Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Μακάριοι οἱ ἄμωμοι ἐν ὀδῷ, κ. τ. ἑ. Τὰ στοιχεἴα τῆς ἀρχῆς τῶν λόγων τοῦ Θεοῦ ὁ θεῖός ἐστι τόπος· περὶ ὧν καὶ διαλαμβάνει ὁ ἑκατοστὸς ὀκτωκαιδέκατος ψαλμὸς, κατὰ Ἑβραίων στοιχεῖα γεγραμμένος, ὥστε τοὺς μὲν πρώτους αὐτοῦ στίχους εἶναι ὀκτὼ ἀπὸ τοῦ Ἄλεφ· ὅ ἐστιν ἀρχὴ τῶν παρʼ αὐτοῖς στοιχείων· τοὺς δὲ δευτέρους ὀκτὼ ἀπὸ Βὴθ, καὶ οὕτω καθεξῆς. Καὶ περιέχει γε ὁ ψαλμὸς οὗτος ὅλον τὸν τόπον τὸν ἠθικὸν μετὰ πάσης θεωρίας τῆς περὶ τῶν διαφόρων ἐν τοῖς ἠθικοῖς τόποις ὀνομάτων ἐν ταῖς Γραφαῖς. Ἰστέον δὲ ὡς ἄλλο μὲν νόμος, ἄλλο δὲ δικαίωμα, ἄλλο πρόσταγμα, ἄλλο μαρτύριον, ἄλλο κρῖμα. Διὰ τοῦτο δὲ ἐνταῦθα τὰ στοιχεῖα προτέτακται, ἵνα δηλωθῇ τοῖς ἐντυγχάνουσιν, ὅτι τὰ στοιχεῖά ἐστιν ἡ γνῶσις τοῦ ἠθικοῦ τόπου. Οὕτω καὶ οἱ ρια καὶ ριβʼ ψαλμοὶ, τινὰ τρόπον κἀκεῖνοι ἠθικοὶ ὄντες, εἶχον τὴν ἀρχὴν τῶν στίχων ἀπὸ τῶν παρʼ Ἑβραίοις στοιχείων. Ἐκεῖ μὲν οὖν ἡ στοιχείωσις οὐκ ἐκτέταται, ἀλλὰ διὰ βραχέων παραδέδοται. Ἰστέον τοίνυν, ὥσπερ ἄλλα, οὕτω καὶ ταῦτα ἐν Πνεύματι ἁγίῳ γεγράφθαι, λόγον τε ἔχειν οὐκ εὐκαταφρόνητον. Καὶ ἡ αἰτία τοῦ ἕκαστον τῶν στοιχείων ὀκτάκις παρʼ [*](Joan. I, 14. 11 Psal. I.)

1588
Ἑβραίοις εἰρῆσθαι ἐν τούτῳ τῷ ψαλμῷ. Ἐλθὲ τοίνυν ἐπὶ τὸν ὀκτὼ ἀριθμὸν, καὶ εἴ που ὠνομάσθη ἐν τῇ Γραφῇ, παραλάμβανε αὐτὸν, καὶ ἐπὶ τίνι εἴρηται, καὶ ἔσται σοι χρήσιμος ὁ λόγος πρὸς τὸ ἰδεῖν, ὅτι ἕκαστον στοιχεῖον τελείωσίς ἐστιν ἅμα τῷ ἀριθμῷ. Ὄταν δὲ τελειώμεθα ἐν τοῖς στοιχείοις, ὁ ἑπτὰ ἀριθμὸς προτιμητέος ἡμῖν, ὅτι δὴ καὶ τῇ ὕλῃ ἀνεῖται οὗτος· εἴπερ ἐστὶν ὁ ἑπτὰ σημεῖον ὑλικῆς παχύτητος· ὁ δὲ ὀκτὼ ἀρχὴ τῆς ἀὕλοτέρας καὶ μείζονος καταστάσεως. Εἰ γὰρ καὶ τὰ μάλιστά φαμεν καὶ τὸν ἕξ τὴν κοσμικὴν σχετικῶς ὕλην ὑποδηλοῦν, ἀλλʼ οὖν γε τὸν μὲν εἰς τὴν κατὰ ποσὸν ὁλότητα ἀναφέρομεν, τὸν δὲ εἰς τὴν καθʼ ἕξιν τελείωσιν, καθʼ ἥν τις ἀποτμήχεται τὰ ῥυπάσματα τῆς ψυχῆς, καὶ καθαίρεται. Πρὶν γὰρ ἔλθῃ ἡ ὀγδόη τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ ἡμέρα, ὅλος ὁ κόσμος ἀπερικάθαρτος ἦν καὶ ἀκρόβυστος· ὅτε δὲ ἦλθεν ἡ ὀγδόη τῆς ἀναστάσεως Χριστοῦ ἡμέρα. ἀθρόως πάντες ἐκαθαρίσθημεν ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ, συνταφέντες καὶ συναναστάντες, ὥς φησιν ὁ Ἀπόστολος. Ἐπεὶ οὖν διὰ τῆς στοιχειώσεως καθαίρεται ἡμῶν ἡ ψυχὴ, μανθανόντων τὸν ἠθικκὸν τόπον, καὶ τελειουμένων ἐν τῇ γνώσει αὐτοῦ. διὰ τοῦτο ὁ ὀκτὼ ἀριθμὸς παρελήφθη καθʼ ἕκαστον τῶν στοιχείων ἐν τῷ προκειμένῳ. Ἐν τούτῳ γοῦν τῷ ψαλμῷ τὴν τῶν ἀγίων διαγράφει πολιτείαν, τοὺς ἀγῶνας, τὰς θλίψεις, καὶ τὰ ἐξῆς. Ὁ δὲ μηδαμῆ μηδαμῶς ἁμαρτάνων, οὗτος ἂν εἴη ἄμωμος, καὶ μὴν καὶ μακάριος.

