Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸν λόγον σου, κ. τ. ἑ. Τῶν ἁμαρτοιλῶν αἱ ψυχαὶ τῷ ἐδάφει κολλῶνται τὰ ἐπίγεια φρονοῦσαι· τῶν δὲ δικαίων ἤτοι συνδεσμούμεναι σώμασιν, ἢ χρονίζουσαι διʼ οἰκονομίτν ἐν αὐτοῖς.

Τοῦ αὐτοῦ Νῦν μὲν ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχὴ καὶ γέγονε σάρξ· ἐν δὲ τῇ ἀναστάσει κολλήσεται ἡ σὰρξ τῇ ψυχῇ, καὶ ἔσται ψυχὴ ἥτις κολληθεῖσα τῷ Κυρίῳ ἐν τῇ καθολικῇ ἀναστάσει γίνεται ἕν πνεῦμα, καὶ γίνεται τὸ σῶμα πνευματικόν. Ὅμοιον τοῦτο

1593
Εἰς χοῦν θανάτου κατήγαγές με· » καὶ τῷ, ταπεινώθη εἰς χοῦν ἡ ψυχὴ ἡμῶν· » καὶ τῷ· σῶμα τῆς ταπεινώσεως ἡμῶν·» καὶ τῷ, « Τίς όσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; » ὑπερβολὴν τῆς ταπεινώσεως διὰ τούτων ἐδήλωΟὕτω γὰρ ἐν μγ΄ ψαλμῷ· « Ὅτι ἐταπεινώθη οῦν ἡ ψυχὴ ἡμῶν, ἐκολλήθη εἰς γῆν ἡ γαστὴρ

δὸν δικαιωμάτων σου συνέτισόν με, καὶ εσχήσω ἐν τοῖς θαυμασίοις σου, κ. τ. ἑ. σιν γὰρ τῶν ἐν αὐτοῖς μυστηρίων λαβὼν, ὡς ταύτην ὁδεύσας, δυνήσομαι περὶ τῶν ἐν αὐτοῖς ἀσίων ὁμιλεῖν τε καὶ λόγον ποιεῖσθαι. νύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας· βεσόν με ἐν τοῖς λόγοις σου, κ. τ. ἑ. Ἀκηδία κίνησις ἐν τῷ αὐτῷ πολυχρόνιος θυμοῦ καὶ ομίας· τοῦ μὲν τοῖς παροῦσιν ὀργιζομένου, τῆς φιεμένης τῶν μὴ παρόντων. Νυσταγμός ἐστι ς λογικῆς ἀμέλεια τῶν ἀρετῶν καὶ τῆς γνώτῆς τοῦ Θεοῦ· ὕπνος ἐστὶ ψυχῆς λογικῆς χωὸς ἑκούσιος ἀπὸ τῆς ὄντως ζωῆς· διὸ καὶ ὁ σοφὸς μῶν παραινεῖ μὴ δοῦναι ὕπνον τοῖς ὄμμασι, ἐπινυστάξαι τοῖς βλεφάροις.

δὸ ἀδικίας ἀπόστησον ἀπʼ ἐμοῦ, καὶ τῷ ῳ σου ἐλέησόν με, κ. τ. ἑ. Οὐκ ἐμὲ, φησὶν, στησον ἀπὸ ὁδοῦ ἀδικίας, ἀλλʼ αὐτὴν ἀπʼ ἐμοῦ, νυπάρχουσαν ἥδη· καὶ δεομένην μὲν ἡμῶν πρὸς ασιν, μάλιστα δὲ τῆς ἐκ Θεοῦ βοηθείας, ὡς ἂν θῶμεν νόμῳ Θεοῦ· ὅμοιον δὲ τῷ λέγειν ἰατρῷ· ρικῆς λόγῳ πρὸς ὑγίειάν με κόμισον, κἂν τοδέῃ καὶ καύσεως, κὰν ἑτέρου τινὸς τῶν ἐπιμένων λυπεῖν. Τούτου δὲ τοῦ νόμου οὐδὲ ἀρχή τοῖς μηδέπω ἐπισκοπουμένος, ἀλλʼ ἔτι παραδιἐνοις πάθεσιν ἀτιμίας, ἢ ἀδοκίμῳ ἢ τινι τῶν τὴν διόρθωσιν καὶ θεραπείαν περιποιούντων. ὅσον γὰρ ἡμῶν ἡ τῆς ἀδικίας ὁδὸς οὐκ ἀφίσταἐπὶ τοσοῦτον οὐδὲ ἀρχὴν ἔχομεν τοῦ ἐλεεῖσθαι ῳ Θεοῦ.

δὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας καρδίαν μου, κ. τ. ἑ. Οἱ λόγοι τῶν ἐντολῶν τύνοντες τὴν καρδίαν εὔκολον αὐτῇ παρασκσυάσι τῆς πρακτικῆς τὴν ὁδόν.

οῦ αὐτοῦ. « Ὁδὸς μὲν στενὴ καὶ τεθλιμμένη ἡ γουσα εἰς τὴν ζωήν· » καρδία δὲ πλατεῖα καὶ ὐχωρος ὑπὸ τοῦ λόγου εὐρυνομένη ἡ ἁγία, καὶ ν ὀψομένη, καὶ τὸν καλὸν δρόμον τρέχουσα τῆς τῶν ἐντολῶν τοῦ Θεοῦ. Οὕτω μὲν ἡ πλατεῖα εὐρύχωρος ὀδὸς ἀπάγει ἐπὶ τὴν ἀπώλειαν, ἡ δὲ νὴ καρδία, καὶ μὴ χωροῦσα ἐν ἑαυτῇ μονὴν Πας καὶ Υἱοῦ χωρίζει ἀπὸ Θεοῦ διὰ τὴν στενοχων τὸν τοιαύτην τῇ ἑαυτοῦ κακίᾳ πεποιηκότα.

Νομοθέτησόν με, Κύριε, τὴν ὀδὸν τῶν δικαιωτων σου, καὶ ἐκζητήσω αὐτὴν διὰ παντὸς, κ. τ. ἑ. Τὸ μὲν γὰρ παρὰ τοῦ Θεοῦ αἰτεῖται, τὸ δὲ αγγέλλεται ἐξ ἑαυτοῦ συνεισφέρειν. Σὺ μὲν γὰρ, σὶν, ὦ Κύριε, νομοθέτησόν μοι τὴν ὁδὸν τῶν δικαιωμάτων [*](20 Psal. XXI, 16. 21 Psal. XLIII, 25. 22 Philip. III, 21. 23 Rom. VIII, 24. 2?? Vers. 25, Prov. VI, 4 Matth. VII, 14.)

1596
σου· ἐγὼ δὲ τὸν τῆς ζωης μου ἅπαντα χρόνον ἐπιδώσω εἰς ἀναζήτησιν αὐτῆς.

Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδιᾳ μου, κ. τ. ἑ. Συνέσεως χρῄζομεν πρὸς τὸ νοῆσαι τὸν νόμον· οὐκ ἔστι γὰρ σαφὴς ἢ εὐκαταφρόνητος· δεῖται δὲ Θεοῦ συνεργείας καὶ τῆς ἡμετέρας σπουδῆς, ὡς ἐξ αὐτοῦ λαβεῖν τήν τε χρῆσιν καὶ τὴν κατάληψιν τῶν τε πρακτικῶν καὶ θεωρητικῶν· οὕτω γὰρ μηδὲν ἐνδοιάζων, ἐν ὅλῃ καρδίᾳ φυλάξω αὐτόν. Εἰ δὲ ἡ ἔρευνα δεῖται συνέσεως, πόσῳ μᾶλλον, ἵνα τις εὕρῃ, τὸ τέλος;

Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με, κ. τ. ἑ. Ἀμοιβὴν αἰτεῖ τὴν δικαίαν ζωὴν καὶ κατʼ ἀρετὴν, οὐ μόνον ὡς φυλάξας τὰς ἐντολὰς, ἀλλὰ καὶ ὡς ἐρωτικῶς περὶ αὐτὰς διακείμενος· καὶ οὐκ ἄλλου χάριν, ἀλλʼ αὐτὰς καὶ διʼ αὐτὰς ἐκτελῶν· καὶ ἐπεὶ δικαιοσύνη τοῦ Πατρὸς ὁ Υἱὸς, ὁ ἐν Υἱῷ ζῆσαι βουλόμενος τοῦτό φησι.

Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον, ὅτι ἥλπισα ἐπὶ τοὺς λόγους σου, κ. τ. ἑ. Ἐρῶ γὰρ, ὡς οὐκ ἄξιον ὀνειδίζεσθαι τὸν τοιαῦτα δόγματα ἔχοντα. Ἅτινα γελῶσιν οἱ τῆς πίστεως ἀλλότριοι ὡς μωρὰ, συνέσεως δὲ ἐγὼ ἀποδείξω καὶ σοφίας πεπληρωμένα. Ἀποκριθήσομαι δὲ λόγον, ἐπεὶ εἰς τοὺς λόγους σου ἐπήλπισα.

Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας, κ. τ. ἑ. Καὶ μὴ περιέλῃς ἐκ τῆς καρδίας μου γνῶσιν ἀληθῆ.

Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα, κ. τ. ἑ. Πορεύεται ἐν πλατυσμῷ, κὰν θλίβηται, ὁ λέγων· « Ἐν θλίψει ἐπλάτυνάς μοι· » καὶ πάλιν· « Ἐν παντὶ θλιβόμενοι, ἀλλʼ οὐ στενοχωρούμενοι· » ἔχει γὰρ τὴν ἀπὸ τοῦ λόγου γενομένην εὐρυχωρίαν, ἥν τις ἁμαρτάνων οὐκ ἔχει. Διό φησι Κορινθίοις ὁ Παῦλος περὶ μὲν ἑαυτοῦ, ὅτι « Οὐ στενοχωρεῖσθε ἐν ἡμῖν· » περὶ δὲ ἐκείνων, ὅτι, « Στενοχωρεῖσθε ἐν τοῖς σπλάγχνοις ὑμῶν.» Τὰ γὰρ κατὰ κακίαν ἔργα τὸν φαῦλον στενοχωρεῖ αὐτὸν ἐν αὐτῷ.

Τοῦ αὐτοῦ. Ἡ πρὸς Θεὸν ἀγάπη ταῖς ψυχαῖς τῶν ἀνθρώπων εὐρυχωρίαν ἐργάζεται. Ἡ ἀγάπη γάρ. φησὶν, οὐ στενοχωρεῖται. Ἡ ἀγάπη δὲ πρὸς τὸν Θεὸν ἡ τῶν ἐντολῶν αὐτοῦ ζήτησις καὶ κατόρθωσις· φησὶ γὰρ ὁ Κύριος· « Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολάς μου τηρήσατε· » ὥστε δικαίως ὁ τὰς ἐντολὰς τοῦ Θεοῦ ζητῶν ἐν πλατυσμῷ πορεύεται, τουτέστιν ἐν εὐρυχωρίᾳ πολιτεύεται· ἐπειδὴ ὁ ἀγαπῶν τὸν Κύριον πάντα στέγει, πάντα ὑπομένει, καὶ οὐδεμίαν εἰκότως στενοχωρίαν ὑφίσταται.

Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην, κ. τ. ἑ. Καὶ ὁ Παῦλός φησιν· « Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγἐλιον· δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. »

Καὶ ἐμμελετῶν ἐν ταῖς ἐντολαῖς σου αἷς ἠγάἀναγκαῖόν [*](23 II Cor. IV, 8. II Cor. VI 12. 30 ibid.) [*](31 Joan. XIV, 15. Rom. I, 16.)

