Selecta in Genesim

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ κατέβη Ἀβρὰμ εἰς Αἴγυπτον παροικῆσαε ἐκεῖ, ὅτι ἐνίσχυσεν ὀ λιμὸς ἑαὶ τῆς γῆς. Ἀβραὰμ (68) οὐ κατῴκει Αἴγυπτον, ἀλλὰ παρῴκει, ὅτι ἐνίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς.

Οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε κατῴκουν τὴν γῆν. Ὡς φαῦλοι (69) οἱ Χαναναῖοι κατῴκουν, καὶ οὐ παρῴκουν τὴν γῆν. Ὥστε φαῦλοι κατοικοῦσιν, οὐ παροικοῦσι τὴν γῆν.

Εἰ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεβιά· εἰ δὲ σὺ εἰς δεβιὰ, ἐγὼ εἰς ἀριστερά· καὶ τὰ ἐξῆς. Εἰ καὶ ἡ ἐκλογὴ (70) γέγονε συγχωρηθεῖσα ἀπὸ τῆς ἐπιεικείας τοῦ Ἀβραὰμ τῷ Λώτ· παρατηρητέον, ὅτι ὁ μὲν ἐκλεξάμενος οὐκ ἀπολαύει τῆς αὐτοῦ ἐκλογῆς, ὁ δὲ παραχωρήσας εὐλογημένον ἔχει τὸ καταλελειμμένον.

Ὁ δέ Θεὸς εἶπε πρός Ἀβρὰμ, μετὰ τὸ δαχωρισθῆναι τὸν Λὼτ ἀπʼ αὐτοῦ· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε ἀπὸ τοῦ τόπου οὖ νῦν σὺ εἶ, πρὸς βορρᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ δρᾶς, σοὶ δώσω αὐτήν. Ἔπεται (71) τοῖς κατορθοῦσι τὴν ἀρετὴν ἡ παρὰ τοῦ Θεοῦ παράκλησις. Μετὰ δὲ παραχωρῆσαι τῷ ἀδελφῷ τὴν αἴρεσιν, κἀκεῖνον τὸ κάλλιστον καὶ εὐφορώτατον ἐκλέξασθαι χωρίον, ἐπεφάνη ὁ Θεὸς τῷ Ἀβραὰμ, λόγοις παρακλητικοῖς καὶ χρησταῖς ὑποσχέσεσιν αὐτὸν ψυχαγωγῶν, μονονουχὶ λέγων· Γἧς ταύτης κατεφρόνησας τῆς ἐλαχίστης καὶ αἰσθητῆς· ἐγώ σοι δώσω τῶν πραέων τὴν γῆν τὴν ἐν χώρᾳ τῶν ζώντων. Ἀνάβλεψον γὰρ τοῖς τῆς διανοίας ὄμμασι. καὶ ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ εἶ νῦν· τόπος δὲ τοῦ δικαίου ἡ ἀρετὴ, ἀφʼ ἦς τὰ ἐν ἐλπίσι καραδοκεῖ, καὶ τὰ ἀποκείμενα ἐν τοῖς οὐρανοῖς ἀπεκδέχεται. [*](28 Gen. XII, 10. 29 Gen. XIII, 7. 30 Cen. XIII, 9.) [*]((69) Ὡς φαῦλοι, cic. Eidem tribuitur in iisdem catenis.) [*]((70) Εἰ καὶ ἡ ἐιίογή, etc. Εxsctiptus dicitur hic locus e catena Romana in schedis Combefisii.) [*]((71) Ἔπεται, etc. Ex eadem catena et iisdem schedis Combefisii.)

113
Εἰ γὰρ μὴ τοῦτο ἦν, πόσην εἰκὸς ἦν αὐτὸν γῆν θεωρεῖν αἰσθητοῖς ὀφθαλμοῖς; ἢ ἕως τίνος ἀτενίσαι ἠδύνατο κύκλῳ περιθέων καὶ περιάγων τὴν ὄφιν;

Ἔλαβον δὲ τὴν ἴππον (72) πᾶσαν τὴν Σοδόμων. Ἵππον Σοδομῖται νῦν πρῶτον ὠνομασμένην ὡς φαῦλοι ἔχειν λέγονται.