Τοῦ αὐτοῦ. Οὐ διὰ τὴν ἀμωμότητα μακάριος ἄνθρωπος ὀνομάζεται, ἀλλὰ διὰ τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, ἣν μέλλει κτᾶσθαι διὰ τῆς ἀμωμότητος· « Μακάριοι γὰρ οἱ καθαροὶ τῇ καρδία, ὅτι αὐτοὶ τὸν Θεὸν ὅψονται. »

Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν, κ. τ. ἑ. Εἰ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς τοῦ Θεοῦ οὐ πορεύοντσι, οἱ ἐργαζόμενοι δηλονότι τὴν δικαιοσύνην ἐν ταῖς ὁδοῖς τοῦ Θεοῦ πορευθήσονται. Οὐκοῦν ὁδοὶ τοῦ Θεοῦ εἰσιν αἱ θεωρίαι τῶν γεγονότων, ἐν αἷς πορευσόμεθα δικαιοσύνην κατεργαζόμενοι. Εἰ δὲ ἡ δικαιοσύνη ἡμῶν ἐστιν ὁ Χριστὸς, « ἐγενήθη γὰρ ἡμῖν σοφία παρὰ Θεοῦ, δικαιοσύνη τε καὶ ἀγιασμὸς, καὶ ἀπολύτρωσις· » καλῶς λέγει ἐν ταῖς Παροιμίαις ὁ Σολομὼν τὴν σοφίαν ἀρχὴν εἶναι τῶν ὁδῶν τοῦ Κυρίου, ἥτις ἐστὶν ὁ Χριστός. Λέγω δὲ Χριστὸν τὸν μετὰ τοῦ Θεοῦ Λόγον ἐπιδημήσαντα Κύριον.

Τοῦ αὐτοῦ. Εἴ τις ἀνομίαν ἐργάζεται, ἐκεῖνος οὐκ ἐν ὁδῷ Κυρίου πορεύεται· διὸ οὐδʼ ἄμωμός ἐστιν ἐν ὀδῷ.

Σὺ ἐνετείλω τὰς ἐντολάς σου φυλἀξασθαι σφόδρα, κ. τ. ἑ. Ὁ μὴ κατὰ διάνοιαν ἀμαρτάνων σφόδρα φυλάσσει τὰς ἐντολὰς τοῦ Θεοῦ.

Τοῦ αὐτοῦ. Ἔστι σφόδρα, καὶ ἔστιν ἠρέμα φυλάσσεσθαι ἐντολὰς Θεοῦ. Ἤ σφόδρα ἐνετείλατο ὁ Θεὸς φυλάσσεσθαι τὰς ἐντολὰς αὐτοῦ. [*](I Cor. I, 30. 15 VIII, 22.)

