Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Εὐλογημένος ὁ ἐρχόμενος ἐν· ὀνόματι Κυρίου, κ. τ. ἑ. Καὶ ταύτην τὴν φωνὴν οἱ εὐαγγελισταὶ περὶ Χριστοῦ προφητείαν εἶναι ἐξειλήφασιν· αὐτὸς γὰρ ἀληθῶς ἐστιν ὁ αὐθεντικῶς καὶ ἐν ὀνόματι τοῦ Κυ ρίου ἐρχόμενος, πάντων τῶν παρʼ αὐτοῦ ἀνδρῶν ὁμοῦ καὶ ἀγγέλων ἐληλυθότων ὡς Κυρίου δούλων. Ἀμέλει τάδε λέγει Κύριος, ἕκαστος ἔφη· καὶ ἕκαστος τῶν ἀγγέλων φησὶ πρὸς ὅν ἔρχεται· Ὁ Κύριος ἀπέστειλέ με. Ἀλλʼ αὐτὸς ὁ ἐν ὀνόματι Κυρίου ἐρχόμενος εὐλογημένος ἐστί.

Θεὸς Κύρος καὶ ἐπέφανεν ἡμῖν, κ. τ. ἑ. Τὸ γὰς ἐλθεῖν αὐτὸν οὐ τόπον ἐστὶν ἀμεῖψαι, ἀλλʼ ἐπιφανῆναι, πρότερον οὐχ ὁρώμενον· ὑπάρχων γὰρ ἀόρατε. τῷ εἶναι εἰκὼν Θεοῦ ἀοράτου, μορφὴν δούλου λαβὼν, καὶ γενόμενος ὁ Λόγος σὰρξ ὤφθη, ἵνʼ, οὕτω φανεὶς,

1585
χειραγωγήσῃ ἡμᾶς διὰ ταύτης τῆς κατανοήσεως εἰς τὸ καὶ τὴν δόξαν αὐτοῦ θεάσασθαι, « δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας. »

Συστήσατε ἑορτὴν ἐν τοῖς πυκάζουσιν, κ. τ. ἑ. Οὗτοι πυκάζουσιν, οἱ φύλλοις καὶ καρποῖς κομῶντες· φύλλοις μὲν τοῖς καθήκουσι, καρποῖς δὲ ταῖς ἀρεταῖς· καὶ γὰρ «τὸ φύλλον αὐτῶν οὐκ ἀποῤῥυήσεται· καὶ τὸν καρπὸν αὐτῶν δώσουσιν ἐν καιρῷ αὐτῶν,» διὰ τὸ γεγενῆσθαι αὐτοὺς « ξύλα πεφυτευμένα παρὰ τὰς διεξόδους τῶν ὑδάτων. »