Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἄρατε πύλας, οἱ ἄρχοτες, ἐμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τ?? δόξης. Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δύξφ Κύριος τῶν δυνάμεων, κ. τ. ἑ. Πύλας δὲ λέγει τὰς ἀρετάς· « Ἀνοίξατε γάρ μοι, φησὶ, πύλας δικαιεσννης. » Ὡς δὲ δικαιοσύνης ἀνοίγονται πύλαι, οὕτως ?? σωφροσύνης καὶ ἀνδρείας καὶ ἀγάπης καὶ μακραθυμίας, διʼ ὧν εἰσέρχεσθαι πέφυκε γνῶσις Θεαῦ, ὡσανεὶ Θεοῦ προηγουμένου αὐτῶν, λύσαντος μὲν τὸ αἰχμαλωσίαν, νικητὰς δὲ ἀποφήναντος τοὺς αἰχμκλώτους. Καὶ εἰσιόντες εἰς πόλιν λαμπρὰν ἐπὶ τροπαίων ἐπιδείξει ἐγκελεύονται οἱ δῆμοι· « Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν. »

[*](46 Exod. XXXIII, 20. 47 Matth. XVIII, 10. 48 Psal. CXVII,19.)[*](nus. Apud Corderium vero et in codice Roe ?? ribus vertis habentur.)[*]((85) Εἰ ἀγγέλων ἐστὶ τὸ βλέτεαν, etc. Codex Coisdnianus, et schedæ Grabii.)[*]((86) Πύλας δὲ λέγει, etc. Codex Cuisdinianus, schedæ Grabii, partimque Barbarus.)
1269

Τοῦ αὐτοῦ. Οὐκ εἶπεν (87), Ἀνοίξατε τὰς πύμας ὧν ἡγεῖσθε καὶ τυγχάνετε φύλακες, ἀλλʼ ἄρατε·» ὡς γὰρ κατιὼν κλίνας οὐρανοὺς, οὐκ ἀνοίξας κατέβη, τὸν αὐτὸν τρόπον ἀναληφθεὶς, οὐκ ἀνοιχθεισῶν τῶν πυλῶν εἰσῆλθεν, ἀλλʼ αἱρουμένων.

Τοῦ αὐτοῦ. Καὶ ἐπάρθητε, πύλαι αἰώνιοι. Ὡς λογικαῖς (88) δὲ ταύταις φησὶ τὸ, « ἐπάρθητε· » πνευματικαὶ δέ εἰσι, καὶ οὐ πρόσκαιροι διὰ τὸ ἄϋλον καὶ ἀκήρατον.

Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ, κ. τ. ἑ. « Θαρσεῖτε, » φησὶν (89) ὁ Σωτὴρ, « ἐγὼ νενίκηκα τὸν κόσμον· νῦν ἄρχων τοῦ κόσμου τούτου ἐμβληθήσεται ἔξω. »

Κύρος δυνάμεων, αὐτός ἐστι οὖτος ὁ βασιλεὺς τῆς δόξης, κ. τ. ἑ. Δυνάμεων Κύριον (90) αὐτὸν εἶπον ὡς ἄρχοντα στρατοπέδων. Σημειωτέον δὲ, ὅτι οἱ τὰ Ἐβραίων ἠκριβωκότες φασί· Τὴν« Σαβαώθ » φωνὴν ἐν τῷ Ἑβραϊκῷ κειμένην εἰς Ἑλλάδος φωνὴν οἱ Ἑβδομήκοντα μεταλαμβάνοντες, ὁτὲ μὲν τὸ, « Κύριος τῶν δυνάμεων, » ὁτὲ δὲ τὸ, « Κύριος κραταιὸς,» ὁτὲ δὲ τὸ, « παντοκράτωρ,» ἔταξαν. Λέγουσι γοῦν, ὅτι καὶ ἐν τῷ τόπῳ τούτῳ κειμένη τοῦ « Σαβαὼθ » ἡ μετάληψις εἰς τὸ, « Κύριος τῶν δυνάμεων, » γέγονεν. Εἰ δὲ τὸ « Σαβαὼθ ἐπὶ τοῦ Σωτῆρος κεῖται, ἑρμηνεύεται εἰς τὸ « παντοκράτωρ. » Εἰκότως ἡ « παντοκράτωρ » φωνὴ τοῦ Σωτῆρος κατηγορηθείη. Εἰ γὰρ « πάντα διʼ αὐτὸν γέγονε,» καὶ αὐτός ἐστι πρὸ πάντων, ἀκολούθως παντοκράτωρ λέγεται.

Αἰσχυνθήτωσαν οἱ ἀνομοῦντες δακενῆς, κ. τ. ἑ. Ἔστι καὶ μὴ διακενῆς (91) ἀνομῆσαι. « Ἐγενόμην τοῖς ἀνόμοις ὡς ἄνομος· » αὕτη ἡ ἀνομία οὐ διακενῆς. Στρέψον, Δέσποτα, τὴν αἰσχύνην εἰς τοὺς ἀνομοῦντας ἡμᾶς, οὐδὲν ἠδικηκότας. Τοῦτο γὰρ λέγει « διακενῆς.»

Τὰς ὀδούς σου, Κύριε, γνώρισόν μοι, καὶ τὰς τρίβους σου δίδαβόν με, κ. τ. ἑ. Ὁ θέλων γνῶναι (92) τὰς ὀδοὺς τοῦ Κυρίου γενέσθω πραΰς· « Διδάξει » γὰρ, φησὶ, « πραεῖς ὀδοὺς αὐτοῦ,» τοὺς καταπαύσαντας τὴν ἐν τῇ ψυχῇ ἄπαυστον μάχην θυμοῦ καὶ ἐπιθυμίας καὶ τῶν τούτοις ὑποβεβλημένων παθῶν. Τὸ, « Γνώρισόν μοι, καὶ δίδαξον, » ἐπὶ πράγματα λέγει. Βούλεται γὰρ εἰπεῖν, ὅτι, Ἐν ἀπολαύσει με κατάστησον τῶν πράξεών σου, τουτέστιν, Ἐπάγαγέ με εἰς τὰ οἰκεῖα· ὅθεν ἐπιφέρει· « Ὁδήγησόν με εἰς τὴν ἀλήθειάν σου. »

Ἁμαρτίας νεότητός μου καὶ ἀγνοίας μου μὴ νησθῇς, κ. τ. ἑ. Ἐφʼ οἷς γὰρ ἔτι (93) πλημμελεῖ [*](49 Joan. XVI, 33. 50 Joan. XI, 31. 51 Joan. 1, 3. 59 I Cor. IX, 21.) [*](bii, Darbarus.) [*]((92) Ὁ θέλων γνῶνα, ete. Schedæ Grabi, et codex Coislnianus, ac llarbarus.) [*]((93) Ἐφʼ οἰς γὰρ ἔτι. etc. Schedæ Grbii, partimque Corderaus. Nonnulla tamen iisdem fers verbis habent Eusebius, et lhdymus in Catena Barbari.)

1272
τις οὐκ ἐξομολογτῖται μετανοῶν· ὡς καὶ τὰ ἔα νεότητος ἡμαρτημένα καὶ ἠγνοημένα οὐκέτι ἐνεργείται τῷ τὴν νεότητα διαβεβηκότι. Λέγοι δʼ ἄν τις νεότητος καὶ τὸ τοῦ ἤθους ἄστατον, ὅτε τις ἀγνοῶν ἁμαρτάνει, μέχρι Θεὸς αἴσθησιν τῷ τοιούτῳ χαρίζηται. Εἴρηται γὰρ, « Ἵνα δῷ ἀκάκοις πανουργίαν. Οὐχ ἀρμόττει δὲ ταῦτα τῷ Δαυΐδ, οὗ μηδὲν ἁμάρτημα νεοτητος φέρεται, ἀλλὰ πάντας μᾶλλον διδάσκει τπις περιπεπτωκότας ἁμαρτήμασι νεωτερικοῖς καθάπερ τραύματα παλαιὰ δεικνύναι ταῦτα τῷ δυναμένῳ θεραπεῦσαι διὰ τῆς ἐξομολογήσεως.