Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

ονάκις ἐπολέμησάν με ἐκ νεότητός μου.

δὴ Ἰσραὴλ, κ. τ. ἑ. Ὁ ἐκ παίδων (1) όμενος ταῦτα ἐρεῖ, καὶ ἐν τῷ πολλάκις πεσθαι νικήσας τοὺς πολεμίους· καὶ ὁ φάσκων· ὸς ὁ τρέφων με ἐκ νεότητός μου. » κρυναν τὴν ἀνομίαν αὐτῶν, κ. τ. ἑ. Χρής τοῦτο (2) τὸ, « Οὐαὶ οἱ ἐπισπώμενοι ἁμαρς σχοινίῳ μακρῷ, καὶ ὡς ζυγοῦ ἱμάντι δατὰς ἀνομίας. » Ὅσῳ δέ τις μακρύνει τὴν ἀνουτοῦ, τοσούτῳ μακρύνει ἑαυτὸν ἀπὸ τοῦ Θεοῦ. Θήτωσαν ὡσεὶ χόρτος δωμάτων, ὃς πρὸ σπεσθῆναι ἐξηράνθη, κ. τ. ἑ. Ἡ διδασκαλία [*](em. ii, 21. 3 Prov. iv, 6, 8. 14 ibid. vii, 4. 13 ibid. xiii, 22 14 Gen. xlviii, 15. 17 Isai. v, 18)

1648
(3) τῶν κατὰ τῆς γνώσεως τοῦ Θεοῦ ἐπαιρομένων ὑψωμάτων χόρτος ἐστὶ δωμάτων, ξηραινόμενος πρὸ τοῦ ἐκσπασθῆναι· μήτε πλήρεις ποιῶν τὰς χεῖρας ἐν πράξεσιν ἀγαθαῖς, μήτε τὸν κόλπον ἐν γνώσει· περὶ ἧς οὐ φασὶν οἱ παράγοντες ὁμοίως τῷ εἰπόντι· « Παρελθὼν ὅψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο. »

Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, κ. τ. ἑ. Οὐκ ἐξ ἐπιπολῆς (4), ἀλλʼ ἐκ τῶν ἐν ἑαυτῷ βαθέων κέκραγε πρὸς Κύριον. Τὸ δὲ « ἐκέκραξά σοι, » ἕτερον τυγχάνον τοῦ « ἐκέκραξα πρὸς σὲ, » δύναται ση μαίνειν, ὅτι μεγάλως καὶ μεγάλῃ φωνῇ (νοητῶ, δὴ μεγάλῃ) ἐθεολόγησα. Ὁ μὲν οὖν φαῦλος τοῖς χείλεσι τιμᾷ Κύριον, πόῤῥω ἀπέχων ἀπʼ αὐτοῦ τῇ καρδίᾳ· ὁ δὲ μακάριος, τῷ τὸ πνεῦμα κράζειν ἐν τῇ καρδίᾳ αὐτοῦ, ἐκ βαθέων ἐκέκραγε πρὸς τὸν Κύριον.

Τοῦ αὐτοῦ. Ὁ τὰ βάθη (5) ἐρευνῶν τοῦ Θεοῦ, εὗτος ἐκ βαθέων κράζει πρὸς Κύριον.

Γενηθήτω τὰ ὧτά σου προσέχοντα, κ. τ. ἑ. Τὰ ὧτα (6) Κυρίου καλεῖ τὴν ἐπακουστικὴν εὐχῶν δύναμιν αὐτοῦ.

Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε, τίς ὐποστήσεται, κ. τ. ἑ. Ἐὰν αἱ κατὰ (7) διάνοιαν ἁμαρτίαι, τὸν νοῦν ἀκάθαρτον ποιοῦσαι, τῆς τοῦ Θεοῦ γνώσεως αὐτὸν ἀφιστῶσιν, οὐδεὶς ἀνθ ρώπυν καταξιωθήσεται γνώσεως. « Τίς γὰρ καυχήσεται ἁγνήν ἔχειν καρδίαν; » Ἤ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; « Καὶ οὐδεὶς, φησὶ, καθαρὸς ἀπὸ ῥύπου, οὐδʼ ἂν ἐν μιᾷ ὥρᾳ ἡ ζωὴ αὐτοῦ. »

Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστι, κ. τ. ἑ. Ὁ παρὰ τῷ Κυρίῳ (8) ἱλασμὸς τῶν ἀνομιῶν ὁ Χριστός ἔστιν· Αὐτὸς γὰρ ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν. » Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε, κ. τ. ἑ. Ἡ διὰ τοῦ Θεοῦ (9) ὄνομα ὑπομονὴ κρείττων τῆς διʼ ἄλλο τι. Καὶ εἰς λόγον τοῦ Κορίου γενομένη ἡ ψυχὴ, ἐπαινετῶς ὑπομένει.