Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σον, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον, κ. τ. ἑ. Εἰ οἱ μικροὶ σκανδαλίζονται, οἱ μικροὶ οὐκ ἀγαπῶσι τὸν Κύριον. « Ὅστις γὰρ σκανδαλίσῃ, φησὶν, ἕνα τῶν μικρῶν τούτων. » Οἱ δὲ ἀγαπῶντες τὸν Κύριον οὐ σκανδαλίζονται. Οἱ μικροὶ οὐκ ἀγαπῶσι τὸν Κύριον· διὸ καὶ ἀγνοοῦσι τοὺς λόγους τῶν γινομένων, ἐφʼ οἷς καὶ σκανδαλίζονται. Εἰρήνη οὐ πρὸς τοὺς ἀοράτους ἐχθροὺς, ἀλλὰ πρὸς τὸν Θεὸν, καὶ οὐκ ἔστιν αὐτοῖς πρόσκομμα. Ἐξομαλίζει γὰρ τούτοις ὁ νόμος τὴν ὀδὸν τῆς ἀρετῆς, πᾶν σκῶλον τῆς ἁμαρτίας ἐξαίρων. Ἤ εἰρήνη καὶ πρὸς τοὺς τῆς αὐτῆς πίστεως, εἰ καὶ ἐκεῖνοι πολλάκις εἰρηνεύειν πρὸς τούτους οὐ βούλονται.

[*](70 Act. xiv, 21. 71 Psal. lxviii, 10; Joan. 11, 17. 72 ibid. xiv, 30 72 Matth. xviii, 6.)
1625

Προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα, κ. τ. ἑ. Μακάριος ὁ προσδεχόμενος τοῦ Θεοῦ τὸ σωτήριον, ἀγαπῶν δὲ αὐτοῦ καὶ τὰς ἐντολάς· οὗτος γὰρ εἰς βίον τέλειον εἰς ἀκμὴν προκόπτει μακαριότητος, ἥτις αὐτοῖς τοῖς ἀποστόλοις κεκλήρωτο, πρὸς οὓς ἔλεγεν· « Ἔστωσαν αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι· καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν Κύριον αὐτῶν.

Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου συνέτισόν με, κ. τ. ἑ. Κατὰ τὰ πρότερα στοιχεῖα ὥδευε πρὸς τὸν Θεὸν, οὐδέπω ἦν ἐγγὺς αὐτοῦ· ὅτε δὲ ἐπὶ τέλει γεγένηται τοῦ λόγου τοῦ προκειμένου, καὶ κατὰ τὸ τελευταῖον παῤ Ἑβραίοις στοιχεῖον, τότε εὔχεται ἵνα ἡ εὐχὴ αὐτοῦ ἐγγίσῃ τῷ Θεῷ, καὶ φθάσῃ πρὸς αὐτόν. Περὶ δὲ τοῦ Θεῷ ἐγγίσαι, χρὴ εἰδέναι, ὅτι διαφορὰς εὕρομεν ταύτας. Ὁ μὲν τελειότερος ἐγγίζει τῷ Θεῷ· ὁ δὲ ὑποδεέστερος καὶ ἐγγὺς τούτου, αὐτὸς μὲν οὐκ ἐγγίζει τῷ Θεῷ· εὐχὴν δὲ ἕχει ἐγγίζουσαν αὐτῷ ὅθεν περὶ Μωϋσέως εὕροις ἂν τό· « Ἐγγιεῖ Μωσῆς μόνος πρὸς τὸν Θεὸν, οἱ δὲ λοιποὶ οὐκ ἐγγιοῦσιν· » ἐπὶ δὲ τούτου εὐχὴν λέγουσαν « Ἐγγισάτω ἡ δέησίς μου, » καὶ ἑξῆς. Τίς δὲ τούτων ἡ διαφορὰ ἄξιον ἤδη θεωρῆσαι. Ὁ Θεὸς οὐκ ἐν τόπῳ ἐστὶν, ἀλλὰ δύναμίς ἐστιν ἅῤῥητος καὶ ἅφθεγκτος καὶ ἀόρατος. Εἰ δ᾿ οὐκ ἕστιν ἐν τόπῳ ὁ Θεὸς, ἐγγίζειν δὲ ἕστι ποτὲ τῷ Θεῷ, δηλονότι τῷ ἐν ἡμῖν ἀοράτῳ ἐγγίζομεν αὐτῷ. Τί δὲ ἐν ἡμῖν ἀόρατον; Ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος, ὅν ὠνόμασεν ἡ Γραφὴ « ἕσω ἅνθρωπον;» Τούτου γοῦν ἐστιν ἐγγίσαι τῷ Θεῷ. Ἔστι δὲ ἐγγίσαι διὰ Ἰησοῦ Χριστοῦ· καὶ μάλιστα ἐὰν νοήσωμεν τὸν Χριστὸν, ὅτι ἐστὶ δικαιοσύνη, ὅτι ἐστὶν ἀλήθεια καὶ σοφία, καὶ ἀνάστασις καὶ φῶς ἀληθινόν. Ἄνευ γὰρ τούτων οὐκ ἕστιν ἐγγίσαι Θεῷ, ἀλλʼ οὐδὲ χωρὶς εἰρήνης, τῆς φρουρούσης τὴν καρδίαν καὶ τὰ νοήματα, ἥτις ἐστὶν ὁ Χριστός. Ὅσῳ δέ τις ἀπολείπεται τούτων, δικαιοσύνης φημὶ καὶ σοφίας, τοσούτῳ μακράν ἐστιν ὁ τοιοῦτος τοῦ Θεοῦ.

Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με, κ. τ. ἑ. Παρακαλεῖ τοιαύτην εἶναι τὴν ἀξίωσιν δόκιμον καὶ βέβαιον, καὶ ἀκατάγνωστον, ὥστε εἰσελθεῖν ἐνώπιον Κυρίου. Γνώσομαι δὲ εἰ εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου, εἰ ῥυσθείην ὑπὸ σοῦ κατὰ τὸν λόγον καὶ τὸ ἀξίωμά μου καὶ τὴν σοφίαν σου. Ὁ γὰρ ἀνώτερος πάντων παθῶν γεγονὼς, καὶ τῆς ἀχρειούσης μακρὰν ὅτι μάλιστα κακίας χωρήσας, ἐῤῤύσθη ὑπὸ τοῦ Θεοῦ κατὰ τὸ λόγιον αὐτοῦ. Ἀντὶ δὲ τοῦ « τὸ ἀξίωμά μου ὁ » μὲν Ἀκύλας « δέησίς μου, » ὁ δὲ Σύμμαχος « ἱκεσία μου » εἰρήκασι. Δύο δὴ οὖν αἰτεῖ, τὴν σύνεσιν τῶν ἱερῶν λογίων, καὶ τὴν ἀπαλλαγὴν καὶ ἐλευθερίαν τῶν ἐν τῷ βίῳ κακῶν· ὅ δὴ καὶ ἡμῖν ἀναγκαῖον.

[*](74 Luc. xii, 35. 75 Rom. vii, 22.)
1628