Selecta in Genesim

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τῷ Θεῷ εὐηρέστησε Νῶε. Ἐγέννησε δὲ Νῶε τρεῖς υἱοὺς, τὸν Σήμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Περιέχει ἐν τοῖς ἔμπροσθεν (51), ὅτι Ἔξησε Λάμεχ ἔτη ