Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐξερεύξονται τὰ χείλη μου ὕμνον, ὅταεν δεδάξῃς με τὰ διικαιώματά σου, κ. τ. ἑ. Ἡ ἐρυγὴ ὡς ἐπίπαν γίνεται τοῖς κεκορεσμένοις. Πλησθένες γὰρ οὕτως ἐρευγόμεθα τὴν ποιότητα τῆς τροφῆς, ἥν εἰλήφαμεν. Οἷδεν οὗν ὁ θεῖος λόγος πνευματικὴν τροφήν· αὐτὸς γὰρ ὁ Λόγος φησὶν ἄρτος εἶναι· « Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐξ οὐ ρανοῦ καταβάς· ὁ φαγὼν τοῦτον τὸν ἄρτον ζήσεται εἰς τὸν αἰῶνα. » Καί φησι γὰρ ὁ Λόγος ἕχειν σάρκας ἐν τῷ· « Ὁτρώγων μου τὴν σάρκα, ἕχει ζωὴν ἐν ἑαυτῷ· ἡ γὰρ σάρξ μου ἀληθής ἐστι βρῶσις. » Ἐὰν οὖν κορεσθῶμεν τούτου τοῦ ἄρτου, ὅ ἐστι τοῦ Λόγου, ἐρευξόμεθα ὕμνον. Ποτὲ δὲ ἐξερεύξονται καὶ εὐχαί· τὸ γὰρ αὐτὸ γενέσθαι ἐπάναγκες καὶ διὰ τῶν εὐχῶν, ὅταν διδάξῃς με τὰ δικαιώματά σου· ἐὰν γὰρ μὴ διδαχθῶ τὰ δικαιώματά σου, τοιαύτην ἐρυγὴν ἐξερεύξασθαι οὐ δύναμαι.

Τοῦ αὐτοῦ. Ὥσπερ τῶν εὐθυμούντων ἐστὶ τὸ ψάλλειν («εὐθυμεῖ γάρ τις, φησὶν, ἐν ὑμῖν; ψαλλέτω»), οὕτω τὸ ὑμνεῖν τῶν θεωρούντων τοὺς λόγους τῶν δικαιωμάτων ἐστίν. Ἀλλὰ τὸ μὲν ψάλλειν ἀνθρώποις ἁρμόζει, τὸ δὲ ὑμνεῖν ἀγγέλοις, ἢ τοῖς ἀγγελικὸν ἕχουσι βίον· διὸ καὶ οἱ ἀγραυλοῦντες ποιμένες οὐκ ἤκουσαν ἀγγέλων ψαλλόντων, ἀλλʼ ἀνυμνούντων καὶ λεγόντων· « Δόξα ἐν ὑψίστοις Θεῷ, » καὶ τὰ ἑξῆς. Ἔστι τοίνυν εὐθυμία ἀπάθεια ψυχῆς ἀπὸ τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ τῶν ἀληθινῶν δογμάτων προσγινομένη· ὕμνος δέ ἐστι δοξολογία.

Ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι, κ. τ. ἑ. Εἰς τὸν μέλλοντα χρόνον ἐνέκλειε τὴν ζωὴν τῆς ψυχῆς· « Ἡ γὰρ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. » Τότε ὑμνήσει κυρίως τὸν Θεόν.

Ἐαλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸι δοῦλόν σου, ὅτι τὰς ἐντσλάς σου οὐκ ἐπελαθόμην, κ. τ. ἑ. Πρῶτον μὲν τὴν πλανηθεῖσαν ψυχὴν ὡς δικαιοσύνη ἐπιστρέφει ὁ Κύριος, ἕπειτα δὲ καὶ ὡς σοφία, εἴπερ πλάνη ἐστὶ ψυχῆς κακία καὶ ἀγνωσία.