Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Ἐχθροὺς νῦν φησιν ἐπιδικαζομένους ὧν ἐντολῶν, καὶ μισοῦντας ἡμᾶς· οἷς ἡμεῖς οὐκ θραίνομεν. Σημαίνει τοὺς ἐκ περιτομῆς Ἰουδαίους· ὲρ τούτους γὰρ ὁ Χριστιανὸς ἐσοφίσθη τὴν ἐντολὴν οῦ Θεοῦ, πνευματικῶς τὸν νόμον νοῶν καὶ φυλάττῶν. [*](37 Rom. VI, 18. 38 ibid. 22. Rom. XIII, 12, 13. 40 I Thess. v, 5. 41 II Cor. II 11.)

1608
Διὰ τοῦτο δύναμαι νοῆσαι βαθύτερον τὸ εἰρημένον ὑπὸ τοῦ Κυρίου· « Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν.» Ἐχθροὶ γὰρ ἡμῶν εἰσιν ἐκεῖνοι. « οἱ ἔχοντες ζῆλον Θεοῦ, ἀλλʼ οὐ κατʼ ἐπίγνωσιν. »

Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μου ἐστίν, κ. τ. ἑ. Αἱ Γραφαὶ ἐκείνων ἦσαν πρῶται· ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. Ἐκεῖνοι διδάσκαλοι ἐπαγγέλλονται γεγονέναι, ἅτε πρῶτοι παραλαβόντες νόμον καὶ προφήτας. Ἡμεῖς οὖν οἱ ἀπὸ τῶν ἐθνῶν λέγομεν· « Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα. » Διὰ τί θέ; « Ὅτι τὰ μαρτύριά σου μελέτη μου ἐστί. » Καινὰ εὑρίσκω μαρτύρια παρὰ τὰ πολλάκις εἰρημένα μαρτύρια. Μελέτη μου γάρ ἐστι τὰ μαρτύρια Ἰησοῦ Χριστοῦ· παρεδεξάμην γὰρ αὐτὰ τὰ μαρτύρια, καὶ διὰ τοῦτο ἐγὼ ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα. Εἶπεν αὐτοὺς ἐχθροὺς ὁ Ἐκκλησιαστικὸς, εἶπεν αὐτοὺς διδάσκοντας· νῦν λέγει αὐτοὺς καὶ πρεσβυτέρους.

Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεδήτησα, κ. τ. ἑ. Χρήζομαι τούτῳ τῷ ῥητῷ πρὸς τοὺς γέροντας τοὺς μακρὸν χρόνον καὶ τὴν ἀπάθειαν νομίζοντας εἶναι πρόξενον τῆς γνώσεως τοῦ Θεοῦ.

Ἐκ πάσης ὀδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἄν φυλάξω τοὺς λόγους σου, κ. τ. ἑ. Πονηρὰς ὁδοὺς ὡδεύομεν, « ἀνόητοι » ὄντες ποτὲ « καὶ ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἐπιθυμίαις καὶ ἡδοναῖς ποικίλαις, » καὶ τὰ ἐξῆς. Ἐκεῖναι μὲν ἦσαν ὁδοὶ πονηραί. Τελεία ἡ φωνὴ αὕτη Ἐκκλησιαστικοῦ. Ὅσον γὰρ ἔτι ἁμαρτάνομεν, λέγειν ταῦτα οὐ δυνάμεθα· ἐκ τοῦ γὰρ κωλύειν τοὺς πόδας ἡμῶν ἐκ πάσης ὁδοῦ πονηρᾶς φυλάξομεν τοὺς λόγους τοῦ Θεοῦ. Ποίους λόγους; τοὺς ἐν νόμῳ, νοήσαντες αὐτοὺς πνευματικῶς, καὶ ἐπιγινώσκοντες τὸν διʼ αὐτῶν κηρυττόμενον Ἰησοῦν Χριστόν. Ἐμφαίνει δὲ τὸ ἐλεύθερον τῆς προαιρέσεως τὸ, « Ἐκώλυσα τοὺς πόδας. » Ὡς γὰρ ἐπʼ αὐτῷ ὄντος τοῦ κινεῖν τοὺς πόδας εἰς τὸ βαδίζειν, ἢ καὶ κωλύειν αὐτοὺς, τὸ προκείμενον εἶπεν.

Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με, κ. τ. ἑ. Τοῦ σοῦ διαπαντὸς ἐμεμνήμην δικαστηρίου. Ἐν ἐνάτῳ δὲ λέγει ψαλμῷ· « Κατάστησον νομοθέτην ἐπʼ αὐτούς. Γνώτωσαν ἔῶνη, ὅτι ἄνθρωποί εἰσιν. » Μωϋσῆς μὲν γὰρ ἐνομοθέτησε τὰ τοῦ γράμματος τοῖς μὴ δυναμένοις χωρεῖν τὴν ἐπιδημίαν τῆς Καινῆς Διαθήκης· Ἰησοῦς δὲ Χριστὸς ἐπιδημήσας ἐνομοθέτησέ μοι τὸ Εὐαγγέλιον, καὶ πνευματικόν μοι τὸν Μωυσέως ἔδειξε νόμον.

Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπἐρ μέλι τῷ στόματί μου, κ. τ. ἑ. Ὁ ἡδόμενο, καὶ τρεφόμενος ἐπὶ τῇ γνώσει νοῦς ὀνομάζεται στόμα

Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα· διὰ τοῦτο ἐμ σησα πᾶσαν ὀδὸν ἀδικίας, κ. τ. ἑ. Ἐν ταῖς σαῖς συνετὸς γενόμενος ἐντολαῖς διαιρούσαις μοι τὰ πρακτέα· καὶ μὴν οὐ μόνον ἄπειμι πάσης ὁδοῦ ἀδικίας. ἀλὶὰ καὶ μεμίσηκα.

1609

σα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα καιοσύνης σου, κ. τ. ἑ. Τὸ ἀμετάθετον τοῦ ὅρκον ὠνόμασεν.

αὐτοῦ. Τί ποιεῖ ἐνθάδε τὸ «ὥμοσα ζητηΔιέθετο διαθήκην πρὸς τοὺς ἐκλεκτοὺς αὐ Καὶ ταύτην τὴν διαθήκην πρὸς τοὺς ἐκλεκτοὺς διαθεμένου τοῦ Θεοῦ ὁ πιστεύων παρεδέξατο, νεὶ ὅρκοις μεταξὺ τοῦ Θεοῦ ἐποιήσατο παρανος αὐτοῦ τὴν διαθήκην, ὥστε στῆσαι καὶ φυαι τὰ κρίματα τῆς δικαιοσύνης αὐτοῦ. Ἵστημι σὶν, αὐτὰ τῇ ἐμῇ ψυχῇ· καὶ ὅταν αὐτὰ στήσω, ἐκεῖνο τὸ εἰρημένον παρὰ τῷ Σολομῶντι ἐν μίαις· « Λογισμοὶ δικαίων κρίματα. Ἐκεῖνα ρίματά » ἐστι « τῆς δικαιοσύνης τοῦ Θεοῦ· ὲ γενόμενα, ὅτε ὤμοσα καὶ ἔστησα αὐτὰ ἐν Τὸ δὲ «στῆσαι ἐνταῦθα τὸ βεβαίως ὁρίσαι καὶ τὸ « ὀμόσαι τουτέστι τὸ ἀμεταθέτως προθέσθαι, καὶ ἀπαράβατον φυλάττειν τὸ ἔργον κου μετὰ βεβαιώσεως προελέσθαι.

ἑκούσια τοῦ στόματός μου εὐδόκησον δὴ, καὶ τὰ κρίματά σου δίδαξόν με, κ. τ. ἑ. ὧν οὐ διετάχθημεν ποιεῖν, ἀλλὰ προαιρέσει μεν, ταῦτά φησιν ἑκούσια τοῦ στόματος ἡμῶν· εἰ παρθενίαν ἀσκήσω, ἢν οὐ προσετάχθην οὐδὲ ὕσθην, ἀλλʼ ἑκουσίως τοῦτο ποιῆσαι κρεῖσσον μαι. Τοῦτο οὖν εὐδόκησον, Κύριε. Καὶ ἐπὶ ἅλὲ ὁμοίως τῶν κατὰ τὸν βίον ἡμῶν τοιαῦτα εὐαεν, ὧν τινὰ μὲν ποιοῦμεν ὡς προστεταγμένοι τινὰ δὲ πράττομεν ἑκουσίως.

