Selecta in Genesim

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἀποκριθεὶς δὲ Ἰωσὴφ εἶπεν αὐτῷ· Αὕτη ἡ σύγκρισις αὐτοῦ· τὰ τρία κανᾶ τρεῖς ἡμέραι εἰσίν. Καὶ ἀνωτέρω (28) εἴρηται, οἱ τρεῖς πυθμένες τρεῖς ἡμέραι εἰσίν. Οὐκοῦν τὸ, τρεῖς ἡμέραι, καὶ διὰ πυθμένων καὶ διὰ κανῶν παρίσταται· συγχρησαμένης Προνοίας εἰς παράστασιν τριῶν ἡμερῶν οἰκείοις παραδείγμασι τοῦ ἑκατέρου βίου. Τοιαῦτα ἐ ἂν εὕροις καὶ ἐν ταῖς λοιπαῖς Γραφαῖς· τὸ αὐτὸ δηλούμενον ἀπὸ διαφόρων εἶναι δοκούντων παραδειγμάτων.

Ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἡμέρα γενέσεως ῆν αραὼ, καὶ ἐποίει πότον πᾶσι τοῖς παισἱν αὐτοῦ. Τῶν μὲν πρὸ ἡμῶν (29) ἐτήρησέ τις, ὅτι φαῦλός ἐστιν ὁ τὰ γενέσεως τιμῶν πράγματα, καὶ τὴν ἡμέραν τῆς γενέσεως αὐτοῦ ἀποδεχόμενος· ἡμεῖς [*](94 Gen. XXXVII, 36. 95 Gen. XXXVIII, 9. 96 Gen. XXXIX, 2. 97 ibid., 5. 98 Gen. XL, 1. 99 ibid..15. ibid., 12. ibid., 20.) [*]((21) Πετεφρὴς, etc. Edidit hoc scholion Montefalconius noster tom. I Hexapl., pag. 45, ubi iniuum hversum est: τοῖς μὲν περὶ Ἀκύλαν καὶ Σύμμσχον Φουτιφὰρ εἴρηται, etc.) [*]((22) Παράκειται τῇ λέξει. Nimirum Origenes ex hlone Judæo, ac plerumque suo Marte nominum propriorum Hebraicorpm signilicata ad marginsin axcrpserat.)

132
δὲ βεβαιοῦμεν τὴν διήγησιν, καὶ ἐπὶ τοῦ Ἡρώδου τὸ A παραπλήσιον εὑρόντες, ὅτε καὶ ἡ θυγάτηρ Ἡρωδιάδος ὠρχήσατο, καὶ ἀπετμήθη ἡ Ἰωάννου κεφαλή· καὶ οὐδαμοῦ δίκαιος φαίνεται γενέθλιον ἄγων ἡμέραν.

Ἐγένετο δὲ μετὰ δύο ἔτη ἡμερῶν, Φαρσὼ εἶδεν ἐνύπνιον. Ὤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ, καὶ τὰ ἐξῆς. Ὁ ἐπὶ τοῖς ῥευστοῖς (30) καὶ ἀβεβαίοις πεποιθὼς ᾧετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ, ἀφʼ οὖ τὰ δοκοῦντα εὐδαιμονικὰ εἶναι ἀναβαίνει, ὅτε οἱ βόες αὐτοῦ παχεῖς εἰσιν· ἀλλὰ πάντως κατεσθίεται ταῦτα ὑπὸ τῶν χειρόνων. Πρὸς δὲ τὸ, ᾤετο, συγκρινεῖς τὸ, ᾠμην ὑμᾶς δεσμεύειν δράγματα. Ἐπὶ δὲ δευτέρου ἐνυπνίου, Ὥσπερ, φησὶν, ὁ ἤλιος, καὶ ἡ σελήνη, καὶ οἱ ἀστέρες προσεκύνουν μοι. Πάλεν τε οὖ ὁ μὲν ἀρχιοινοχόος· Ἐν τῷ ὕπνῳ μου, φησὶν, ὗν ἄμπελος, καὶ τὰ ἐξῆς· ὁ δὲ ἀρχισιτοποιός· Ὤμην· τρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου. καὶ τὰ ἐξῆς.