1589
λον κετευθυνθείησαν αἱ ὀδοί μου τοῦ ασθαι τὰ δικαιώματά σου, κ. τ. ἑ. Οὐ γὰρ τὰ δικαιώματά σου φυλάξω, ἐὰν μὴ κατευτεν ὑπὸ σοῦ αἱ ὁδοί μου. Τίνα οὖν τὰ δικαιώταῦτα ἂ παραθέσεις ἐνώπιον τῶν υἱῶν Ἰσραήλ; κτήσῃ παῖδα Ἑβραἶον, ἒξ ἔτη δουλεύσει σοι, δόμῳ ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον, » καὶ τὰ « Ὄφελον οὖν, φησὶ, κατευθυνθείησαν αἱ ὁδοί ἵνα ὅσα ἐδικαίωσας, ταῦτα ἑκάστῳ κατὰ τὸ ν ἀποδῶ.

τε οὐ μὴ αἰσχυνθῶ, ἐν τῷ με ἐπιβλέπειν· τάσας τὰς ἐντολάς σου, κ. τ. ἑ. Οὐκ ἐπί ἀλλʼ ἐπὶ πάσας· κατʼ ἐκείνας γὰρ τὰς ἐντολὰς ?? βλέπω αἰσχυνθήσομαι. Ἡμῖν δὲ πρὸς τὸ μα τὸ θεῖον ἀφορῶσιν ἔσται τὸ μὴ αἰσχύνεσθαι, ἂν συνηρμοσμένους αὐτῷ θεωρῶμεν ἡμᾶς αὐἀπανταχῆ, καὶ μηδαμῆ μετατιθεμένους πρὸς τὴν α, μηδὲ οἷον ἐκ μετεώρου πτώσεως κατεἐντας·

ῦ αὐτοῦ. Εἰ ὁ πάσας ποιήσας τὰς ἐντολὰς, σας δὲ ἐν μιᾷ γίνεται πάντων ἔνοχος, καλῶς απται· « Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιειν ἐπὶ πάσας τὰς ἐντολάς σου· » οἶδε γὰρ καὶ παραμεληθεῖσα ἐντολὴ αἰσχύνης ἡμῖν γίνεσθαι ξενος.

ξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, κ. Ὁ μηδέποτε εὐθύτητα καρδίας ἀνειληφὼς, ἔτι αὐτὴν ἔχων σκολιὰν, οὐκ ἐξωμολογήσατο πω, εἰς τὸ ησιν αὐτοῦ.

παραδεχθῆναι τῷ Θεῷ τὴν ἐξομοΠῶς οὖν τοῦτο γίνεται, δηλοῖ τὰ Γή με ἐγκαταλίπῃς ἔως σφόδρα, κ. τ. ἑ. Μέἔχει ἡ δύναμίς μου ἐν τῷ πειράζεσθαι· Μή με, σὶ, τοῖς ὑπὲρ δύναμιν πειρασμοῖς ὑποβάλῃς, μηδὲ ὄδρα ἐγκαταλίπῃς με. « Πιστὸς δὲ ὁ Θεὸς, ὅς οὐκ σει ἡμᾶς πειρασθῆναι ὑπὲρ ὅ δυνάμεθα, » καὶ τὰ

Ἐν τῆ καρόᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως μὴ ἁμάρτω σοι, κ τ. ἑ. Ἁμαρτάνει τῷ Θεῷ ὁ ὠθεὶς λογίων ἀποῤῥητοτέρων, καὶ κρύπτεσθαι ἀπὸ λλῶν κελευθεὶς, καὶ μὴ κρύπτων αὐτὰ ἀφʼ ὧν δεῖ. νδυνος γὰρ οὐ μόνον τὸ τὰ ψευδῆ λέγειν, ἀλλὰ καὶ τἀληθῆ, ἐπὰν ὅλως μὴ δεῖ ἀπαγγέλλειν. Οὐ γὰρ δεῖ ὗς μαργαρίτας βάλλεσθαι ἔμπροσθεν τῶν χοίρων, δὲ διδόναι τὰ ἅγια τοῖς κυσί.

Εὐλογητός εἶ Κύριε, κ. τ. ἑ. Ὁ αἰσθόμενος τῆς τοῦ προκοπῆς, ἀπὸ τοῦ ἐν ὅλῃ καρδίᾳ ἐκζητῆσαι ν Θεὸν, εὐλογεῖ αὐτὸν εὐχαριστῶν ἤδη ἐφʼ οἷς ώθη. Ἔχων γὰρ λόγια ἀπόῤῥητα καὶ κρύψεως ξιια, εὐλογεῖ ἐπὶ τούτοις τὸν Κύριον.

