Selecta in Genesim

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἰδὼν- δέ Κύριος ὁ Θεὸς, ὅτι μσεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς. Ἀνοίγει μήτραν ἐπὶ ἀγίων γεννήσει· κατὰ δὲ τὸν πνευματικὸν νόμον ψυχῆς ἀνοίγει μήτραν, ἵνα γεννήσῃ Θεοῦ Λόγον ἡ ἐσομένη αὐτοῦ μήτηρ.

Τοῦ αὐτοῦ. Πρώτη γὰρ (7) ἐτέκνωσε τῷ Θεῷ τὴν Ἰουδαίων συναγωγὴν καὶ πληθὺν ἡ ἐν χρόνῳ πρεσβυτέρα.

Εἶπε δὲ αὐτῷ Λάδαν· Εἰ εὗρον χάριν ἐναντίον σου, οἰωασάμην ἄν· εὐλόγησε γάρ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ. Οὐκ ἔστι μὲν (8) οἰωνισμὸς ἐν Ἰακώβ· ὁ δὲ Λάθαν φησὶν, οἰωισέμην ἂν, ὡς ἀλλότριος τῆς τοῦ Ἰακὼβ προαιρέσεως, ἦς οὐ τέλεον ἀλλότριος ἦν, προστιθεὶς τῷ, οἰωνρισάμην, καὶ τὸ, Εὐλόγησε γάρ με ὁ Θεὸς ἐπὶ τ σῇ εἰσόδῳ.

[*](65 Gen., XXVI, 22. 66 Mallh. v 11 67 Gen. XXVII 22. 68 ibid., 26. 69 ibid., 27. II Cor. 11, 15. 71 Psal. XXXVII, 6. 2, Gen. XXVII, 42, Gen. XXVIII, 1. 74 Gen. XXIX, 31. 75 Gen. XXX, 27.)[*]((6) Αἰ θυγατέρες, etc. Ex iisdem schedis.)[*]((7) Πρώτη γνάρ, etc. E duabus catenis Regiis et alera quæ fuit cardinalis Mazarini.)[*]((8) Οὐκ ἔστι μέν, etc. Ε schedis Combefisii.)
125

Ἐλαβε δέ ἑαυτῷ Ἰακὼδ ῥάδδοι· στυρακίνην εαὶ καρυΐνην, καὶ πλατάνου. Αἱ τρεῖς ῥάβδοι (9) συμβολικῶς ἤτοι αἱ τρεῖς δυνάμεις τῆς ψυχῆς εἰσι, τὸ λογικὸν, τὸ θυμικὸν, τὸ ἐπιθυμητικόν ῆτοι αἱ τρεῖς θεωρίαι τῶν σωμάτων, τῶν ἀσωμάτων, τῆς ἁγίας Τριάδος· ἤτοι γενικῶς ἡ πρακτικὴ διὰ τῆς καρΐνης, ἡ θεωρητικὴ διὰ τῆς στυρακίνης, διὰ δὲ τῆς πλατάνου τὸν κόσμον τοῦτον καὶ τὴν θεωρίαν αὐτοῦ ᾐνίξατο. Τὸ περισύρειν τὸ χλωρὸν τούτου, τὴν ἀποταξίαν αὐτοῦ σημαίνει· καὶ τῆς μὲν πρακτικῆς τὸ χλωρόν ἐστι τὸ ἡδυπαθές· τῆς δὲ θεωρίας, τὸ περὶ τὰ σώματα ἀσχολεῖσθαι· τὸ δὲ χλωρὸν τῶν δύο ἄλλων ἐκδοχῶν βασάνιζε.

Εἶπε δέ Κύριος πρὸς Ἰακώβ Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου, καὶ εἰς τὴν γενεάν σου· σαὶ ἔσομαι μετὰ σοῦ. Ὅτε ἐκαρποφόρησεν (10) Ἰακὼβ, καὶ ἐπλούτησεν ἔξω τῆς γενεᾶς αὐτοῦ τυγχάνων, τότε εἶπεν αὐτῷ Κύριος· Ἀποστρέφου εἰς τὴν γῆν τοῦ παερός σου. Τοιοῦτον δέ τι νοητέον ὑπὸ Κυρίου λέγεσθαι, ὅτε πρὸς τῇ ἐξόδῳ γενώμεθα ἀπελευσόμενοι πρὸς τοὺς πατέρας ἡμῶν. Καὶ ἆθλον δὲ δίδωσι τῷ ἀποστρέφοντι εἰς τὴν γῆν τοῦ πατρὸς αὐτοῦ, καὶ εἰς τὴν γενεὰν αὐτοῦ. Οἶμαι δὲ, ὅτι ἐν ὕπνοις παρῆν αὐτῷ ὁ Κύριος.

Ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν. Ἀκύλας δέκα ἀριθμοὺς (11) εἴρηκε· Σύμμαχος δεκάκις ἀριθμῷ. Ἔλεγεν οὖν, ὥς φησιν ὁ Ἐβραῖος, Δεκάκις ᾐθέτησεν τὰς συνθήκας πρὸς τὸν Ἰακὼβ ὁ Λάβαν, διὰ τὸ τὰ γεννώμενα ἐπʼ ὀνόματι τοῦ Ἰακὼβ πλεῖστα ὅσα ὑπάρχειν, κἀκεῖνον ἐποφθαλμιᾶν αὐτόν· ὅπερ ἐδήλμωσαν αἱ δύο ἐκδόσεις· Καὶ παρηλογίσω τὸν μσθόν μου δέκα ἀμνάδας· ἀμνῶν δὲ ὅλως οὐκ ἔχει μνήμην, οὕς συνέθετό μοι δοῦναι· οὐδαμοῦ φαίνεται, ὅτι συνέθετο· ἀλλʼ ἀφʼ ὦν αὐτὸς λέγει, φανερόν ἐστιν. Ὡσπερ γὰρ ἀποκτείνοντα τὸν Λάμεχ οὐκ εἰσάγει, ἐκζητούμενον δὲ, ὡς ἀπὸ τῆς ἐξηγήσεως εἶναι φανερὸν καὶ τὸ γενόμενον· οὕτω καὶ ἐνταῦθα. Πολλάκις οὖν ἡ Γραφὴ, ἃ ἐν τῷ πράττεσθαι οὐκ ἐξηγήσατο, διά τινος ἐξηγουμένου ἐδήλωσεν.

Τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον. Καλοῦ ποιμένος (12) παῤῥησία ἐμφαίνεται ταῖς φωναῖς ταύταις. ἃς ζηλωτέον. Γεννάτωσαν οὖν καρποὺς πνεφματικοὺς τὰ ἐν τοῖς ποιμνίοις καὶ αἰπολίοις, ἀλλὰ καὶ τοὺς πλουσίους τῆς ποίμνης μὴ κατσθίωμεν. Ἐπεὶ δὲ οὐχ εὕρηνται οἱ αὐτοῦ θεοὶ, συμβάσεις πκεῖται μετὰ τοῦ θεσπεσίου Ἰακώβ· καὶ ὁ κόσμος, ἡνίκα τοὺς ψευδωνύμους ἀπεβάλετο θεοὺς, φίλος γέγονε τοῦ Χριστοῦ.

Εἶπε δέ Ἰακὼ τοῖς ἀδελφοῖς αὐτοῦ· Συλλέγετε ίθους· καὶ συνέλεξαν λίθους. Καὶ ἐν τῷ (13) [*](76 Gen. xxx, 37. 78 Gen. XXXI, 3. ibid., 7. 79 ibid., 38. ibid., 46.) [*]((9) Αἰ τρεῖς ῥάβδοι, etc. E schedis Combefisii.) [*]((10) Ὅτε ἐκαρπσφόρησεν, etc. Ex iisdem schedis.) [*]((11) Ἀκύλας δέκα ἀριλμούς. etc. Ex iisdem iisdis domn Bernardus Montefi fidconius in lucem schedis.)

128
Ἐκκληοιιαστῇ γέγραπται· Καιρὸς τοῦ βαλεῖν λίθουç, καὶ καρὸς τοῦ συναγαγεῖν λίθους. Συνάγονται δὲ κατὰ πρόσταξιν Ἰακὼβ, ὃς τύπος ἦν Χριστοῦ, ἴνα ἡ οἰκοδομὴ πληρωθῇ ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ἐκ λίθων ζώντων, ὅτε γίνεται οἶκος πνευματικὸς, ἱεράτευμα ἅγιον. Καὶ ἀποστρασεὶς Λάβαν ἀπῆλθεν εῖς τὸν τόπον αὐτοῦ. Τοῦ μὲν φαύλου (14) διὰ τὴν κακίαν ἐγγὺς ὁ τόπος· τοῦ δὲ διὰ προκοπῆς ὁδεύοντος, ἐπεὶ μακράν ἐστιν ὁ τόπος, οὐ μικρὸς ὁ κόπος.

