Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Μὴ δῴης εἰς σάλον τὸν πόδα σου, μηδὲ νυστάξῃ ὁ φυλάσσων σε, κ. τ. ἑ. Μὴ περιτραπῇς (49), φησὶ, μηδὲ σκανδαλισθῇς, καὶ τότε ἔξεις τὸν Θεὸν χεῖρα ὀρέγοντα· ὥστε παῤ ἡμῶν δεῖ εἶναι τὰς ἀρχὰς, καὶ ὁ Θεὸς τοῦ ὀρέξαι χεῖρα ἕτοιμος.

Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε, οὐδέ ἡ σελήνη τὴν νύκτα, κ. τ. ἑ. Οὗτος, σἶμαι (50), ὁ ἥλιος ὃς ἀνατέλλει ἐπὶ τὴν σπαρεῖσαν γῆν καὶ ξηραίνων αὐτὴν, καθʼ ἣν « ὁ ἅφρων ὡς σελήνη ἀλλοιοῦται. »

Κύριος φυλάξει τὴν εἴσοδόν σου κοὶ τὴν ἕξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἔως τοῦ αἰῶνος, κ. τ. ἑ. Ἔξοδον τὴν (51) ἀπὸ κακίας εἰς ἀρετὴν, εἴσοδον τὴν ἀπὸ τῆς ἀρετῆς εἰς τὴν γνῶσιν τοῦ Θεοῦ.

Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα. Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερσυσαλὴμ, κ. τ. ἑ. Δύνανται οἱ εἰρηκότες (52) τῷ δικαίῳ· « Εἰς οἶκον Κυρίου πορευσόμεθα, » αὐτοὶ λέγειν καὶ τὸ, « Ἑστῶπας ἦσαν οἱ πόδες ἡμῶν, » τοῖς εἰρηκόσιν Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ ἀγγέλοις ἁγίοις ἢ ἀνθρώποις, τοῖς διὰ τοῦ βίου καλῶς τὴν ἐπὶ τὸν οἷκον τοῦ Θεοῦ πορείαν ποιουμένοις.