Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Γοῦ αὐτοῦ. « Κατὰ τὸ λόγιόν σου· » τουτέστι κατὰ ὑπόσχεσίν σου. Ἐπηγγείλω γὰρ ἐν τῷ νόμῳ ερασππίζειν τῶν φυλασσόντων αὐτόν. Τοῦτον τοίἔχοντα τὸν σκοπὸν τῆς σῆς προνοίας ἀξίωσον, ἵνα ἐπιτυχὼν τῆς ἐλπίδος, αἰσχύνης ἀναπλησθῶ. Τὸ λόγιον ἐνταῦθα τὴν ὑπόσχεσιν δηλοῖ· ἀντὶ τοῦ· Τὴν κγγελθεῖσάν μοι παράσχου σωτηρίαν.

Βοήθησόν μοι, καὶ σωθήσομαι, καὶ μελετήσω τοῖς δικαιώμασί σου διαπαντὸς, κ. τ. ἑ. Εἰγὰρ ὶ ἔφη· « Βοηθός μου καὶ ἀντιλήπτωρ μου εἶ σὺ, » λὰ δεῖται βοηθείας ἀδιαλείπτου. Ἐν ὅσῳ γάρ ἐσμεν ταῦθα, οὔπω τέλειον τὸ « σωθήσομαι, » ἀλλʼ ὅταν τὰ τῶν ἀγγέλων ζήσωμεν τοῦ Θεοῦ. Τότε γὰρ καὶ λέτη δικαιωμάτων πρόσωπον πρὸς πρόσωπον, τὰ τὴν σκιὰν, ἀλλὰ κατὰ τὴν ἀλήθειαν.

Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρλοὺς τῆς γῆς· διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά αυ, κ. τ. ἑ. Ἡμεῖς μὲν « παραβαίνοντας » λέγομεν ??ς δεδιδαγμένους τὸν λόγον, καὶ μετὰ τὸ δεδιδάχθαι, τετηρηκότας, ἀλλʼ ἀποστάντας καὶ παραβεβηκός. Οὗτος δὲ ὁρᾷ, ὅτι πάντες ἔχουσιν ἀφορμὰς πρὸς λοκάγαθίαν, εἰ καὶ μὴ ἐδιδάχθησαν· ὥστε μὴ μόυς παραβάτας λέγεσθαι τοὺς μετὰ τὴν πίστιν ἀποἀντας, ἀλλὰ καὶ τοὺς ὁπωσποτοῦν ἁμαρτάνοντας. μαρτωλοὶ δὲ τῆς γῆς οἱ ἐπὶ γῆς ἡμαρτηκότες ἄνωποι. Ἄλλοι γάρ εἰσιν ἀμαρτωλοὶ οὐρανοῦ, πρὸς ς ἡμῖν ἐστιν ἡ πάλη « πρὸς τὰ πνευματικὰ τῆς πορίας ἐν τοῖς ἐπουρανίοις. » Ἐκεῖ γὰρ πρῶτον αρτόντες, ὕστερον καὶ ἐπὶ γῆς τοῦτο ποιοῦσιν.

Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου· τὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην, κ. τ. ἑ. Ὁ ιθηλούμενος σταυροῦται, Ζητῶ οὖν τὸν σταυρὸν, ὶ ζητῶ μήποτε ὁ σταυρός ἐστιν ὁ φόβος τοῦ Θεοῦ. αὶ γὰρ εἶπεν ὁ Σωτήρ· « Ὅς ἐὰν μὴ ἄρῃ τὸν σταυν» αὐτοῦ, καὶ ἀκολουθήσῃ μοι, οὐκ ἔστι μου ἄξιος. ολλάκις δὲ διεστειλάμεθα περὶ φόβου καὶ ἀγάπης· αὶ τελειότερον εἰρήκαμεν τὸν ἀγαπῶντα τοῦ φοβουένου, καὶ ἀναγκαῖον εἶναι τὸν φόβον πρὸς εἰσαγωἡν. Ὅπου δὲ εἰσέλθῃ « τελεία ἀγάπη, ἔξω βάλλει τὸν όβον. » Ἐπεὶ τοίνυν εὑρίσκεται καθηλούμενος ἐκ νῦ φόβου ὑπὸ τοῦ Θεοῦ ὁ δίκαιος, ζητῶ, μήποτε μὲν σταυρούμενος φοβεῖται καθηλούμενος ἐκ τοῦ όβου, ἵνα νεκρώσῃ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς· ἡνίκα ἂν ἔλθῃ ἡ τελεία ἀγάπη, καθαιρεῖται ἀπὸ τοῦ σταυοῦ, θάπτεται, ἐκ νεκρῶν ἐγείρεται, ἱν ἐν καινότητι ωῆς περιπατήσῃ, οὐκέτι κατὰ φόβον, ἀλλὰ κατὰ τὴν γάπην τὴν ἐν Χριστῷ Ἰησοῦ.

