Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσα κ. τ. ἑ. Ὥσπερ τὸ πρόβατον (70) τρέφεται χλόῃ κκ. ὕδατι, οὕτω καὶ ὁ ἄνθρωπος ζωοποιεῖται πράξει κκὶγνώσει.

Τὴν ψυχήν μου ἐπέστρεψεν· ὡδήγησέ με ἐκ τρίβους δικαιοσύνης, κ. τ. ἑ. Εἰ ἔστι τρίβος (71) δικαιοσύνης, ἐστὶ καὶ σωφροσύνης καὶ ἀγάπης κκὶἐγκρατείας, διʼ ὧν εἰσέρχεταί τις εἰς τὴν βασιλείαι τῶν οὐρανῶν.

Ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς βανάτου. οὐ φοβηθήσομαι κακὰ, ὅτι σὺ μετʼ ἐμοῦ, κ. ?? ἑ. Ἐντεῦθεν ὁ λόγος (72) οὐ περὶ Θεοῦ, ἀλλὰ τρὸς αὐτὸν τὸν Θεὸν. Οὐ ταυτὸν δέ ἐστι πορεύεσθαι μέσῳ σκιᾶς θανάτου τῷ καθῆσθαι ἐν σκιᾷ θανάτον. ὁ μὲν γὰρ καθεζόμενος ἵδρυται ἐν αὐτῇ, καὶ βέβαις??? ἐστιν ἐν τῷ κακῷ, καὶ ἐν τῇ σκιᾷ τοῦ θανάτου· δ?? τοῦτο ἐν σκοτίᾳ ἐστὶ, καὶ δεῖται ἐλέου, ἵνα ἀνατε?? αὐτῷ φῶς· ὁ μέντοιγε μὴ καθεζόμενος, ἀλλὰ παρατρέχων, διὰ μὲν μέσου σκιᾶς θανάτου ὁδεύων, ?? ἑστηκὼς δὲ, ἀλλὰ παρατρέχων διʼ αὐτῆς τῆς ?? τοῦ θανάτου, οὐ μόνος περιπατεῖ· Κύριος γὰρ αὐ?? συνοδεύει. Ποῦ δὲ γέγραπται περὶ τῆς καθίσεως τῆς σκιᾶς τοῦ θανάτου· « Καθημένοις ἐν χώρᾳ καὶ σκ?? θανάτου φῶς ἀνέτειλεν αὐτοῖς. »

Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὖταί ?? παρεκάλεσαν, κ. τ. ἑ. Ὅτι ἡ ῥάβδος (73) ἐπὶ ?? [*](26 Joan. vI, 41. 27 Eccles. 1, 4. 28 Prov. XXI, 4. 29 Isa. ΙX, 2.) [*](codex Coislinianus, Barbarus.) [*]((71) Εἰ ἔστι τρίβος, etc. Schedæ Grabii. barus.) [*]((72) Ἐντεῦθεν ὁ λόγος, etc. Codex Barocciamis Barbarus.) [*]((73) τι ὁ ῥάβδος, etc. Codex Barocciamis, Barbarus.)

1261
μαστίγων καὶ τῶν κολάσεων εἴρηται, μαρτυρήσει αὐτὴ ἡ Γραφὴ λέγουσα· « Ἐὰν ἐγκαταλείπωσιν οἱ υἱοί μου τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν, ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἁμαρτίας αὐτῶν, τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπʼ αὐτῶν· » ὥστε εἰ ἥμαρτες καὶ βλέπεις ῥάβδον Θεοῦ ἐπικειμένην σοι, ἴσθι, ὅτι τὸ ἔλεος τοῦ Θεοῦ οὐ διεσκέδασται ἀπὸ σοῦ. Εἰ δὲ ἥμαρτες, καὶ οὐδαμοῦ ῥάβδος, οὐδὲ μάστιξ, φοβοῦ· οὐ παραδέχεταί σε ὁ Θεὸς « ὁ μαστιγῶν πάντα υἱὸν ὅν παραδέχεται. » Τοιαῦτα λέγεται περὶ τῶν ἁμαρτωλῶν, ὅτε οὐ μαστιγοῦνται· Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρʼ ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται. Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία· περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν. Ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου. » Ἀρκεῖ ῥάβδος· τί ποιεῖ βακτηρία; ἐὰν ᾗς πρόβατον ἁμαρτωλὸν, ῥάβδῳ πληγήσῃ· ἐὰν ἦς ἅνθρωπος ἁμαρτωλὸς, βακτηρίᾳ· διὰ τοῦτο ἐπὶ τούτων οὐ ῥάβδος, ἀλλὰ βακτηρία ὠνομάσθη παρὰ τῷ ὕολομῶντι ἐν ταῖς Παροιμαις· « Ὁ φειδόμενος τῆς βακτηρίας μισεῖ τὸν ἑαυτοῦ υἱόν. » Ταῦτα οὖν παρακαλεῖ τὸν τυπτόμενον καὶ τὸν κολαζόμενον, πεπεισμένον, ὅτι μαστιγοῖ ὁ Θεὸς πάντα υἱὸν ὃν παραδέχεται.