Τοῦ αὐτοῦ. Τὸ μὲν διηγηματικὸν τῆς ῥαφῆς πρόσωπόν φησιν· Ὤετο ἑστάναι ἑαὶ τοῦ ποταμοῦ, οὐ παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ· ὁ δὲ Φαραώ φησιν· ᾬμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμυῦ, οὐκ ἐπὶ τοῦ ποταμοῦ. Τὰ μέντοιγε ἐν Ἀἰγύπτῳ πράγματα τὰ ἐν τοῖς κοσμικοῖς, ἀπὸ χρηστοτέρων ἀρχόμενα, ὦν σύμβολον ἡ εὐθηνία, εἰς πικρότερον καταλήγει, ὦν ἡ εὐθηνία καὶ ὁ λιμὸς τύπος. Τοιοῦτον δέ ἐστι καὶ ἐπὶ τοῦ κατὰ τὸν πλούσιον λόγου θεωρῆσαι. Οἱονεὶ γὰρ τὰ ἑπτὰ ἔτη τῆς εὐθηνίας ἦν αὐτῷ, ἀπολαμβάνοντι τὰ ἀγαθὰ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ, ἐνδεδυμένῳ πορφύραν, καὶ βύσσον, καὶ εὐφραινομένῳ καθʼ ἡμέραν λαμπρῶς· λήγει δὲ αὐτῷ εἰς τὰ ἐναντία, ἀπολαμβάνοντι τὰ κακὰ μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν. Τοιαῦτα δʼ ἂν ἴδοις καὶ ἐπὶ τῶν τὴν πλατείαν καὶ εὐρύχωρον ὁδευόντων, ὦν τὸ τέλος ἀπώλεια· οἷς δὲ ἀρχὴ τὸ στενὸν καὶ τὸ τεθλιμμένον, τὸ τέλος ζωή. Διὸ οὐαὶ τοῖς ἐμπεπλησμένοις, ὅτι πεινάσουσι· καὶ τοῖς γελῶσιν, ὅτι κλαύσουσι. Μακάριοι οἰ πενθοῦντες καὶ κλαίοντες, ὅτι αὐτοὶ παρακληθήσονται.

Καὶ ἰδοὺ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες, καὶ τὰ ἐξῆς. Τοῦ Φαραὼ(31) τὰ ἐνύπνια βόες ἦσαν καὶ στάχυες. Διʼ ὧν γὰρ γεωργεῖται ἡ γῆ, καὶ ἅπερ φέρει, προσημαντικὰ εὐθηνίας τε καὶ ἀφορίας ἐγένετο τῷ βασιλεῖ.

Ἠγέρθη δὲ Φαρσῶ, καὶ ἐνυαιάσθη τὸ δεύτεροι· καὶ ἰδοὺ ἑπτὰ στάχυες ἀνέ αινον ἐν πυθμένι ἐνὶ ἐκλεκτοὶ καὶ καλοί. Ὁ μὲν Ἰωσὴφ (32) οὐ στάχυας, ἀλλὰ δράγματα εἶδεν· ὁ δὲ Αἰγύπτιος οὐ δράγματα, ἀλλὰ στάχυας. Καὶ πάλιν ὁ μὲν ἀρχιοινοἔὲ γόος τοὺς τρεῖς πυθμένας βλέπει εἰς τρεῖς ἡμέρας· ὁ δὲ βασιλεὺς τοὺς ἐν πυθμένι ἐνὶ ἑπτὰ στάχυας εἰς τὸ συνημμένον τῶν ἑπτὰ ἐνιαυτῶν· καὶ γίνεται τοῦ ἑνὸς ὀνόματος τοῦ πυθμένος διάφορος ἡ ἑρμηνεία. Είποτε οὖν ἄλλως τις διηγεῖται τὴν Γραφὴν, μὴ δοκκείτω βιάζεσθαι αὐτήν. Καὶ ἔτι τηρητέον, ὅτι ἐπὶ μὲν τῆς [*](3 Gen. XLI, 1. 4 Gen. XXXVII, 7, 5 ibid., 9. 6 Gen. XL, 9. 7 ibid., 16. Cen. X, 17. ⁵ Luc. XV. 10 Malth. VII, 16. 14. 11 Luc. v, 25; Matth. v, 5. 12 Cen. XLI, 2. 13 ibid., 5.) [*]((32) Ὁ μέν ωσήσ, ete. Iic locus in istem schedis Origeni tribuitur, una tamen catena legia Hebræo ascribit.)

133
εὐθτνίας ἔττα στάχυες ἀναβαίνοντες ἐν πυθμόνι ἐνὶ, θαὶ δὲ τοῦ λιμοῦ ἑπτὰ μὲν στάχυες, οὐκ ἔτι δὲ ἐν ωθμένι ἐνί· ἄλλος φησίν· ἐν καλάμῳ ἐνί (33).