Ἐποίησα κρίμα καὶ δικαιοσύνην· μὴ παραδ ε τοῖς ἀδικοῦσί με, κ. τ. ἑ. Πῶς οὖν Ἰὼβ ποιήσας ρίμα καὶ δικαιοσύνην, ὡς αὐτὸς ὁ Κύριος ἐμαρτύησε, παρεδόθη τοῖς ἀδικοῦσιν αὐτόν; τὴν ψυχὴν ὐ τοῖς οὐ βούλεται παραδίδοσθαι· σώματος γὰρ καὶ ημάτων ὁ δίκαιος οἷδεν καταφρονεῖν.

[*](51 Rom. v, 3. 52 Ephes. vi, 12. 53 Matth. x, 38.)
1616

Δοῦλός σου εἰμὶ ἐγώ· συνέτισόν με καὶ γνώσομμαι τὰ μαρτύριά σου, κ. τ. ἑ. Οὐδεὶς δοῦλος τῆς ἁμαρτίας δοῦλός ἐστι τοῦ Θεοῦ· ὁ οὖν δουλεύων ἐν πάσῃ πράξει καὶ διανοήσει, ποιῶν πάντα κατὰ τὸν λόγον αὐτοῦ, οὗτος λεγέτω· « Δοῦλός σου εἰμὶ ἐγώ. » Τοιοῦτος ὦν ὁ Προφήτης, ἀξιοῖ μισθὸν λαβεῖν τῆς δουλείας τό· « Συνέτισόν με. » Ἔστι γὰρ σύνεσις διδομένη ἀπὸ Θεοῦ, ἣ ἀπόκειται παρὰ τῷ Θεῷ ὡς ἐν θησαυροφυλακίῳ. Πνεῦμα γὰρ, φησὶ, σοφίας καὶ συνέσεως, καὶ τὰ ἑξῆς τῶν ἀγαθῶν χαρίσματα ἀναπαύσεται ἐπ᾿ αὐτόν.

Καιρός τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν νόμον σου, κ. τ. ἑ. Καιρός ἐστι χρόνος κατορθώσεως τῷ Κυρίῳ, τοῦ ποιῆσαι ἐκδίκησιν δηλονότι. Κατέλυ. σαν, ἠθέτησαν τὸν νόμον σου οἱ παράνομοι. Σύμμαχος· « Καιρὸς πρᾶξαι τῷ Κυρίῳ, ὅτι σκεδαννύουσι τὸν νόμον σου. » Ἀκύλας· « Ἠκύρωσαν. »

Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὀδὸν ἄδικον ἐμίσησα, κ. τ. ἑ. Ὁ μὴ πάσας τὰς ἐντολὰς κατορθώσας οὐδὲ πᾶσαν ὁδὸν ἄδικον ἐμίσησεν. Εἰ δὲ ὁ φοβούμενος τὸν Κύριον μισεῖ ἀδικίαν, οὗτος δὲ οὐκ ἐμίσησεν, οὐ φοβεῖται τὸν Κύριον. Ὁ δὲ μὴ φοβούμενος οὐ μακάριος, εἴπερ. « Μακάριος ὁ φοβούμενος τὸν Κύριον. » Ὁ τὰς ἐντολὰς τοῦ Θεοῦ ἀγαπῶν μισεῖ πᾶσαν κακίαν, ὡς ἀντικειμένην αὐταῖς. Ἀσύμβατον γὰρ ἀρετὴ καὶ κακία, φῶς καὶ σκότος, ὑγεία καὶ νόσος.

Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύ νησεν αὐτὰ ὁ ψυχή μου, κ. τ. ἑ. Ἐπεὶ μεγάλα ὄντα καὶ πολὺν ἔχοντα νοῦν τὰ μαρτύριά σου, θαυμαστά ἐστι, τούτου χάριν οὐχ ὡς ἔτυχεν αὐτοῖς προσέχω. ἀλλʼ ἐπιτεταμένως ἐξερευνᾷ αὐτὰ ἡ ψυχή μου· ἔχων γὰρ τὴν αὐτῶν θεωρίαν, ὀρῶ ἐμαυτὸν πολὺ τῆς ἐπιστήμης αὐτῶν ἀπολειπόμενον, καὶ δεύτερον αὐτοῖς ἐπιβάλλω· εἶτα πάλιν ὀρῶν, ὅτι μόγις ἐν εἰσαγωγῇ αὐτῶν ὑπάρχω, ἐπιτείνω τοίνυν ἐγχωροῦσάν μοι ἔρευναν, ἕως οὗ τὴν ἀκραιφνεστάτην τῆς ἐπιστήμης αὐτῶν ἕξω ἀλήθειαν.

Τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα, ὅτε τὰς ἐντολάς σου ἐπεπόθουν, κ. τ. ἑ. Ὁ ἀνοίξις διὰ τῆς πρακτικῆς τὴν καρδίαν, ἕλκει τὸ ἅγιον Πνεῦμα τὸ ἀποκαλύπτον αὐτῷ τὰ μυστήρια τοῦ Θεοῦ. Τὸ στόμα τῆς ψυχῆς μου ἐστὶν ἡ διάνοια. Τοῦτο οὖν κλείσας τοῖς πονηροῖς λογισμοῖς, ἤνοιξα τοῖς ἀγαθοῖς. καὶ εἵλκυσα Πνεῦμα συνέσεως, χάριτος, καὶ σοφίας.

Τοῦ αὐτοῦ. Μισθὸς ἅρα τῆς χορηγίας τοῦ Πνεύματος ἡ φράσις τῶν ἐντολῶν τοῦ Θεοῦ καὶ ἡ κατόρθωσις, ὥστε ἀνοῖξαι μόνον ἡμᾶς τὸ στόμα, καὶ παραχρῆμα Πνεῦμα ἐξ οὐρανῶν ἕλκεν.

Τὰ διαβήματὰ μου κατεύθυνον κατὰ τὸ λόγιν σου, κοὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία, κ. τ. ἑ. Τοῦ μὲν κατὰ διάνοιαν ἁμαρτάνοντος κυριεύειν λέγεται ἡ ἀνομία· τοῦ δὲ κατʼ ἐνέργειαν πρανομοῦντος, κατακυριεύειν. τάχα τῶν μὲν ὀλίγα ἀμαρτανόντων κυριεύει ἡ ἀνομία, τῶν δὲ πλείσνα κατακυριεύει.

[*](?? Psal. cxi, 1.)
1617

Διεξύδους ὑδάτων κατέδυσαν οἱ ὀφθαλομοί μου, εἰ οὐκ ἐφύλαξα τὸν νόμον σου, κ. τ. ἑ. Τοὺς τὰ διάνοιαν πειρασμοὺς νῦν τροπικῶς ὕδατα ὀνομάὧν ἡμᾶς ἀποτρέπει Σολομὼν, λέγων· « Ἀπὸ ὕδας ἀλλοτρίου ἀπόσχου, καὶ ἀπὸ πηγῆς ἀλλοτρίας μὴ ς·»