Ἐν τῇ ὀδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς πὶ παντὶ πλούτῳ, κ. τ. ἑ. Ὁ ὡς ἐν τῷ παντὶ λούτῳ χρυσοῦ, καὶ ἀργύρου, καὶ ἱματισμοῦ, καὶ ἰκοπέδων, καὶ χωρίων, καὶ κτηνῶν, καὶ οἰκετῶν [*]( 16 Deut. XV, 12. Jacob. II, 10. 1Cor. X, 13.)

1592
εὐφραινόμενος ἐν τῇ ὀδῷ τῶν μαρτυρίων τοῦ Θεοῦ μακάριος.

Ἐν τοῖς δικαιώμασί σου μελετήσω, κ. τ. ἑ. Ἐν τοῖς δικαιώμασί τις μελετᾷ τοῦ Θεοῦ οὐ ῥηματίοις καὶ λεξειδίοις, ἀλλὰ τῷ νενοηκέναι καὶ ποιεῖν αὐτά. Οὐ γὰρ οἱ ἀκροαταὶ τῶν δικαιωμάτων τοῦ Θεοῦ δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλʼ οἱ ποιηταὶ αὐτῶν, καὶ μελετῶντες αὐτὰ τοῖς ἔργοις· οἵτινες ἐκ τοῦ ὡσαύτως αὐτὰ μελετᾷν οὐδέποτε τῶν λόγων τοῦ Θεοῦ ἐπιλήσονται.

Ἀνταπόδος τῷ δούλῳ σου, ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου, κ. τ. ἑ. Ὁ ποιήσας πάντα τὰ συντελοῦντα πρὸς τὴν γνῶσιν τὴν τοῦ Θεοῦ, οὗτος λεγέτω καὶ τῷ Κυρίῳ· « Ἀνταπόδος τῷ δούλῳ σου. »

Τοῦ αὐτοῦ. Διδόντι ἀνταποδίδωσιν ὡς τῷ Ἀβραάμ τὸν Ἰσαὰκ, καὶ τῷ προσαγαγόντι τὰς δέκα μνᾶς ὁ χαρισάμενος αὐτὰς αὐτῷ δεσπότης.

Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου, κ. τ. ἑ. Ὁ νόμος ἀποκαλύψεως δεῖται· ἡ γὰρ ἐντολὴ Κυρίου τηλαυγής ἐστιν. Νόμον δὲ ἐνταῦθα ὠνόμασε τὴν πνευματικῶς ἀλληγορουμένην τῆς Γραφῆς ἱστορίαν· ὅπερ καὶ Παῦλος πεποίηκεν ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ γράφων· « Λέγετέ μοι, φησὶν, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀναγινώσκετε, Γέγραπται γὰρ, ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἔνα ἐκ τῆς παιδίσκης, καὶ ἔνα ἐκ τῆς ἐλευθέρας· » καὶ ἀνάγει πᾶσι τὴν ἱστορίαν πνευματικῶς ἀλληγορῶν ἐπὶ τὴν ἄνω Ἰερουσαλήμ.

Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ, κ. τ. ἑ. Οὐκ ἐπεθὑμησεν, ἀλλʼ ἐπεπόθησεν ἐπιθυμῆσαι, καὶ ἐν παντὶ καιρῷ ἐπιθυμῆσαι.

Ἐπετίμησας ὑπερηφάνος· ἐπικατάρατοι ἐκκλίνοντες ἀπτὸ τῶν· ἐντολῶν σου, κ. τ. ἑ. Ὁ ἀντιτασσόμενος τοῖς ὑπερηφάνοις, οὗτος καὶ ὑπερηφάνοις ἐπιτιμᾷ. Κύριος δὲ ὑπερηφάνοις ἀντιτάσσεται· Κύριος ἄρα καὶ τοῖς ὑπερηφάνοις ἐπιτιμᾷ.

Καὶ γὰρ ἐκάθισαν ἄρχοντες, καὶ κατʼ ἐμοῦ κατελάλουν· ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου, κ. τ. ἑ. Οὕτως συνέρχονται κατά τοῦ δικαίου, σκοποῦντες ὅπως ἐπιβουλεύσωσιν αὐτῷ, ἀλλʼ αὐτὸς οὐ παύεται λαλῶν ἐν τοῖς δικαιώμασιν τοῦ Θεοῦ· οὐδὲν γὰρ ἀνθρώπινον φθέγγεται. Τοῦ αὐτοῦ. Ἡ περί τι συνεχὴς ὁμιλία καὶ διατριβὴ ἀδολεσχία καλεῖται.