Καὶ συνγήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. Ὁ Κύριός φησιν (15) Ἐγώ εἰμι ὁ ὁδός. Τῷ οὖν τὴν ὁδὸν ταύτην πορευομένῳ συναντῶσιν ἄγγελοι τοῦ Θεοῦ.

Καὶ ἐνετείλατο αὐτοῖς λέγων· Οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἡσαῦ· Οὔτως λέγει ὁ παῖς σου Ἰακώβ Μετὰ Λάβαν παρῴκησα. Κατὰ τιμὴν (16) τὸν πρεσβύτερον ἀδελφὸν ἀνυποκρίτως κύριον αὐτοῦ καλεῖ. Πλὴν καὶ ἀπόκρσις ὑποπίπτουσα ἀπονστρέφει θυμόν. Καὶ ὡς ἄνθρωπος μὲν ἐφοβήθη, τῷ Θεῷ δὲ πιστεύσας, οὐκ ἔφυγεν, ἀλλʼ ᾔρχετο.

Καὶ δέδη τὴν διάβασιν τοῦ Ἰαώκ. Ἰαβὼκ (17) πόταμός ἐστι τῆς Ἀραβίας, ὁ νῦν καλούμενος Ἰαμβίκης.

Υελείφθη δὲ Ἰακὼδ μόνος, καὶ ἐπάλαιε μετʼ αὐτοῦ ἄνβρωπος, καὶ τὰ ἐξῆς. Τίς δʼ ἂν ἄλλος (18) εἴη ὁ λεγόμενος ἄνθρωπος ὁμοῦ καὶ Θεὸς, συμπαλαίων καὶ συναγωνιζόμενος τῷ Ἰακὼβ, ἢ ὁ πολυμερῶς καὶ πολυτρόπως λαλήσας τοῖς πατράσιν ἱερὸς τοῦ Θεοῦ Λόγος, Κύριος καὶ Θεὸς χρηματίζων, ὅς καὶ εὐλογήσας τὸν Ἰακὼβ, Ἰσραὴλ αὐτὸν ὠνόμασεν, ἐπειπὼν, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ; οὕτω δὲ ἑώρων οἱ τότε ἄνδρες τὸν τοῦ Θεοῦ Λόγον, ὡς καὶ οἱ φήσαντες τοῦ Κυρίου ἡμῶν ἀπόστολοι· Ὃ ἦν ἀπʼ ἀρχῆς, ἐωράεαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ ἐθεασάμεθα, καὶ αἱ χεάρες ἡμῶν ἐψηλάφησαν περὶτοῦ Λόγου τῆς ζωῆς· ὃν Λόγον, καὶ ζωὴν θεασάμενος καὶ ὁ Ἰακὼβ, ἐπιφέρει λέγων· Εἶδον γὰρ Θεὸν πρόσωπον πρός πρόσωπον.

Ἰακὼδ δὲ ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὅτι υἱός γήρως ἦν αὐτῷ. Ἐποίησε δέαὐτῷ χτῶνα ποικίλον. Χιτὼν (19) ποικίλος ἐστὶν ἕξις ἀρίστη ταῖς ἀρεταῖς κεκοσμημένη.

Ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ, ὅτι αὐτόν πατὴρ αιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτὸν, καὶ οὐκ ἡδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηιικόν. Ὁ μισῶν (20) ἀδυνάτως ἔχει πρὸς τὸ εἰρηνικόν τι λαλεῖν τῷ μισουμένῳ. Ἀποθώμεθα οὖν τὸ μῖσος, ἵνα λαλεῖν εἰρηνικὰ δυνηθῶμεν.