οῦ αὐτοῦ. Οἱ ἡμέτεροι ὀφθαλμοὶ εἰς διεξόδους άτων καταδύνουσι τὰ τοῦ βίου πράγματα ἄστατα, ἐστι χρεία λοιπὸν ἐκεῖθεν ἀναχθῆναι καὶ διαβλέψαι, τε τὰ ἐστηκότα τοῦ μέλλοντος αἰῶνος Τοῦ αὐτοῦ. Ὁ Σύμμαχος οὔτω· « Διαιρέσεις ὑδάν κατέδυναν οἱ ὀφθαλμοί μου περὶ τῶν μὴ φυλατων τὸν νόμον σου. »

Ἐξέτηξέ με ξῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόν σου οἱ ἐχθροί μου, κ. τ. ἑ. Οἷον ζῆλον ἀνελάμνον, εἴποτε ἑώρων τινὰ ἐπιλελησμένον τῶν σῶν λόν; Οὐχ ἀπλῶς ζῆλον, ἀλλὰ διάπτοντά τε καὶ ἔνρμον, καὶ αὐτόχρημα καῦσιν, εἰ ἐθεώρουν τινὰς ιλανθανομένους σου τῶν λόγων. Περὶ τούτου τοῦ λου ἐμνήσθησαν οἱ μαθηταὶ ἐκ προσώπου τοῦ Κυυ ἐν ψαλμῷ εἰρημένου, ὅτι « Ὁ ζῆλος τοῦ οἴκου κατέφαγέ με. »

Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ ῦλός σου ἠγάπησεν αὐτὸ, κ. τ. ἑ. Ἅδολος, φηὁ τοῦ Θεοῦ νόμος, ὡς αὐτῷ πεπυρωμένος τῷ εύματι· διόπερ οὐ κολακείαν, οὐκ εἰρωνείαν κέκτηι, ἀλλὰ φανερῶς τοὺς ἁμαρτάνοντα ἐλέγχει, τοὺς ελοῦντας στύφει. « Σῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ, καὶ ργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ εύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνμήσεων καὶ ἐννοιῶν καρδίας. » Τοῦτον τοίνυν, τερ ἐσμὲν δοῦλοι τοῦ Θεοῦ, καὶ ἡμεῖς ἀγαπήσωμεν, δαμῶς αὐτὸν κυβεύοντες μηδὲ δολοῦντες (ὅπερ ς ὁ Παῦλος ᾐνίξατο), καθαρὸν δὲ προφέροντες, καπερ ἑκ τῆς τοῦ Πνεύματος χωνείας ἐδεξάμεθα. Τοῦ αὐτοῦ. Τὸ πεπυρωμένον λόγιον τοῦ Θεοῦ κακαίει ξύλα, χόρτον, καλάμην, τὰς μοχθηρὰς ἕξεις λίσκον.

Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, ὶ ὁ νόμος σου ἀλήθεια, κ. τ. ἑ. Ἡ παρὰ ἀνθρώις δικαιοσύνη πρὸς ὀλίγον ψηφίζεται. Δικαιοσύνη ώνιος δικαιοσύνη κυρίως· ὃν ἂν δικαιοῖς, αἰωνίως ὶ δικαίως βεβαιοῖς. Ἡ δὲ τῶν ἀνθρώπων οὐ τοιτη· πρόσκαιρός τε γὰρ καὶ σφαλλομένη τὰ πολλά. ιὶ ὁ νόμος σου αὐτὸ χρῆμα ἀληθείας, σφόδρα ἀληύων ἐν πᾶσι. Νοεῖται δὲ ἀλήθεια καὶ ἡ ὀρθότης τὰ τό· « Δίκαιος εἶ, Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, αἱ ἐντολαί υ μελέτη μου, κ. τ. ἑ. Ὥσπερ ἐκζητουσῶν ἡμᾶς ν θλίψεων καὶ τῶν ἀναγκῶν, λέγει τὸ, « Εὕροσάν » Ἤ τάχα θλίψεις οἱ θλίβοντες λέγονται, καὶ άγκαι οἱ τὰς ἀνάγκας ἐπάγοντες· ἔθος γὰρ ἔχει ἡ σφὴ τὰς ἕξεις ἀντὶ τῶν ἐχόντων αὐτὰς ὀνομάζειν. τω γὰρ παρὰ Παύλῳ· « Ἡ ἀγάπη οὐδέποτε ἐκπίει· » και παρὰ Σολομῶντι· « Ἡ κακὴ βουλὴ ἀπέλιπε [*](56 Prov. ν, 16.) [*](Prov. ii, 17.) [*](57 Psal. Lxviu, 10.) [*](58 Hebr. iv, 12. 59 Psal. cxviii, 137. 60 I Cor. xiii, 8.)