Τοῦ αὐτοῦ. Ὥσπερ ῥάβδος (74) παιδεύει, οὕτω πρακτικὴ μετροπαθεῖν ἐκδιδάσκει· καὶ ὥσπερ βακτηρία ἀναπαύει, οὕτω καὶ γνῶσις εὐφραίνει. ακτηρία τὸ ἰσχυρόν. Βούλεται οὖν εἰπεῖν, ὅτι, Ἡ βασιλεία σου ἡ κραταιὰ τῆς παρακλήσεως μοι ταύτης ἐγένετο χορηγός.

Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με, κ. τ. ἑ. Τί βούλεται (75) τὸ, « ἐξ ἐναντίας τῶν θλιβόντων με; » Ἔχει τι μυστήριον ἀπόῤῥητον, ἵνα τις εὔχηται θλίβεσθαι. Ἐπινόει μοι ὥσπερ ἐπὶ τῶν ἀγώνων τῶν μεγάλων ἄθλους πικειμένους καθʼ ἕκαστον ἀγώνισμα, οὕτως καθʼ κάστην θλίψιν, ἡνίκα ἂν τὸ θλίβον παρῇ, καὶ αἱ θλίβουσαι δυνάμεις αἱ ἀντικείμεναι, νόει ἡτοιμασμένην ράπεζαν πνευματικὴν καὶ νοητὴν, διὰ ταύτην τὴν λίψιν. Ὁσάκις γοῦν ἐὰν θλιβῇ, τοσαυτάκις καὶ τράτεζά σοι παρατίθεται πνευματική. Μόνον ἔχε ὀφθαλοὺς τοὺς βλέποντας τραπέζας μου, ἵνʼ εὐχαριστῶν έγοις μετὰ τοῦ Ἀποστόλου· « Οὐ μόνον δὲ, ἀλλὰ αἱ καυχώμενοι ἐν ταῖς θλίψεσιν. » Ἐν ἀρχαῖς δὲ ἐάσκομεν τὸν ἐκ προκοπῆς ὄντα κατασκηνοῦν εἰς τό χλόης. Ἐπεὶ οὗν ὁ προκόπτων κἂν ἐπὶ τὸ τέλος θάσειεν, οὐκέτι μείνας πρόβατον, ἀλλὰ λογικὸς ἀνα??ιχθεὶς, τράπεζαν λογικῶν τροφῶν ηὐτρεπισμένην ει ὑπὸ Κυρίου. Τῷ γὰρ Κυρίῳ τυγχάνοντι ἡ σοφία ??οιμάσει τὴν ἑαυτῆς τράπεζαν, ἐφʼ ἦς τὰ ἴδια θύματα κρέχεται. Εὐχαριστῶν οὖν φησι· « Ἡτοίμασας ἐνὡπιόν [*](30 Psal. LXXXXVIII, 31 et seq. 31 Hebr. XII, 6. Psal.LXII, 2 et seq. 32 Prov. XIII, 24. 34 Rom. v, 3.) [*]((75) Τί θούλετα, etc. Codex Baroccanus, partimque Corderius.)