[*](81 Eccle. ΙΙΙ, 5. 82 Gen. XXXI, 55. 83 Gen. XXXII, 1. 84 Joan. XIV, 6. 85 Gen. XXXII 4. 86 Prov. XV, 1. 87 Gen. XXXII, 22. 88 ibid., 24. 89 ibid., 28. 90 1 Joan. ,1. Gen. XXXII, 30. Gen. XXXVII, 3. 93 ibid., 4.)[*]((14) Τοῦ μέν φαύλου, etc. E catena Romana.)[*]((15) Ὁ Κύριός φησιν, etc. E schedis Combeisii.)[*]((16) Κατὰ τιμήν, etc. Ex iisdem schedis.)[*]((17) Ἰαβώκ, etc. Edidit hoc scholon Montcfalconius noster tom.I θexapl., pag. 41, ubi pro Ἰαμβίκης, quod habetur in schedis Comubclisii, legit Ἰαμβύκης.)
129

Οἱ δὲ Μαδηναῖοι ἀπέδοντο τὸν Ἰωσὴφ εἰς Αἵνπτον τῷ Πετεφρῇ τῷ σπάδοντι οαρσὼ ἀῤχιμαείρῳ. Πετεφρῆς (21) παρὰ Ἀκύλᾳ καὶ Συμμάχῳ ἐουτιφὰρ εἴρηται ἐν τούτῳ τῷ τόπῳ, ἐν δὲ ἑτέρῳ ἐουτιφαρέ. Καὶ ἡ μὲν τοῦ παρόντος ὀνόματος ἐρμηπία παράκειται τῇ λέξει (22)· ἡ δὲ ἔκθεσις τοῦ ἑτέρου ἐν τοῖς ἐξῆς φανεῖται.

Γνυὺς δέ Αὐνᾶν, ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ἐγένετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἐξέχεεν ἐπὶ τὴν γῆν. Πᾶς ὁ σπείρων (23) ἐπὶ τὴν σάρκα, καὶ τὰ ἔργα τῆς σαρκὸς ἐν τῇ γῇ θησαυρίζων, ὅμοιος τῷ Αὐνᾶν· διὸ καὶ θανατοῦται ὑπὸ Θεοῦ.

Καὶ ἦν Κύριοç μετὰ Ἰωσήφ· καὶ ἦν ἀνὴρ ἐπιτυγάνων. Ὡς ἐπὶ σκοπὸν (24) βάλλων, ἔτεινε τὸ ἡγεμονικὸν ἑαυτοῦ, καὶ ἀεὶ ἐπετύγχανε. Πολλαχοῦ δὲ κέχρηται τούτῳ ἡ Γραφή.

Καὶ εὐλόγησε Κύριος τὸν οἶκον τοῦ Αἰγυπτίου διὰ ωσήφ. Διὰ τὸν ἅγιον (25) ἐν οἴκῳ ὄντα Αἰγυπτίου εὐλογεῖται ὁ οἶκος, καὶ τὰ ὑπάρχοντα, καὶ ὁ ἀγρὸς τοῦ Αἰγυπτίου. Αὕτη δὲ οὐ πνευματικὴ εὐλογία.

Ἐγένετο δέ μετὰ ῥήματα ταῦτα, ἤμαρτεν ὁ ἀρχιοινοχόος τοῦ βασιλέως Αἰγύπτου, καὶ ὁ ἀρχισιτοποεός τῷ κυρίῳ αὐτῶν βασαιλεῖ Αἰγὕπτου. Νομίζω (26) ὅτι τὸ ἀνάλογον τῷ· Ἥμαρτον βααιλεῖ Αἰγύπτου, λέγοιτʼ ἂν περὶ τῶν μαρτύρων, ὅτι τῷ νοητῷ βασιλεῖ τῆς Αἰγύπτου οὗτοι ἁμαρτάνουσιν, ἀλλʼ οὐ τῷ Θεῷ. Εἰς γὰρ τὸν τοῦ κόσμου νόμον δοκοῦσιν ἁμαρτάνειν, ἐναντίον ὄντα τῷ νόμῳ τοῦ Θεοῦ.

Ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑδραίων, καὶ ὧδε οὐκ ἐποίησα οὐδέν. Τὸ μηδὲν (27) ἐπιχωρίων Αἰγυπτίων ποιεῖν αἰνίσσεται διὰ τοῦ Ὧδε οὐκ ἐποίησα οὐδέν. Αἰγυπτίων δὲ ἔργον ἦν καὶ τὸ συνελθεῖν τῇ τοῦ κυρίου γυναικί.