Ἐγένετο δὲ πρωῒ, καὶ ἐταράχθη ἡ ψυχὴ αὐτοῦ, κεὶ ἀποστείλας ἐκάλεσε πάντας τοὺς ἐξηγητὰς Αἰγλπτου, καὶ πάντας τοὺς σοφοὺς αὐτῆς. Ὅλης ἐέγύπτου (34) πῶς ἐκάλεσε τοὺς ἐξηγητὰς καὶ σοφοὺς, ἅμα ζητητέον ὡς πρὸς τὴν λέξιν, καὶ εἰ πρὸς ἀναγωγὴν δεῖται ἐξηγητῶν Αἰγυπτίων ὁ Φαραὼ ὡς σοφωτέρων. Ὅλης δὲ Αἰγύπτου φαμὲν, ὡς ἀκολούθου τῷ, Πάντας τοὺς ἐξηγητᾶς Αἰγύπτου, καὶ πάντας τοὺς σοφοὺς αὐτῆς.

Καὶ διηγήσατο αὐτοῖς Φαραὼ τὸ ἐνύπνιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἀπαγηέλλων αὐτὸ τῷ Φαραώ. Οὐκ οἶμαι (35), ὅτι τέλεον ἐσιώπων, ἀλλὰ πάντα μᾶλλον ἔλεγον ἢ αὐτὸ τὸ τῆς ἐνυπνίων διηγήσεως. Ἀλλʼ ἐρεῖ τις· Πῶς ᾔδει ὁ Φαραὼ πότερον ἐπιτυγχάνουσιν οἱ ἐξηγηταὶ καὶ σοφοὶ Αἰγύπτου διηγούμενοι τὰ ἐνύπνια, ἢ μή; Ἔλεγε δὲ πρὸς ταῦτα ὁ Ἐβραῖος, ὅτι ὁ Φαρσὼ ἰδὼν τὸ ἐνύπνιον, εἶδε αὐτοῦ καὶ τὴν διήγησιν, ἥτις αὐτοῦ ἀπέπεσε τῆς μνήμης. Ἐκάστου οὖν ἀκούων λέγοντος, οὐκ ἀνεμιμνήσκετο οὗ ᾔδει ἑωρακέναι. Διὰ τοῦτο δὲ ἐξεπλάγη τὸν Ἰωσὴφ. καὶ ἀθρόως αὐτὸν προήγαγεν εἰς τὸ πιστεῦσαι τὴν πᾶσαν Αἴγυπτον, καὶ τὸν σῖτον αὐτῆς, κκὶ τὴν σωτηρίαν τῶν Αἰγυπτίων, αὐτῷ· ἐπεὶ ἅμα γε ἐκδιηγήσκτο τὰ ὀνείρατα, καὶ οὗτος ὑπεμνήσθη τὰ αὐτὰ εἶναι τὰ προδεδηλωμένα αὐτῷ.

Ἀποκριθεὶς δὲ Ἰωσ ὴφ τῷ θαραὼ, εἷπεν Ἄνευ τοῦ Θεοῦ οὐκ ἀποκριθήσεται τὸ σωτήριον Φαραώ. Εὔλογος Ἰωσὴφ (36) ἐν ᾧ προοιμιάζ εται ἀπὸ Θεοῦ. Τήρει δὲ, ὅτι πρὸς μὲν τὴν γυναῖκα εἶπε· Καὶ ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ. Ἀλλὰ καὶ πρὸς τοὺς ἐν τῇ φυλακῇ εὐνούχους φησίν· Οὐχὶ διὰ τοῦ Θεοῦ ὁ διαάφησις αὐτῶν ἐστι;

Καὶ εἶπε Φαραὼ πᾶσι τοῖς παισὶν αὐτοῦ· Μὴ εάρήσομεν ἄνθρωπον τοιοῦτον, ὅς ἔχει πνεῦμα σθεοῦ ἐν ἐαυτῷ; Μεῖζον ἢ κατὰ ἄνθρωπον (37) ἰδὼν θαρσὼ τὸ τὴν ἐκπεσοῦσαν τῆς μνήμης αὐτοῦ λύσιν τοῦ ὀνείρατος σεσαφηνίσθαι ὑπὸ τοῦ Ἰωσὴφ, πνεῦμα εἶπε Θεοῦ ἔχειν αὐτὸν ἐν ἑαυτῷ.

Τοῦ αὐτοῦ. Ἠναγκάσθη καὶ Φαραὼ ἔνα εἰπεῖν Θεόν· καὶ τούτῳ δὲ συνᾴδει τὸ περὶ τῆς λύσεως τοῦ ἐνείρατος προαποδεδομένον.