Παραγενόμενος δέ τῶν ἀνασ ωθέντων τις, ἀπήγγαλεν Ἀβρὰμ τῷ περάτῃ. Περάτης καλεῖται ὁ Ἀβραὰμ, ἐπειδὴ ἀπὸ τῆς Χαλδαίων χώρας διαπεράσας τὴν Μεσοποταμίαν ἦλθεν εἰς τὰ μέρη τῶν Χαναναίων. Ἑρμηνεύεται δὲ καὶ τοῖς περὶ Ἀκύλαν Ἑδραῖος.

Καὶ εἶπεν αὐτῷ· Ἀνάβλτψον εἰς τὸν οὐρανὸν παὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαθιμῆσαι αὐτούς· οὕτως ἔσται τὸ σπέρμα σου. Τὰ γὰρ γεννήματά (73) φησι τῆς ψυχῆς τοῦ ἁγίου, καὶ πλήθει καὶ λαμπρότητι, ἅτε Θεοῦ συνεργήσαντος, τοσαῦτα καὶ τοιαῦτα γενέσθαι. Αὐτὰ παρίστησι τὴν θείαν εὐλογίαν.

Εἶπε δέ· ἐέσποτα Κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν ; καὶ τὰ ἐξῆς. Οὐκ ἦν (74) κατὰ τὸν πιστεύσαντα πίστιν λελογισμένην αὐτῷ εἰς δικαιοσύνην ἀπιστεῖν, ὡς ἅν τις οἰηθείῃ. Ἀλλὰ μήποτε πιστεύσας πρότερον, νῦν καὶ γνῶσιν αἰτεῖ τὴν περὶ τῶν πεπιστευμένων. Οὐ νομοθετεῖ δὲ τῷ Ἀβραὰμ θύειν ὁ Θεὸς, ἀλλʼ ἐπειδὴ οἱ παλαιότατοι τὰς ὁρκωμοσίας διὰ τούτων ἐβεβαίουν.

Τετάρτῃ δέ γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων ἕως τοῦ νῦν. Ἐτῶν υ’ (75) δόσις, εἰς τὸ πληθυνθῆναι μὲν τοῦ Ἀβραὰμ τὸ σπέρμα, γενέσθαι δὲ τὰ γενόμενα σημεῖα. Πῶς οὖν τὸ, Οὔπω ἀνεπληρώθησαν αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων; ἵνα δείξῃ, ὅτι εὐλόγως ἐκβάλλονται διʼ ἁμαρτίας. Καὶ γὰρ ὅταν λέγει, Μετεμελήην, οὐ τοῦτο λέγει ὅ πάσχει, οὕτε τοῦτο πάσχει ὃ λέγει, ἀλλὰ τὴν τοῦ γενομένου ἀτοπίαν παρίστησιν. Κοὶ μετʼ ὀλίγα Ἔπειτα ἦσαν πάλαι ἐν μὲν Παλαιστίνῃ δίκαιοι, ὁ Μελχισεδὲκ καὶ ἄλλοι πολλοί. Οὐ γὰρ ἦν ἀπλῶς ἱερεὺς μὴ ὄντων τῶν πειθομένων. Οὕπω οὖν ἀναπεπλήρωται ἀντὶ τοῦ, Οῦπω ἐκλέλοιπεν ὅσιος ἐξ αὐτῶν· οὕπω πεπλήρρωνται, καὶ τετελειωμένοι εἰσὶν ἁμαρτίαις. Δέκα γὰρ δίκαιοι ῥύονται τὴν πόλιν· τότε δὲ οὐκ ὀλίγοι ἦσαν.