1620
τὴν διδασκαλίαν τὴν ἐκ νεότητος, καὶ τῆς θείας ἐπελάθετο διαθήκης. » Ποιεῖ δὲ πολλάκις καὶ τὸ ἀνὰ. πάλιν ἡ Γραφὴ, καὶ τὸν πεφυκότα δέχεσθαι τὴν ἀρετὴν ἀντὶ τῆς ἀρετῆς ὀνομάζει. Ἐν γὰρ ταῖς Παροιμίαις φησίν· « Οἱ ἀπαίδευτοι ἐμίσησαν σοφίαν, » ἀντ τοῦ ἀρετήν. Καὶ ὁ Παῦλος· « Μὴ μετατίθεσθε ἀπὸ τοῦ νοὸς ἡμῶν,» τουτέστιν ἀπὸ τῆς τοιᾶσδε γνώμης. Ἐν ταῖς θλίψεσιν αἱ ἐντολαί σου μελέτῃ μου ἦσαν παρηγοροῦσαι καὶ τὸ ἄλγος ἐπικουφίζουσαι. Ταῦτα γὰρ συνέζευκται τοῖς ἐργάταις τῆς ἀρετῆς· ἐκ γὰρ τῆς τούτων διδασκαλίας τὴν ἀνδρίαν μανθάνω, καὶ φέρω γενναίως τὰ λυπηρά. Οὕτω καὶ Σύμμαχος ἡρμήνευσεν· « Θλίψεις καὶ κακώσεις κατέλαβόν με, αἱ δὲ ἐντολαί σου ἔτερπόν με. » Ὁ δὲ Ἀκύλας οὕτω· « Θλιμμὸς καὶ συνοχὴ εὗρόν με· αἱ ἐντολαί σου ἀπόλαυσίς μου. »

Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τόν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι, κ. τ. ἑ. Ἡ σύνεσις προτέρα ἐστὶ τῆς γνώσεως, ὡς εἶναι τὸν γνωστικὸν καὶ συνετόν· τὸν δὲ συνετὸν οὐ πάντως καὶ γνωστικόν·

Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου, Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω, κ. τ. ἑ. Ἐξ ὅλης καρδίας ἀγαπῶν τὸν Θεὸν, οὗτος ἐν ὅλῃ κράζει καρδίᾳ.

Τοῦ αὐτοῦ. Οὐχ ἡ κραυγὴ μεγάλη ἐστὶ φωνὴ, ἀλλὰ τὸ μέγεθος τῶν σημαινομένων ὑπʼ αὐτῆς τῷ Θεῷ. Ὁ γὰρ δίκαιος μεγάλην ἀποτελεῖ πρὸς τὸν Θεὸν φωνὴν, αἰτῶν ἐπουράνια καὶ μεγάλα. Οὕτω καὶ ὁ δίκαιος Ἄβελ ἀποθανὼν λαλεῖ· «Φωνὴ γὰρ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρὸς μὲ ἐκ τῆς γῆς· » ἵνα δηλωθῇ, ὅτι δίκαιος πρὸς τὸν Θεὸν μεγάλῃ κέκραγε φωνῇ. Καὶ τῷ Μωσῇ καταδιωκομένῳ ὑπὸ τῶν Αἰγυπτίων λέγει· «Τί βοᾷς πρὸς μέ;»