1264
μου τράπεζαν,» οὐκέτι εἰσαγωγικὴν καὶ ἠθικὴν ὡπιόν μου τράπεζαν,» οὐκέτι εἰσαγωγικὴν καὶ ἠθικὴν διδασκαλίαν καθὰ πρότερον, ἀλλὰ μυστικὴν καὶ τὴν τῆς ἀληθείας θεωρίαν. Ἐπίστησον δὲ, εἰ καὶ ὅσον τίς ἐστιν ἐν τῷ βίῳ τούτῳ, διʼ ἐσόπτρου καὶ διʼ αἰνίγματος βλέπων, πρόβατόν ἐστιν ὑπὸ ποιμένι ἀγόμενον· μεταβὰς δὲ ἐπὶ τὸν μέλλοντα αἰῶνα, πρόσωπον προς πρόσωπον προσβαλὼν τῇ ἀληθείᾳ, πνευματικῇ προσβαλεῖ τραπέζῃ, κατὰ τό· « Κἀγὼ θήσομαι ὑμῖν Διαθήκην, ἐσθίειν καὶ πίνειν ἐπὶ τῆς τραπέζης τοῦ Πατρὸς ἐν τῇ ἀληθείᾳ. » Ὅθεν καὶ τό· « Ἡτοίμασεν ὁ Θεὸς ἃ ὀφθαλμὸς οὐκ εἶδε, » καὶ τὰ ἐξῆς. Τὸ δὲ, « ἐνώπιόν μου, » δηλοῖ πεφανερῶσθαι καὶ ἐγνῶσθαί μου τὴν τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με πολλῶν ἐχθραίνειν μοι βουλομένων. Καὶ διὰ τῶν θλιβόντων με ἐξανίστασθαί με ἰσχυρῶς πρὸς αὐτοὺς δὲ ὁ Κύριος θέλων, ἡτοίμασεν ἐνώπιόν μου τράπεζαν. ἐν ᾗ ἐπίκειται στερεὰ τροφὴ, ἵνα, ταύτης ἀθλητικῶς ἐμφορηθεὶς, ἀντιστῆναι γενναίως πρὸς τοὺς θλίβοντας δυνηθῶ. Οὗ δὲ ἀπὸ Κυρίου λιπαίνεται ἐν ἐλαίῳ ἡ κεφαλὴ, ἐρεῖ· « Ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου, » ὡς ἀπὸ Θεοῦ χριόμετος ἐλαίῳ ἀγαλλιάσεως Χριστός. Οἶμαι δὲ, ὅτι καὶ νηστεύων, οὕτως ἀλείφεται τὴν κεφαλὴν, καὶ τὸ πρόσωπον νίπτεται. Καὶ ἐπεὶ μὴ μόνον τράπεζαν ἡτοίμασεν ἡ σοφία, ἀλλὰ καὶ κράτος ἐκέρασε τὸν ἑαυτῆς οἶνον, ἐξ αὐτῆς γεγεννημένον ἀμπέλου ἀληθινῆς, ἐκέρασε δὲ τοῦτον τὸν οἶνον, καταμίξασα τὰ θεῖα νοήματα λέξεσιν ἀνθρωπίναις, ἐκ τοῦ τοιούτου κρατῆρος μερίζουσα ἑκάστῳ δίδωσι ποτήριον, ὅπερ ποτήριον κράτιστον ὂν, τουτέστι τίμιον καὶ ἐξαίρετον, τοῦ λαβόντος λέγεται.

Τοῦ αὐτοῦ. Πρότερον μὲν (76) ὡς ποιμὴν ὁ Χριστὸς ποιμαίνει τὰ πρόβατα· νῦν δὲ λοιπὸν ὡς φίλος καλεῖ τοὺς φίλους ἐπὶ τὴν τράπεζαν. « Οὐκέτιε» γὰρ. φησὶν, « ὑμᾶς καλῶ δούλους, ἀλλὰ φίλους. » Καὶ δούλους μὲν ποιεῖ φόβος Θεοῦ· φίλους δὲ γνῶσις μυστηρίων Θεοῦ. Τράπεζαν ἐνταῦθα τὴν ἀθανασίαν λέγει. Τὸ δὲ, « ἐξ ἐναντίας τῶν θλιβόντων με, » ἀντὶ τοῦ, ἀκόντων τῶν ἐπιβουλευόντων. Οὐ γὰρ ἐβούλοντο τυχὸν οἱ Βαβυλώνιοι ἀπολυθῆναι αὐτούς· ὁ δὲ Κῦρος, ἐπικρατέστερος γενόμενος, ἀφῆκεν αὐτοὺς τῆς αἰχμαλωσίας.

Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τάς ἡμέρας τῆς ζωῆς μου, κ. τ. ἑ. Τίς ἐστιν (77) ὁ καταδιώκων ἔλεος, ἢ περὶ οὗ φησιν ὁ Ἀπόστολος· « Ἐγενήθη ἡμῖν σοφία ἀπὸ Θεοῦ, δικαιοσύνη τε παὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις; » Ὁ καταδιώκων ἔμψυχός σε ἔλεος διώκει, οὒς μὲν καταλαμβάνει, οῦς δὲ οὔ. Τοὺς πάνυ φεύγοντας οὐ καταλαμβάνει· τοὺς δὲ ἕλαττον κρατεῖ, ἕνα ἐλεήσῃ. Οὐ μόνον δὲ ἔλεος καταδιώκει, ἀλλὰ καὶ τοῦτο ποιεῖ, « τὸ κατοεκεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν. » Μῆκος γὰρ χρόνου, καὶ ἔτι ζωῆς, ἐν δεξιᾷ τῆς σοφίας [*](35 Luc. XXII, 29. 36 Cor. 1, 9. 27 Psal. CXL, 5 38 Joan. XV, 14. 39 I Cor. I, 30.) [*]((76) Πρότερον μέν, etc. Schedæ Grabii, codex Coisdinianus.) [*]((77) Τίς ἐστιν, etc. Corderius.)

1265
ἠ μέραι δὲ ζωῆς φωτισμοί εἰσι διάφοροι τῆς ἀληθείας.