ψυχή μου ἐν ταῖς χερσί σου διαπαντὸς, καὶ όμου σου οὐκ ἐπελαθόμην, κ. τ. ἑ. Ζητήσεις ἡ ψυχὴ τοῦ Δαθῒδ ἐν ταῖς χερσὶ τοῦ Θεοῦ διοός· πότερον ὡς ἐν δικαιοσύνῃ, ἢ ὡς ἐν γνώσει. άχα τὸ πρότερον· ἀγγέλων μὲν γάρ ἐστι τὸ ντὸς θλέπειν τὸ πρόσωπον τοῦ Θεοῦ, τουτέστι εωρίαν αὐτοῦ, ἀνθρώπων δὲ τὸ δύνασθαι διαὁς δικαιοπραγεῖν κατʼ ἐνέργειαν· ὅπερ ἐστὶ τὸ ἐν ταῖς χερσὶ τοῦ Θεοῦ· ἡ γὰρ κατὰ διάνοιαν ρπραγία μόνῳ προσῆν τῷ Χριστῷ, ὅς ἁμαρτίαν ποίησε, δηλονότι κατʼ ἐνέργειαν, καὶ οὐχ εὑρέθη ἐν τῷ στόματι αὐτοῦ σαφὲς, ὅτι κατὰ διάἀφʼ ἧς προέρχονται τὰ περιττὰ τῆς καρδίας. ψυχήν μοὺ σοι ἐγχειρίζω πάντοτε, σὲ φρουρὸν μαι καὶ ὑπερασπιστὴν καὶ κυβερνήτην αὐτῆς· ιὰ τοῦτο τοῦ νόμου σου οὐκ ἐπελαθόμην, ἵνα μὴ έσω. Πᾶς ὁ ἀναθεὶς ἑαυτὸν τῷ Θεῷ, τὴν ψυχὴν ῦ παρατίθεται εἰς τὰς χεῖρας αὐτοῦ, καθὼς καὶ χοῦ εἶπεν· « Ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, ε, εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου. μερίζει ἑαυτὸν εἰς ἡδονὰς καὶ πάθη σωματικὰ φροντίδας βιωτικὰς, οὐ παρατίθεται τὴν ψυχὴν οῦ εἰς χεῖρας Θεοῦ.

οῦ αὐτοῦ. Ὁ δὲ Ἀκύλας οὕτω· « Ψυχή μου ἐν σῷ μου ἐνδελεχῶς καὶ διηνεκῶς, καὶ νόμου σου οὐκ αθόμην » ὁ δὲ Σύμμαχος· « Ἡ ψυχή μου μετὰ άς μου διαπαντός· » ἡ δὲ πέμπτη ὁμοίως τοῖς δομήκοντα.

[*](Psal. LXXXVIII. 4. 40 Prov. XII, 5. 47 Petr. II, 22. 48 Psal. XXX, 5, 6.)
1612

Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην, κ. τ. ἑ. Παγίδας οἱ ἁμαρτωλοὶ πολλὰς τοῖς δικαίοις καὶ διαφόρους ῥάπτουσιν· οἷον τῷ Ἰωσὴφ ἡ Αἰγυπτία καὶ οἱ ἀδελφοί· τῷ Δανιὴλ οἱ ἀπὸ τοῦ Δαρείου λαβόντες ἐξουσίαν· ἀλλʼ οὐκ ἀπεπλανήθησαν τῶν ἐντολῶν τοῦ Θεοῦ· διὰ τοῦτο τῶν παγίδων ἀνώτεροι ἐγένοντο.

Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλίαμα τῆς καρδίας μου εἰσὶν, κ. τ. ἑ. Ὅσοι χαίρουσι ταῖς ἐντολαῖς τοῦ Θεοῦ, καὶ τὴν δικαιοπραγίαν ἀσπάζονται, οὗτοι διαπαντὸς κληρονομοῦσιν αὐτοῦ τὰ μαρτύρια, κλῆρον αὐτὰ καὶ μερίδα ἀντὶ πάντων τῶν ἐν τῷ κόσμῳ κτώμενοι, καὶ ὅπερ ἐὰν πάθωσιν ἐπʼ αὐτοῖς, εὐφραινόμενοι.

Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰλῶνα διʼ ἀντάμειψτν, κ. τ. ἑ. Εἰδὼς ἀποκειμένην ἀμοιβὴν ἔκλινα, ἥτις ἐστὶ βασιλεία Θεοῦ· « Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἅ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. »

Τοῦ αὐτοῦ. Ἡ ἀντάμειψις τῶν δικαιωμάτων, ἡ γνῶσις αὐτῶν ἐστιν.

Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα, κ. τ. ἑ. Ὁ παράνομος, καθὸ παράνομος ὑπάρχει, μισητός ἐστι· καθὸ δὲ εἰκὼν καὶ πλάσμα Θεοῦ, ἀγαπητός ἐστι. Κατὰ γοῦν τὴν δευτέραν ἔννοιαν καὶ τοῖς ἐν τῇ φυλακῇ προσβάλλειν ἡμῖν προτέτακται, καὶ εὖ ποιεῖν τοὺς κακούργους νενομοθέτηται. Δύναται δὲ ἐνταῦθα λέγειν λόγους καὶ νόμους οῦς μεμίσηκεν ὁ Δαυΐδ.

Τοῦ αὐτοῦ. Οὐκ ἐμίσει παρανόμους ἀνθρώπους καὶ γὰρ ἔδειξεν ὁ βίος αὐτοῦ, ὅτι οὐκ ἀνθρώπους παρανόμους ἐμίσησεν· οὔτε γὰρ τὸν πατραλοίαν Ἀβεσσαλὼμ ἐμίσησεν, οὔτε τὸν Σαοὺλ, (περὶ οὗ εἶπεν ὁ Θεός· « Μεταμεμέλημαι χρίσας τὸν Σαοὺλ εἰς βασιλέα»)· διαφόρως τῷ Δαυῒδ ἐπιβουλεύσαντα, οὔτε ἄλλον τινὰ παράνομον· ὅθεν « παρανόμους » εἰπὼν, οὐ προσέθηκεν « ἀνθρώπους » ὡς γὰρ ἅγιος ἐμίσει τὰ μίσους ἄξια, τοὺς λόγους τοὺς παρανόμους, τὰ δόγματα τὰ παράνομα, τὰς τοιαύτας διδασκαλίας, τὴν διάθεσιν καθʼ ἣν ἁμαρτάνουσιν· ὅθεν τοῖς παρανόμοις λόγοις ἀντέθηκε τὸν ἀγαπώμενον νόμον. Κατὰ ταύτην τὴν ἔννοιαν καὶ πατέρα καὶ μητέρα μισεῖν προστετάγμεθα, τουτέστιν ἀποστρέφεσθαι παρακαλοῦντας ἡμᾶς εἰς ἀσέβειαν, ἢ τοῦ κατὰ Χριστὸν ἀποτρέποντας μαρτυρίου. Ἄλλως γὰρ καὶ τοὺς ἐχθροὺς ἡμῶν ἀγαπᾷν προστετάγμεθα. Θεοῦ δὲ προκαλουμένου εἰς τὸ καὶ τὴν ἰδίαν μισῆσαι ψυχὴν, ὁμοίως καὶ ἀνθρώπους δεῖ παρανόμους μισεῖν, ὡς ἂν αὐτοὺς ἐπιστρέψωμεν βελτιούμενοι τῷ μὴ τούτοις ὁμοιωθῆναι.

Ἐκκλίνατε ἀπʼ ἐμοῦ, πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου, κ. τ. ἑ. Ἐὰν μὴ ἐκκλίνωσιν ἀφʼ ἡμῶν οἱ δαίμονες, τὰς ἐντολὰς τοῦ Θεοῦ ποιεῖν οὐκ ἰσχύομεν· πρὸς γὰρ ταύτας μάλιστα ἵστανται, διά τὸ προξένους ἡμῖν γενέσθαι τῆς γνώσεως τοῦ Θεοῦ.

Ἀντιλαβοῦ μου κατὰ τὺ λόγιόν σου, καὶ ζή??σι, [*](49 1 Cor. 11, 9. 50 1 Reg. xv, 11.)

1613
καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας ν, κ. τ. ἑ. « Ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται, δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλοὐ καταισχύνει. »