Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὠδὴ τῶν ἀναβαθμῶν, κ. τ. ἑ. Μόνοι οἱ τῷ βίῳ (42) καὶ τῷ λόγῳ ἀναβαίνοντες οἰκεῖοί εἰσι τῶν ἀναβαθμῶν, καὶ τῶν ἐν ταῖς ᾠδαῖς αὐτῶν μυστηρίων. Στοχαζόμεθα τὴν μὲν πρώτην ᾠδὴν τῶν ἀναβαθμῶν λέγεσθαι ἐν τῷ λαῷ, εἴποτε πόλεμος προσεδοκᾶτο· τὴν δὲ δευτέραν, ὁπότε παρεσκευάζοντο, καὶ συμμάχων ἐδέοντο· τὴν δὲ τρίτην. μετὰ τὸ συμβαλόντες τοῖς πολεμίοις ὑπέρτεροί πως αὐτῶν γεγονέναι· τὴν δὲ τετάρτην, ὅτε περὶ τῆς νίκης ἐπὶ τέλει ἥλπιζον· τὴν δὲ πέμπτην, ἐπὶ τῷ κατωρθωκέναι· τὴν δὲ ἕκτην, ἐπανερχόμενοι· τὴν δὲ ἑβδόμην, ἐπανεληλυθότες· τὴν δὲ ὀγδόην, ἐπισκευάζοντες τὸν ναόν· τὴν δὲ ἐννάτην, μετὰ τὸ ἐν εἰρήνῃ γενέσθαι, διαγράοντες [*](76 Joan. vi, 51, 52. 77 ibid. 55, 56. 78 Jacob. v, 13. 79 Luc. ii, 14. 80 Coloss. iii, 3.) [*]((42) Μόνοι οἱ τῷ βίῳ, etc. Catena Corderii.)

1629
τίς ὁ μακάριος, ἐπὶ τῷ τοὺς οἰκείους ἀπειληἑναι, καὶ εἶναι σὺν αὐτοῖς· τὴν δὲ δεκάτην, ἐν αθείᾳ τυγχάνοντες εἰρήνῃ, ὅτε φασὶ πολλάκις μὲν επολεμῆσθαι, μηδεπώποτε δὲ δεδυνῆσθαι κατʼ αὐῶν τοὺς πολεμίους· τὴν δὲ ἐνδεκάτην, ἤδη τοῖς είοις σχολάζοντες καὶ τὰ βάθη αὐτῶν συνιέντες· ην δὲ δωδεκάτην, ὡς οὐκ ἐπαιρόμενοι ἐπὶ τοῖς γνωθεῖσιν· τὴν δὲ τρισκαιδεκάτην, περὶ ἀποκαταστάεως εὔχονται Χριστοῦ· τὴν δὲ τεσσαρεσκαιδεκάτην, ερὶ ἀποκαταστάσεως τῆς Ἐκκλησίας· τὴν δὲ πενκαιδεκάτην, περὶ τοῦ δεῖν αὐτοὺς, φθάσαντας εἰς ν οἶκον τοῦ Θεοῦ, ἑστάναι ἐν αὐτῷ, καὶ εὐλογεῖν τὸν, ἐπαίροντας τὰς χεῖρας εἰς τὰ ἅγια, ἵνα καὶ τοὶ εὐλογηθῶσιν ἀπὸ Κυρίου.

Πρὸς Κόριον ἐν τῷ θλβεσθαί με ἐκέκραξα, αὶ εἰσήκουσέ μου, κ. τ. ἑ. Τῶν διʼ ἀρετὴν (43) αὶ γνῶσιν θλιβομένων ἐπακούει Θεὸς ἐν τῇ θλίψει ς αἰχμαλωσίας καὶ τῆς ἐκεῖθεν κακοπαθείας. ραυγὴν δὲ λέγει τὴν ἐπάνοδον ψυχῆς καὶ συντετριμένης καὶ τεταπεινωμένης πρὸς τὸν δυνάμενον ῥύισθαι, ἧς εὐθέως ὑπακούει Θεός.

Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίρν καὶ ἀπὸ γλώσσης δολίας, κ. τ. ἑ. Συνεχῶς ἄνω (44) καὶ κάτω τοῦτο παρακαλεῖ τὸν Θεὸν, τῶν τοιούρν ἐπιβουλῶν ἀπαλλάττεσθαι. Εἰ δὲ τοὺς δολεροὺς ῖ φεύγειν καὶ ὑπούλους, πολλῷ μᾶλλον τοὺς ἀπαῶνας, καὶ πονηρὰ δόγματα ἐνιέντας. Μάλιστα δὲ δικα εἴποι τις ἂν χείλη ἐκεῖνα τὰ περὶ τὴν ἀρετὴν άπιοντα, τὰ πρὸς κακίαν ἐπάγοντα. Διὰ δὴ τοῦτο αὶ ὁ προφήτης οὗτος καὶ τὴν ψυχὴν αὐτοῦ ἀξιοῖ ῥυθῆναι.

Τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα σὺν τοῖς ἄναξι τοῖς ἐρημιποῖς, κ. τ. ἑ. Οὐδὲν οὕτως (45) μόζει πρὸς τὰς ἀντικειμένας δυνάμεις, ὡς τὰ βέλη ῦ Χριστοῦ τὰ ἀντικείμενα τοῖς πεπυρωμένοις βέσι τοῦ πονηροῦ, καὶ οἱ ἄνθρακες οἱ καταναλίσκονς ξύλα, χόρτον, καλάμην. Εἰ δέ ἐστι βέλος ἀγάης κατὰ τὴν ἐν τοῖς Ἄσμασι νύμφην· « Τετρωμένη ρ, φησὶν, ἀγάπῃ ἐγώ· » ἔστι βέλος δικαιοσύνης ὶ ἀνδρίας καὶ σωφροσύνης καὶ τῶν λοιπῶν ἀρετῶν, ς βέλεσι τιτρωσκόμενοι ὑποκάτω τοῦ Θεοῦ πίπτουν οἱ λαοί.