Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Παρὰ Κυρίου ἐγένετο αὔτγ, κ. τ. ἑ. Οὐκ ἦν ἀνθρώπινον τὸ γινόμενον, οὐκ ἦν ἑνὸς τῶν πολλῶν οὐκ ἦν ἀγγέλων, οὐκ ἦν ἀρχαγγέλων τὸ τοιαύτην τλέξαι γωνίαν· οὐδεὶς γὰρ ἴσχυεν, οὐ δίκαιος, οὐ προφήτης, οὐκ ἄγγελος, οὐκ ἀρχάγγελος, ἀλλὰ τοῦ Θεοῦ τὸ κατόρθωμα· τοῦτο ἦν αὐτοῦ ἰδικῶς τὸ ἔργον.

Αὔτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύρος, κ. τ ἑ. Ταύτην τὴν ἡμέραν οὐ νομοθέται, οὐ προφῆται πεποιήκασιν, ἀλλʼ αὐτὸς ὁ τῆς δικαιοσύνης ῆλιος. Ἡμέραν δὲ λέγει τὴν γνῶσιν τοῦ Χριστοῦ.

Τοῦ αὐτοῦ. Ἡμέραν ἐνταῦθα οὐχὶ τὸν δρόμον λέγει τὸν ἡλιακὸν, ἀλλὰ τὰ κατορθώματα τὰ ἐν πὐτῇ γινόμενα. Ὥσπερ γὰρ ἡμέραν πονηρὰν λέγει οὐ τὸν δρόμον τοῦ ἡλίου. ἀλλὰ τὰ ἐν αὐτῇ κακά· οὗτος καὶ ἡμέραν ἀγαθὴν τὰ ἐν αὐτῇ κατορθώματα. Ὅ δὲ λέγει τοιοῦτόν ἐστι· Πάντα τὰ κατορθώματα τὰ ἐν αὐτῇ γινόμενα ὁ Θεὸς ἐποίησε· τῆς γὰρ χειρὸς ἐαείνης μόνης ἦν τὰ γινόμενα. Τί γὰρ τῆς ἡμέρας ταύτης ἴσον γένοιτο ἂν, ἐν ᾗ καταλλαγὴ Θεοῦ πρὸς ἀνθρώπους ἐγένετο, καὶ ὁ χρόνιος κατελύθη πόλεμος, καὶ οὐρανὸς ἀπεδείχθη ἡ γῆ, καὶ οἱ τῆς γῆς ἀνάξιοι ἄνθρωποι τῆς βασιλείας ἐφάνησαν ἄξιοι, καὶ ἡ ἀπαρχὴ τῆς φύσεος τῆς ἡμετέρας ὑπεράνω τῶν οὐρανῶν ἀνηνέχθη, καὶ παράδεισος ἠνοίγη, καὶ τὴν ἀρχαίαν ἀπελάβομεν πατρίδα, καὶ κατάρα ἠφανίσθη, καὶ ἡ ἁμαρτία ἐλύθη; Εἰ γὰρ καὶ πάσας τὰς ἡμέρας ἐποίησεν, ἀλλʼ ἐκείνην ἐξαιρέτως, ἐπειδὴ τὰ μέγιστα ἐν αὐτῇ τῶν οἰκείων μυστηρίων ἐπλήρωσε. Διόπερ καὶ ἡμρῖς ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ διπλῆν τινα χαρὰν πανήγυριν ἄγοντες· μίαν μὲν, ὅτι τῖς αἰχμαλωσίας τοῦ διαβόλου ἐῤῥύσθημεν· δευτέραν δὲ ὅτι καὶ πρὸς βασιλείαν οὐρανῶν ἀναγόμεθα.