1600
ἐστι μεμνῆσθαι τῶν λογίων τοῦ Θεοῦ, ἵνα φυλάξωμεν τὸν νόμον τοῦ Θεοῦ τὸν περὶ σωφροσύνης.

Αὕτη ἐγενήθη μοι, κ. τ. ἑ. Τὴν Γραφὴν λέγει τὴν θεόπνευστον. Αὕτη γὰρ τῷ δικαίῳ οὐ λέγεται μόνον, ἀλλὰ καὶ γίνεται, ἐπειδὴ τῇ μελέτῃ προστίθησι τὴν κατόρθωσιν· ὅθεν αὐτοῦ καὶ ἐκζητεῖν τὰ δικαιώματα λέγεται, ὡς μὴ παρέργως αὐτὰ μελετῶν. Τοιγαροῦν οἱ λοιποὶ τῶν ἑρμηνευτῶν ἀντὶ τοῦ « ἐξεζήτησα » διετήρησα γράφουσιν.

Μερίς μου εἶ, Κύριε, εἶπα τοῦ φυλάξαεσθαι τὸν νόμον σου, κ. τ. ἑ. Ὥσπερ ἐστὶ μερὶς ἡ ἀφροσύη τοῦ ἄφρονος, οὕτω καὶ τοῦ φρονίμου ἡ φρόνησις, καὶ τοῦ δικαίου ἡ δικαιοσύνη.

Ἐδεήθην τοῦ προσώπου σου ἐν ὄλῃ καρδίᾳ μου, ἐλέησόν με κατὰ τὸ λόγιόν σου, κ. τ. ἑ. Πρόσωπον Θεοῦ ὁ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, ὡς πολλάκις εἴρηται. Ὁ τοίνυν ὅλῃ τῆ καρδίᾳ ἐφιέμενος τοῦ Κυρίου, ὅπως καθαρᾷ αὐτῇ γενομένῃ θεωροίη αὐτὸν, καὶ ἐκ τοῦ ἀτενίζειν αὐτοῦ ἐλεηθῇ, κατὰ τὸν λόγον τῆς διδασκαλίας εἴποι ἂν τὰ συγκείμενα ῥητά. Ὅρα δὲ πηλίκος ἐστὶν ὁ ὀψόμενος τὸ πρόσωπον τοῦ Θεοῦ· Ἰησοῦς σε διδαξάτω λέγων· Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται.

Διελογισάμην τὰς ὀδούς σου, καὶ ἐπέοτρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου, κ. τ. ἑ. Ὁ λέγει τοιοῦτόν ἐστιν· Οὐδέποτε προπετῶς ἐλάλησα, μὴ λογισάμενος πρῶτον, εἰ λαλητέον μοί ἐστιν, ἢ σιωπητέον. Οὐδέποτε προπετῶς τι ἔπραξα, μὴ λογισάμενος, εἰ καθήκουσά ἐστιν ἡ πρᾶξις· αἱ γὰρ ὁδοὶ ἡμῶν ἐν διαλογισμοῖς εἰσι καὶ ἐν πράξεσι. Φησὶν οὖν· Πάντα περιεσκεμμένως ἐποίησα, καὶ διὰ τοῦτο ἐπέστρεψα ὁδεύων τοὺς πόδας μου εἰς τὰ μαρτύριὰ σου, ἵνα μὴ ἔξωθεν τῶν μαρτυρίων τοῦ Θεοῦ ὁδεύω, πᾶσαν τὴν ἐμὴν γνώμην εἰς τὰς σὰς ἀναθεὶς ἐντολὰς.

Ἡτοιμάσθην, καὶ οὐκ ἐταράχθην τοῦ υλἀξασθαι τὰς ἐντολάς σου, κ. τ. ἑ. Ἡ ἀπάθεια πέφυκε τὴν καρδίαν ἀτάραχον διαφυλάττειν, ἥτις ἡμῖν προσγίνεται ἐκ πολιτείας ὀρθῆς καὶ δογμάτων ἀληθινῶν.