Τααεινώσουσιν αὐτοὺς τετρακύσια ἔτη. Διὰ τί δὲ (76) περισσὰ ἔτη λέγει ὁ Ἀπόστολος λ΄ , τά τε τῆς Διαθήκης, ἥν ἐποιήσατο μετὰ τοῦ Ἀβραὰμ, καὶ τῆς ἐξ Αἰγύπτου πορείας ἐν τῇ ἐρήμῳ, καὶ τῆς τοῦ νόμου δόσεως; Οὐ μάχεται τὰ ἐνταῦθα τοῖς ἐν τῇ Ἐξόδῳ γεγραμμένοις. Ἐκεῖ γὰρ εἴρηται, Μετὰ υλ΄ ἔτη ἐξῆλθεν ἡ δύναμις Κυρίου ἐκ τῆς Αἰγύπτου· ἐνταῦθα δὲ μετὰ υ΄ φησίν. Ἀλλʼ ἐπιστῆσαι δεῖ, ὅτι οὐκ ἐῤῥέθη, ὡς πληρωθέντων τῶν [*](32 Gen. XIV, 11. ibid., 13. 34 4 Gen. XV, 5.) [*]((72) Ἵππον, ete. Ex tribus catenis Regiis.) [*]((73) Τὰ γὰρ γεννήματα, etc. Ex catena Romana.) [*]((74) Οὐκ ἦν κατὰ, etc. Ex eadem catena Romana.)

116
υ΄ ἐτῶν ἐξῆλθον, ἀλλὰ μετὰ υ΄ ἔτη, ὅπερ ἐμφαίνει καὶ τὰ λ΄.

Καὶ ἠτιμάσθη ἡ κυρία αὐτῆς ἐσνειτίον αὐτῆς. Ἐπίτηδες (77) οὐκ ἐσαφηνίσθη τὸ ὑπὸ τίνος, ἵνα ἡμεῖς ζητήσαντες εὕρωμεν, ὅτι πέφυκεν ἀτιμάζεσθαι ἀρετὴ, ἡνίκα τὰ προπαιδεύματα γεννήσῃ· οὐ πάντως ὑπὸ τοῦ Ἀβραὰμ, ἀλλʼ ἤτοι ὑπὸ τῆς παιδίσκης, ἢ τῶν χαιρόντων πρὸ τῆς γενέσεως τῶν κρειττόνων τοῖς γεννήμασιν αὐτῆς.

Καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἀβρὰμ, ἀλλʼ ἔσται τὸ ὄνομά σου Ἀβραάμ. Τὰς ἑρμηνείας (78) τῶν ὀνομάτων ζήτει· δυνάμει γὰρ ὠνομάσθησαν ὑπὸ τοῦ ἁγίου Πνεύματος· ἀλλὰ μὴν καὶ τοῦτο χρὴ εἰδέναι, ὅτι τὰ ὀνόματα ἕξεών ἐστι, καὶ καταστάσεων, καὶ ποιοτήτων δηλωτικά· ἐξ ὧν ἔστιν ἰδεῖν τὴν ἐπιτηδειότητα τοῦ ἐνομαζομένου.

Εἶπε δὲ Ἀβραάμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὖτος ζήτω ἐναντίον σοῦ. Ἐξαίρετόν τι (79) ἠξίου περὶ τοῦ Ἰσμαὴλ ὁ Ἀβραὰμ, οὐκ ἀρκούμενος τῷ, ζήτω· διὸ προσέθηκεν· ἐναστίον σοῦ. Τὸ γὰρ ζῇν ἐναντίον Κυρίου μακαρίων ἐστὶ καὶ τῶν ἀγίων μόνων.

Ἀβραὰμ δέ κοὶ Σάῤῥα πρεσβύτεροι προβεδηκότες ἡμερῶν. Μήποτε (80) ἐπὶ δικαίων μόνων τὸ, προβεβηκότες ἡμερῶν, τέτακται. τως ἔχει, οὐδεὶς φαῦλος προβέβηκε.

