Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσωίαν Σιὼν, ἐγενήθημεν ὡσεὶ παρακεκλημένοι, κ. τ. ἑ. Οἱ ἀπόστολοι (77) ταῦτα προφητεύονται λέξειν τερὶ ἑαυτῶν καὶ τῶν ἐν τοῖς ἔθνεσι. Καὶ μετὰ ταῦτα ἀποφαίνεται περὶ σπόρου καὶ θερισμοῦ.

Τοῦ αὐτοῦ. Αἰχμαλωσία (78) ἐστὶ. φύσεως λογικῆς ἀπὸ ἀρετῆς καὶ γνώσεως ἐπὶ κακίαν καὶ ἀνοησίαν μετάβασις.

Τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ὁ γλῶσσα ἡμῶν ἀγαλλιάσεως, κ. τ. ἑ. Τὸ μὲν στόμα (79) ἐπλήσθη χαρᾶς, ἡ δὲ γλῶσσα ἀγαλλιάσεως, ἀφʼ ὧν ῥεῖ χαρὰ καὶ ἀγαλλίασις. Τούτων δὲ γενομένων, οἱ ἀπὸ τῶν ἐθνῶν διδασκόμενοι λέγουσιν· « Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετὰ τούτων. » Καὶ περὶ ἑαυτῶν δέ φασιν εὐχαριστοῦντες· « Ἐμεγάλυνε Κύριος ποιῆσαι μεθʼ ἡμῶν, ἐγενήθημεν εὐφραινόμενοι. » — « Ἐπὶ μὲν τῶν ποταμῶν Βσβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν· » — « Ἐν δὲ τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν, ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν. » Ἐπὰν ποιήσωμεν τὸ, « Ἐθέμην τῷ στόματί μου φυλακήν· » καὶ τὸ, « Στόμα δικαίου μελετᾷ σοφίαν· » καὶ τὸ, « Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ· » καὶ ὅμοια τῷ, « Τὸ στόμα ἡμῶν ἀνέῳγε πρὸς ὑμᾶς, Κορίνθιοι· » τότε ἀλτθεύοντες φήσομεν καὶ τὸ, « Ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν. »

Τότε ἐροῦσιν ἐν τοῖς ἔθνεαιν· Ἐμεγάλυνε Κὐριος [*](98 Psal. xxxiii, 8. 99 Psal. cxxxiv, 19. 1 ibid. 20. 2 Matth. xiii, 12. 3 Psal. cxxxvi, 1. 4 Psal.) [*](xxxviii, 2. ⁵ Psal. xxxvi, 30. 6 Prov. xxxi, 8. 7 II Cor. vi, 2.) [*]((74) Ἔργον Κυρίου, etc. Catena Corderii,) [*]((75) Εἰ κλῆρος, etc Schedæ Grabii.) [*]((76) Τήρει τό, etc. Catena Corderii.) [*]((77) Οἱ ἀπόστολοι, etc. Catena Corderii.) [*]((78) Αἰχμαλωσία, etc. Schedæ Grabii.) [*]((79) Τὸ μὲν στόμα, etc. Catena Corderii.)

1641
τοῦ πωιῆσαι κετʼ αὐτᾶν, κ. τ. ἑ. « Μετὰ ταῦτα (80) γὰρ ἑπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. »

Ἐπίστρεψον, Κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν ὡς χειμάῤῥους ἐν τῷ νότῳ, κ. τ. ἑ. Ἀνωτέρω μὲν (81) ὡς ἤδη ἐπιστροφῆς ἀπὸ τῆς αἰχμαλωσίας γενομένης εἴρηνται οἱ δύο στίχοι· νῦν δὲ ὡσεὶ ἐν αἰχμαλωσίᾳ ὢν ταῦτά φησιν ὁ Προφήτης· τὸ μὲν πρότερον προφητεύων, σἶμαι, περὶ τῶν ἀποστόλων· τὸ δὲ δεύτερον ἐκ προσώπου λέγων ἐθνῶν. Τῶν γὰρ ἐν τοῖς ἔθνεσίν ἐστι τὰ ἀπὸ τοῦ, « Ἐμεγάλυνε Κύριος τοῦ ποιῆσαι μετὰ τούτων, » ἕως τοῦ, « Ὠς χειμάῤῥους ἐν τῷ νότῳ. »

Οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσιν, κ. τ. ἑ. Οἱ μὲν τὴν (82) πρακτικὴν μετὰ πόνου καὶ δακρύων κατεργαζόμενοι ἐν δάκρυσι σπείρουσιν· οἱ δὲ τῆς γνώσεως ἀπόνως μεταλαμβάνοντες ἐν ἀγαλλιάσει θεριοῦσι.