Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Ὁ λέγων· « Ἔθηκάς με βέλος ἐκλεὸν, » οὗτός ἐστιν ἐν πολλοῖς βέλεσι βέλος ἐκλεκτὸν, ἐν πολλοῖς υἱοῖς καὶ υἱὸς ἐκλελεγμένος. Οὐκ ἂν φαρέτρα ἦν τῷ Θεῷ διʼ ἓν βέλος, περὶ ἧς φησι· Καὶ τῇ φαρέτρᾳ αὐτοῦ ἕκρυψέ με. » Πάντα οὖν βέλη τοῦ δυνατοῦ Θεοῦ ἠκονημένα, ἐναντία ὅντα ς βέλεσι τοῦ πονηροῦ.

Οἴμοι· ὅτι ἡ παροικία μου ἐμακρύνθη, κατκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδὰρ, κ. τ. ἑ. κ ἔστι (46) τοῦ αὐτοῦ λέγειν· « Μὴ ἀναγάγῃς με ἡμίσει ἡμερῶν μου· » καὶ τό· « Οἴμοι, ὅτι ἡ ροικία μου ἐμακρύνθη. » Ἤ τάχα ἡμέρας ἐκεῖ λέἃς ὁ φόβος τοῦ Κυρίου κατὰ τὸν Σολομῶντα [*](81 Isai. xlix, 2. 82 ibid. 83 Psal. ci, 25) [*]((43) Τῶν διʼ ἀρετήν, etc. Schedæ Grabii.) [*]((44) Συνεχῶς ἄνω, etc. Catena Cordcii.)

1632
προστίθησι, τὰς ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γενομένας, ἐν αἷς καὶ Ἀβραὰμ ἀπέθανε πλήρης ἡμερῶν. Ἐνταῦθα δὲ πρὸς τὴν αἰσθητὴν δωρεὰν ἀποδύρεται· ἔχει γὰρ καὶ οὗτος « ἐπιθυμίαν τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρείσσονα· τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον » διὰ τοὺ; φελημένους, εἴπερ ὁ Δαυΐδ κατὰ τὸν Λοῦκαν ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων, ἢ καὶ κατὰ Παῦλον ἰδίᾳ γενεᾷ ὑπερετήσων » ἐξαπεστάλη.

Τοῦ αὐτοῦ. « Κηδὰρ (47) » ἑρμηνεύεται σκοτασμός. Κατεσκήνωσα οὖν, φησὶ, μετὰ τῶν σκηνωμάτων τοῦ σκοτασμοῦ, ὅπερ ἐστὶ τοῦ σώματος τοῦ θανάτου, καὶ ἡ ψυχή μου αὕτη, φησὶ, πολλάαις παρῴκησεν.

Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, ὅθεν ἤξει ἡ βοήθειά μου, κ. τ. ἑ. Ἐγὼ μὲν ᾖρα (48), φησὶ, τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη, τοὺς ἁγίους ἀγγέλους, ὡς μέλλων ὑπό τινος αὐτῶν βοηθεῖσθαι· ἦλθε δέ μοι ἡ βοήθεια παρὰ Κυρίου, « τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. » Οὐ γὰρ ἁπλῶς προσέθηκε, « τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. » Εἰ γὰρ καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν αὐτὸς, φησὶν, ἐποίησεν, πανταχοῦ δύναται καὶ ἐν ἀλλοτρίᾳ βοηθεῖσθαι, καὶ ἐν βαρβάροις χεῖρα ὀρέξαι.