Καὶ ἐκήρυσσεν ἔμπροσθεν αὐτοῦ κήρυξ. Τὸ Ἐβραῖκὸν (38) ἔχει Ἀβρὴχ, ὃ κυρίως σημαίνει, πατὴρ ἀπαλός. Εἰκότως πατέρα ἁπαλὸν ἐκάλεσε τὸν [*](14 Gen. XLI, 5. 26 ibid. 16 ibid., 16. Gen. XXXIX 9. 18 Gen. XL, 8. 19 Gen. XLI, 38. ibid., 43.) [*]((33) Ἐν καλάμῳ ἐνί. Hæc lectio non comparet in θεxaplis a MontePtenio nostro editis.) [*]((34) λλης Aθγύπτου, etc. Ε catena Romana.) [*]((35) Οὐκ οῷαα, etc. E scheda Combeisii.) [*]((36) Εβλογος Ἰωσήρφ, ete. Ex iisded sehcdis.) [*]((37) Μεῖζον η κατὰ ἄνθρωπον, etc. E catena Roinas.) [*]((38) ὁ Ἐβραακόν, etc. Edidit hoc fragmentum seu scholion Montefalconius tom, I Hexaplorum, pag. 49, ubi docte monet ex Origene exgscatum lHierouymum ita habere in Quæst.: Aφuita transtu)

136
Ἰωσὴφ, ἐπειδήπερ ἁπαλὸς ὤν κατὰ τὴν ἡλικίαν, ὡς πατὴρ σωτήριον ἀρχὴν Αἰγυπτίοις ἐνεδείξατο. Δηλοῖ δὲ οὐδὲν ἡ λέξις, ἢ τὸ γονατίζειν. Φανερὰ γάρ ἐστιν ἡ φωνὴ τοῦ κήρυκος.

Καὶ ἐκάλεσε Φαρσὼ τὸ ὄνομα Ἰωσὴφ ψνθοφφανήχ. βομθομφανὴχ (39) ὁ ἑρμηνεύεται, ῷ ἀτεκαλύρδη τὸ μέλλον. Ἀκύλας, Σαφαμρεανό· Σύμμαχος, δαφθφανὴ, κεκρυμμέrα ἀπεκάλυψε.

Καὶ ἔδωκεν αὐτῷ τὴν Ἀσενὲθ θυγατέρα Πετεφρῆ ἱερέως Ἡλιουπόλεως αὐτῷ γυναῖκα. Τὸ μὲν Φουτιφὰρ (40) ἐν ὀνόματι τοῦ πατρός ἐστι τῆς γαμηθείσης τῷ Ἰωσήφ. Οἰήσεται δέ τις ἕτερον εἶναι τοῦτον παρὰ τὸν ὠνησάμενον τὸν Ἰωσήφ. Οὐ μὴν οὕτως ὑπειλήφασιν Ἑβραἴοι· ἀλλʼ ἐξ ἀποκρύφου λέγουσι τὸν αὐτὸν εἶναι, καὶ δεσπότην καὶ πενθερὸν γενέσθαι. Καὶ φασὶ ταύτην τὴν Ἀσενὲθ διαβεβληκέναι τὴν μητέρα παρὰ τῷ πατρὶ ὡς ἐπιβουλεύσασαν τῷ Ἰωσὴφ, καὶ οὐκ ἐπιβουλευθεῖσαν. Ἥν δὲ ἐκδέδωκε τῷ Ἰωσὴφ, δεῖξαι σπουδάσας καὶ τοῖς Αἰγυπτίοις, ὅτι μηδὲν τοιοῦτον ἡμάρτηται εἰς τὸν οἶκον αὐτοῦ.

Ἐκάλεσε δὲ Ἰωσὴφ τὸ ὄνομα τοῦ πρωτοτόκου Μανασσῆ, ὅτι ἐπιλαθέσθαι ἐποίησέ με ὁ Θκὸς πάντων τῶν πόνων μου, κοὶ πάντων τῶν τοῦ πατρός μου. Τὸ μὲν πάντων (41) ἐπιλαθέσθαι τῶν πόνων τοῦ Θεοῦ τοῦτο ποιήσαντος, σαφῶς καλόν ἐστιν· εἰ δὲ καὶ πάντων τῶν τοῦ πατρὸς αὐτοῦ Ἰακὼβ ὁ Ἰωσὴφ ἐπελάθετο, καὶ τοῦτο ποιήσαντος τοῦ Θεοῦ αὐτῷ, ζητητέον. Οὐ γὰρ Θεὸς ποιεῖ ἐπιλαθέσθαι τὸν Ἰωσὴφ λόγων τοῦ Ἰακὼβ, καὶ υἱῶν αὐτοῦ· εἰ μὴ ἄρα πόνων αὐτοῦ, ἵνʼ ᾖ ἀπὸ κοινοῦ τὸ, πόνων, οὕτως· πάντων τῶν πόνων μου καὶ πάντων τῶν τοῦ πατρὸς πόνων.

