Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιὼν, κ. τ. Οἱ προσερχόμενοι (71) Σιὼν ὄρει καὶ πόλει Θεοῦ οντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, φοροῦσι τὴν εἰκόνα ῦ ἐπουρανίου, καὶ πεποιθότες ἐπὶ Κύριον γίνονται ς ἐκεῖνο τὸ Σιὼν ὅρος.

Τοῦ αὐτοῦ. Εἰ ἐκ τοῦ (72) πεποιθέναι ἐπὶ Κύριον νεταί τις ὡς ὄρος Σιὼν, ἄλλος ἂν ἐξ ἄλλου τινὸς νοιτʼ ἂν ὡς ὄρος Χωρὴβ, καὶ ἄλλος ὡς ὄρος Σινά· ὶ ἐκ τῶν ἐναντίων εἴη ἄν τις ὡς ὄρος Αἰγύπτου, ὶ ὄρος Βαβυλῶνος, καὶ τοιούτων τῶν παρὰ τοῖς ἐχοῖς ὀρῶν. Ἦ ὥσπερ οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ος εἰσὶ Σιὼν, οὕτως οἱ ὑποδεέστεροι ὡς τὰ κύκλῳ τῆς ὄρη.

Ὅρη κύκλῳ αὐτῆς, καὶ ὁ Κύριος κύκλῳ τοῦ αοῦ αὐτοῦ, κ. τ. ἑ. Ὅρη κύκλῳ (73) Ἱερουσαλὴμ νάμεις, οἶμαι, θεῖαί εἰσι. « Παρεμβάλλει » γὰρ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν· [*](95 III Reg. xvii, 2 et seqq. 96 Exod. xx, 14. 97 Rom. xiii, 9.) [*]((68) Ἐῤῥύσθημεν, etc. Schedæ Grabii; simile utem qudpiam anonymo tribuit Catena Corderii.) [*]((69) Θηρεύουσιν ἐπί, etc. Catena Corderii.) [*]((70) Ἠ μὲν Παλαιά, etc. Schedæ Garbii.) [*]((71) Οἱ προσερχόμενο, etc. Catena Corderii.) [*]((72) Εἰ ἐκ τοῦ, etc. Eadem.) [*]((73) Ὅρη κύκλῳ, etc. Eadem.)

1640
κύκλῳ δὲ τοῦ λαοῦ αὐτοῦ » αὐτὸς « ὁ Κὐριος. » Ῥτερος οὖν ὁ λαὸς Κυρίου τῶν φοβουμένων τὸν Κὑρον· ἄλλο γὰρ, « Οἶκος Ἰσραὴλ, εὐλογήσατε τὸν Κὑριον· » ἄλλο, « Οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε ἐν Κύριον. »

Ὅτι οὐκ ἀφήσει Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, κ. τ. ἑ. Ἔρ. γον Κυρίου (74) κύκλῳ ὄντος τοῦ λαοῦ αὐτοῦ τὸ μὴ ἀφιέναι τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον φθάνοι τῶν δικαίων. Δίκαιος δὲ ὁ λαὸς Κυρίου.

Τοῦ αὐτοῦ. Εἰ κλῆρος (75) δικαίων ἐστὶν ἡ νῶσις τοῦ Θεοῦ, οὐκ ἀφήσει τοὺς δικαίους ἐν ἀγνωσίᾳ, ἵνα μὴ γένηται αὐτοῖς πρόξενος ἀγνωσίας.

Ὅπως ἄν μὴ ἐκτείνωσιν οἱ δέκαιοι ἐν ἀνομίαις χεῖρας αὐτῶν, κ. τ. ἑ. Τήρει τὸ (76) « Ἐκτείνωσιν, » ὅτι ἐν ἀνομίᾳ γίνεται. Πλὴν εἰ καθʼ ὑπόθειν ἀφεθείη ἡ ῥάβδος ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον τῶν δικαίων, ἐκτενοῦσιν οἱ δίκαιοι ἐν ἀνομίᾳ χεῖρας αὐτῶν. Χρησόμεθα δὲ τοῖς ῥητοῖς, ἐὰν ἐν διωγμῷ πόλλοὶ τὸν Θεὸν ἀρνῶνται, καὶ τοῖς εἰδώλοις ἐπιθύωσι, λέγοντες, ὅτι, Ἐπεὶ μὴ ἦσαν δίκαιοι οἱ ἀρνούμενοι, ἀφῆκε Κύριος τὴν ῥάβδον τῶν ἁμαρτωλῶν ἐπὶ τὸν κλῆρον αὐτῶν, ὅπως ἐκτείνωσιν ἐν ἀνομίᾳ χεῖρας ἑαυτῶν· « Ἀπὸ γὰρ τοῦ μὴ ἕχοντος καὶ ὃ ἔχει ἀρθήσεται. »