Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἄρα τὸ ὕδωρ ἄν κατεπόντισεν ἡμᾶς, κ. τ. ἑ. Ὕδωρ τροπικῶς (65) λέγει τοὺς πειρασμοὺς τοὺς καταποντίζοντας τὴν ψυχήν· οἱ δὲ αὐτοὶ πειρασμοὶ καὶ λογισμοὶ καλοῦνται.

Χείμαῤῥον διῆλθεν ἡ ψυχὴ ἡμῶν, κ. τ. ἑ. Χείμαῤῥον (66) δὲ πάλιν λέγει τοὺς λογισμοὺς, δ.ὰ τὸ μὴ χρονίζειν αὐτοὺς, ἀλλὰ ἀθρόως ἐπιπηδᾷν εἰς τὶν νοῦν, καὶ πάλιν ξηραίνεσθαι.

Τοῦ αὐτοῦ. « Καὶ ἐγένετο (67) ῥῆμα Κυρίου πρὸς Ἠλιού· Πορεύου ἐντεῦθεν κατὰ ἀνατολὰς, καὶ κρύβηθι ἐν τῷ χειμάῤῥῳ Χοῤῥὰθ τῷ ἐπὶ προσώπου τοῦ Ἰορδάνου. Καὶ ἔσται, ἐκ τοῦ χειμάῤῥου πίεσαι ὕδωρ· καὶ τοῖς κόραξιν ἐντελοῦμαι διατρέφειν σε ἐκεῖ. Καὶ [*](90 I Cor. i, 28. 91 I Cor. viii, 6. 92 Rom. xi, I. 93 II Cor. xi, 22. 94 Joan. xiv, 6.) [*]((65) Ὑδωρ τροπιικῶς, etc. Eædem.) [*]((66) Χείμαῤῥον, etc. Eædem.) [*]((67) Καὶ ἐγένετο, etc. Catena Coderii.)

1637
ίησεν Ἠλιοὺ κατὰ τὸ ῥῆμα Κυρίου, καὶ ἐκάθισεν τῷ χειμάῤῥῳ Χοῤῥὰθ ἐπὶ προσώπου τοῦ Ἰορδάνου. ὶ οἱ κόρακες ἔφερον αὐτῷ ἄρτους τὸ πρωῒ καὶ ία τὸ δείλης, καὶ ἐκ τοῦ χειμάῤῥου ἔπινεν ὕδωρ, ὶ ἐγένετο μεθʼ ἡμέρας, καὶ ἐξηράνθη ὁ χείμαῤῥος, οὐκ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς. »

Ἡ ψυχὴ ἡμῶν ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς γίδος τῶν θηρευόντων, κ. τ. ἑ. Ἐῤῥύσθημεν (68) ν θηρευτῶν δαιμόνων τῆς παγίδος, συντρίψαντος στοῦ τὸν διάβσλον, δόντος τε πατεῖν ἐπάνω ὄφεων σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ πρὸς μόνους αὐτὴν ἰσχύουσαν τοὺς ῥᾳθυμοῦντας· εὐματος γάρ τε ἐλάβομεν χάριν, καὶ τρεφόμεθα τῷ ό Χριστοῦ αἵματί τε καὶ σώματι.

Τοῦ αὐτοῦ. Θηρεύουσιν ἐπὶ (69) ψυχὴν δικαίου αἱ τικείμεναι δυνάμεις, ὧν παγίδες οἱ ὑπʼ αὐτῶν εργούμενοι, καὶ ἐρεθίζοντες προσκαλούμενοι ἡμᾶς τὸ ἁμαρτεῖν, καὶ πᾶσα ὕλη ἐπὶ τὸ ἁμαρτάνειν οκαλουμένη. Οὐ πίπτει δὲ στρουθίον εἰς παγίδα ευ τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς.

Ἡ παγὶς συνετρίβη, καὶ ἡμεῖς ἐῤῥύσθημεν, κ. ἐ. Ἡ μὲν Παλαιὰ (70) Διαθήκη τὰς κατʼ ἐνέργειαν ντρίβει παγίδας, νομοθετοῦσα τό· « Οὐ μοιχεύις· » ἡ δὲ Καινὴ τὰς κατὰ διάνοιαν φθείρει παγίδας, ραγγέλλουσα τό· « Οὐκ ἐπιθυμήσεις. » Πλὴν ἐπὶ ν τοῦ Ἀβιμέλεχ τῶν Γεραρῶν τὴν κατʼ ἐνέργειαν γίδα διέφθειρε, μὴ συγχωρήσας τῆς ἀλλοτρίας τὸν ἅψασθαι γυναικός· ἐπὶ δὲ Ἰωσὴφ τὴν κατὰ άνοιαν. Οὐ γὰρ εἰσάγει ἡ Γραφὴ ἐπιθυμήσαντα τῆς λοτρίας αὐτὸν γυναικός. Καὶ μακάριος μὲν οὗ συνριψε Κύριος τὴν κατʼ ἐνέργειαν παγίδα, μακαριωρος δὲ οὗ τὴν κατὰ διάνοιαν παγίδα διέφθειρεν, οὐδὲ ῥέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.