγτρινον δὲ ταῦτα (80) τῷ, « Κύριε, τίς παροικήσει ἐν ῷ σκηνώματί σου; » καὶ τὰ ἐξῆς· καὶ ὅρα, ὅτι ἐκεῖ κὲν πρότερον παροικήσει ἐν σκηνώματι Κυρίου ὁ οιόσδε, ἔπειτα κατασκηνώσει ἐν ὅρει ἁγίῳ αὐτοῦ· νθάδε δὲ πρότερον ἀναβήσεται εἰς ὄρος Κυρίου ὁ αιόσδε, δεύτερον δὲ στήσεται ἐν τῷ τόπῳ ἁγίῳ αὐτοῦ. Καὶ ὄρος μέν φησι Κυρίου τὸ τελικὸν ἀγαθὸν κὶ τὸν Θεὸν Λόγον· σπάνιος γὰρ ὁ πρὸς τὴν ἀκρώιαν αὐτοῦ διὰ προκοπῆς ἀναβῆναι δυνάμενος· ὁ δὲ λειωθεὶς, μηκέτι περαιτέρω χωρεῖν οἷός τε ὢν, ταται βέβαιος καὶ χρηματίζων ἅγιος τόπος Θεοῦ. πίσω γὰρ Κυρίου πορευόμενος ἀναβαίνει, « τῶν ισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπτεινόμενος, » τέλος ἔχων ἀγαθὸν τὸ στῆναι μετὰ Θεὸν τόπῳ ἁγίῳ αὐτοῦ. Εἰ βούλεσθε παράδειγμα λαν ἀπὸ τῶν ἱερῶν γραμμάτων, Μωῦσῆς ἔστη ἐν τῳ ἁγιάσματος τοῦ Θεοῦ· πρὸς ὃν εἶπεν ὁ Θεός· ὺ δὲ αὐτοῦ στῆθι μετʼ ἐμοῦ.» Ἀλλʼ ὅτι ζητεῖς ασμα τοῦ Θεοῦ, ὅπου δεῖ στῆναι· « Καὶ ἔστησεν πέτραν τοὺς πόδας μου, » λέγουσιν οἱ προφῆται, ὶ « πέτρα ἦν ὁ Χριστός.» Μάθωμεν δὲ τίς ἐστιν ῦν ἐπαγγε λιῶν τούτων τευξόμενος.

??θῶος χομυσὶ καὶ καθαρὸς τῇ καρδίᾳ, κ. τ. ἑ.

[*](Joan. 1,16. ⁴¹ Psal. XIV, 1. 42 Philipp. III, 13. 43 Exod. xxxiv. 44 Psal. xxxix, 3. 45 I Cor. x, 4.)[*]((8) Ὅρα δὲ καὶ οὔτως, etc. Schedæ Grabii, Barbarus.)[*]((9) Πρὺ τῆς καὶ οὔτως, etc. Corderius,Barbarus.)[*]((10) Σύγκρινον δὲ ταῦτα, etc. Partim Corderius, et schedæ Grabii, ac Barbarus.)
1268

Πρὸς τὴν ἐρώτησιν (81) ἀποκρίνεται, πρακτικόν τ?? τοῦτον εἶναι καὶ θεωρητικόν. Ἀλλὰ καὶ πολλοὶ τὰς μὲν πράξεις ἔχουσι καθαρὰς, διʼ ἔπαινον δὲ ἀνθρώπων τοῦτο ποιοῦντες, οὐκ εἰσὶ καθαροὶ τῇ καρδίᾳ. Ματαία δὲ ψυχὴ ἡ λογικὴ μὲν οὖσα, τὸ δὲ βλαβεὸν οὐ φεύγουσα, καὶ τὸ ἀγαθὸν αἱρουμένη. Ὁ δὲ τὸ « ναὶ, » καὶ « οὒ, » φυλάττων ἄνευ δόλου ποιεῖται τὸν ὅρκον, ἆθλον ἔχων εὐλογίαν, καὶ σώσει τοῦτον ὁ θεὸς ἐλέῳ καὶ χάριτι. Ὁποῖος γάρ ποτε ἂν ᾗ ὁ ἄνθρωπος. ἐλέου χρήζει τοῦ ἀπὸ Θεοῦ.

Τοῦ αὐτοῦ. Ἰούδας ἀνέβη (82) μὲν εἰς τὸ ὄρος Κυρίου, οὐκ ἔστη δὲ ἐν τόπῳ ἁγίῳ αὐτοῦ· οὐ γὰρ ἦν ἀθῶος χερσὶν, οὐδὲ καθαρὸς τῇ καρδίᾳ, ἀλλὰ κλέπτης ὢν τὰ βαλλόμενα βαστάζων. Τοῦ αὐτοῦ. Ἀλλʼ ἐπεί τινες (85) τὰς μὲν πράξεις ἔχουσι καθαρὰς, οὐκ εἰσὶ δὲ καθαροὶ τῇ καρδίᾳ. προσέθηκε τὸ, « καθαρὸς τῇ καρδίᾳ. » Δεῖ γὰρ τὸν ἐν πράξεσι κατορθοῦντα καὶ καθαρὸν ἐν τῇ γνώσει τυγχάνειν.

Αὕτη ἡ γενεὰ ζητούντων αὐτὸν, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. Ἀλλʼ οὐδεὶς ζητῶν (84) πρόσωπον τοῦ Θεοῦ, ἐνθάδε πρόσωπον θεοῦ ὄψεται· « Οὐ γὰρ ὄψεται ἄνθρωπος ὢν τὸ πρόσωτόν μου, φησὶ, καὶ ζήσεται.» Μεταβάλλειν σε δεῖ, ἴνα. ζητῶν τὸ πρόσωπον τοῦ Θεοῦ ἴδῃς αὐτό. Ἀποθέσθαι δεῖ πάντα τὰ ἀνθρώπινα· ἄγγελον ἤδη καὶ Θεὸν γενέσθαι δεῖ· « Μὴ καταφρονήσητε γὰρ, φησὶν Σωτὴρ, ἑνὸς τούτων τῶν μικρῶν τῶν ἐν τῇ Ἐκκλησίᾳ. Ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι οἱ ἄγγελοι αὑτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. » Αὕτη οὗν ἡ γενεὰ ζητούντων τὸν Κύριον, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ.

Τοῦ αὐτοῦ. Εἰ ἀγγέλων ἐστὶ τὸ βλέπειν (85) πρόσωπον τοῦ Θεοῦ διαπαντὸς, τοῦτο δὲ τὸ πρόσωπον καὶ οἱ ἄνθρωποι ζητοῦσιν ἰδεῖν, ἀγγέλων ἄρα καὶ τέ ἄνθρωποι γνῶσιν ἐπιζητοῦσιν, εῖγε δυνατὸν ἄρτονἀγγέλων φαγεῖν τὸν ἄνθρωπον.