Τὸ ὄνομα τοῦ δευεέρου ἐκάλεσεν Ἐφραῒμ, ὅτι ὔξησέ με ὁ Θεὸς ἐν γῇ ταπεινώσεώς μου. Μυστικῶς (42) ἡ πνευματικὴ Αἴγυπτος γῆ ταπεινώσεώς ἐστι τοῦ δικαίου· παρὸ παρὰ τῷ Ἀποστόλῳ λέγεται Τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν· καὶ ἐν Ψαλμοῖς· Ἐταπεινώθη εἰς χοῦν ἡ ζωὴ ἡμῶν· καὶ πάλιν Ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως.

Ἰωσὴφ δὲ ἦν ἄρχων τῆς Αἰγύπτου. Οὗτος ἐπώλει παντὶ τῷ λαῷ τῆς γῆς. Ἐλθόντες δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. Διὰ τὸ μὴ εἶναι (43) λαοὺς τῆς γῆς τοὺς υἱοὺς Ἰακὼβ, οὐκ ἐπώλει αὐτοῖς· ἀπεδίδου δὲ τὰ ἀργύρια δίς. Ἔπρεπε γὰρ τοὺς υἱοὺς Ἰσραὴλ προῖκα λαμβάνειν τὸν σἶτον.

Τοῦ αὐτοῦ. Χαριέντως περὶ τῶν αὐτῶν, ὅτε μὲν ἀγοράζουσι, φησὶν, υἱοὶ Ἰσραήλ· ὅτε δὲ προσκυνοῦσιν Ἰωσὴφ, οἱ ἀδελφοὶ Ἰωσήφ. Πλὴν Βενιαμὶν οὕτε τὸν Ἡσαῦ οὕτε τὸν Ἰωσὴφ προσκυνεῖ. Διὸ ἐν τῇ μερίδι αὐτοῦ γίνεται ὁ ναός.

[*](21 Gen. XLI, 45. 22 ibid. 23 ibid., 51. 24 ibid. 52, 25 Philipp. III, 21. 26 Psal. XLIII, 25. ibid. 20. 28 Gen. XLII, 6.)[*]((40) Τὸ μὲν Φουτιφάρ, etc. Edidit hoc fragmentum Montelalconius noster tom. I IHexaρlorumε, p. 49.)[*]((41) Τὸ μέν πτάντων, etc. Ε schedis Comb nsi.)[*]((42) Μυσταικῶς, etc. Ex iisdem schedis.)[*]((43) Διὰ τὸ μὴ eλrrα, etc. Ex iisdem schedia.)
137

Ναὶ, ἐν ἀμαρείαις γάρ ἐσ μεν περί τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδορεν τὴν θλίψιν· τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο. Κατὰ τὸ σιωπώμενον (44) κατεδέετο· οὐ γὰρ ἀναγέγραπται πῶς κατεδέετο.

Ἀποκριθεὶς Ῥουβθὶμ, εἶπεν αὐτοῖς· Οὐκ ἐλάλησα ὑμῖν, λέγων, Μὴ ἀδικήσητε τὸ παιδάριιον; καὶ οὐκ εἰσηκούσατέ μου. Καὶ ίδοὺ τὸ αἶμα αὐτοῦ ἐκζητεῖται. Ἐν τοἴς ἀνωτέρω (45) λέλεκται, ὅτι μὴ παρόντος τοῦ Ῥουβὶμ πέπραται τοῖς Ἰσμαηλίταις ὁ ωσὴφ, καὶ μετὰ τὸ πραθῆναι αὐτὸν ἀνέστρεψεν ὁ ουβὶμ ἐπὶ τὸν λάκκον, καὶ οὐχ ὁρᾷ τὸν Ἰωσὴφ ἐν τῷ λάκκῳ, καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ· καὶ ἐπέστρεψεν πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ εἶπε· Τὸ παιδάριον οὐκ ἔστιν· ἐγὼ δέ ποῦ πορεύσομαι ἔτι Καὶ οὐ φαίνεται μεμαθηκὼς παρὰ τῶν ἀδελφῶν περὶ τοῦ Ἰωσὴφ, ὅτι ἐπράθη. Μήποτε οὖν, οἴόμενος ἀνῃρῆσθαι αὐτὸν, νῦν φησι τὸ, Ἰδοὺ αἷρα αὐτοῦ ἐκδητεῖτα.