Καὶ ἐγγίσας Ἀβραὰμ εἶπε· Μὴ συνσπαλἱσης δίκασον μετὰ ἀσεβοῦς. Ἐγκώμιον τοῦτο (81) τοῦ Ἀβραάμ. Δηλοῦται γὰρ τὸ βέβαιον τῆς εὐσεβείας αὐτοῦ, διὸ καὶ ἐγγίσαι δεδύνηται. Τὸ δὲ ἐγγίσαι οὐ σωματικῶς νοητέον.

Λὼτ δὲ ἐκάθητο πσρὰ τὴν πύλην Σοδόμων. Οὐκ ἦν ἔνδον (82) Σοδόμων Λὼτ, ἀλλὰ παρὰ τὴν πύλην. Εἴποιμι δʼ ἂν αὐτὸς, ὅν τρόπον ἔξω τῆς σκηνῆς ὁ Ἀβραὰμ ἐκάθητο ἐπιτηρῶν διὰ φιλοξενίαν καὶ παρὰ καιρὸν τοὺς διοδεύοντας· (μεσημβρία γὰρ ἦν·) οὕτως ὁ ἐκείνου συγγενὴς καὶ μιμητὴς τῶν τρόπων ἐκαθέζετο παρὰ τῇ πάλῃ, προτρεπόμενος τοὺς παριόντας, καὶ ἐσπέρας ἤδη καταλαβούσης· εἰδὼς μάλιστα τῶν ἐν Σοδόμοις τὴν ἀσέβειαν, καὶ ὡς οὐκ ἔστιν ἐκεῖσε τοῖς ξένοις ἀνάπαυσις.

Καὶ κατεβλάσατο κύτοὺς, καὶ εἰσῆ λθον εῖς τὸν οἶκον αὐτοῦ. Ἐπειδὴ (83) μὴ τοιοῦτος ἦν ὁ Λὼτ οἶος ὁ Ἀβραὰμ, διὰ τοῦτο, ὀκνοῦντες διελθεῖν πρὸς αὐτὸν, βίας χρᾐζουσιν.

Τοὺς δὲ ἄνδρας τοὸς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἀορασίᾳ. Ἐπʼ ἀγαθῷ (84) πατάσσονται ἀορασίᾳ οἱ κακῶς τῇ ὁράσει χρησάμενοι, καὶ εἰς τὸ ἁμαρτάνειν ἐμποδιζόμενοι ὑπὸ τῆς ἀορασίας.

Καὶ κατέστρεψε πάσας τὰς πόλεις ταύτας, καὶ πᾶσαεαν τὴν περίχωρον, καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσι, κοὶ πάντα τὰ ἀνατέλλοντα [*](41 Gen. XVIII, 11. 42 ibid., 23. 43 Cen. XIX, 4.) [*]((82) Οὐκ ἦν ἔνδον, etc. Ex tribus calenis Regiis.) [*]((85) Ἐπειδή, etc. Ex schedis Combefisii.) [*]((84) Ἐπʼ ἀγαθῷ, etc. Ex schedis Combetisii.)

117
ἐκ τῆς γῆς. Ὁ Κύριος (85) οὐ μόνον τοὺς ἀσεβεῖς ἀπόλλυσι, ἀλλὰ καὶ τὰς τροφὰς αὐτῶν, οὔσας Σοδομιτικὰς καὶ ἐπιβλαβεῖς, ἐν αἷς ἐστι καὶ ἄμπελος, περὶ ἦς γέγραπται· Ἐκ γὰρ ἀμπέλου Συδόμων ἢ ἄμπελος αὐτῶν, καὶ ἡ κλημαεὶς αὐτῶν ἐκ Γομῤῥας.

Καὶ ἐπέβλεψεν ἡ γυνὴ αὐτοῦ εἰς τὰ πίσω, καὶ ἐγένετο στήλη ἁλός. Οὐδὲν ὦνησε (86) τὴν γυναῖκα Λὼτ τὸ κεκρατῆσθαι ὑπὸ τῶν ἀγγέλων, εἰ καὶ ἐξῆλθεν ἔξω Σοδόμων, ἐπείπερ ἐστράφη εἰς τοὐπίσω.