Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. « Πυκάζοντα » δὲ τὰ χερουβίμ φησι τὰ ἐπισκιάζοντα τὸ ἱλαστήριον· τοῦτο γάρ ἐστι τὸ « πυκάζουσι. » Πυκάζειν γὰρ τὸ σκέπειν. Τὰ χερουβὶμ δὲ ἔσκεπον ταῖς πτέρυξι τὸ ἱλαστήριον.

Θεός μου εῖ σὺ, καὶ ἐξομολογήσομαί σοι, κ. τ. ἑ. Ἐνταῦθα δείκνυσιν, ὅτι καὶ χωρὶς τῶν εὐεργεσιῶν δεῖ εὐχαριστεῖν τῷ Θεῷ, καὶ διὰ τοῦτο αὐτὸν δοξάζειν, διὰ τὴν μεγαλοσύνην αὐτοῦ τῆς οὐσίας, διὰ τὴν ἀπόῤῥητον δόξαν. Τοῦτο γοῦν καὶ ἐνταῦθα αἰνίττεται, εἰπὼν τὰς εὐεργεσίας ἃς εὐηργετήθη. Καὶ χωρὶς τούτων, φησὶ, καὶ εὐχαριστήσω καὶ ἐξομολογήσομαι, ὅτι τοιοῦτον ἔχω Δεσπότην, οὕτως ὑψηλὸν, οὕτω μέγαν, οὕτως ἀόρατον, ἀκατάληπτον. Τὸ δὲ ὑψώσω, « δοξάσω » ἐστί.

Ἐξομολογεῖσθε τῷ Κορίῳ. ὅτι ἀγαθὸς, κ. τ. ἑ. Οὐ μάτην ἐκ δευτέρου κατὰ τὸν παρόντα ψαλμὸν τὸν στίχον ὁ Ψαλμῳδὸς ἐνέταξεν· ἡμᾶς δὲ πολλάκις τὴν αὐτὴν ᾠδὴν μελετᾷν ἄρα βουλόμενος, ἵνα, μεμνημένοι τίς ἡμῶν ἡ σωτηρία ἐγένετο, μηκέτι πρὸς τὸν ἐχθρὸν παλινδρομήσωμεν, ὅσπερ ἡμῖν εἰς ἀπώλειαν γέγονεν.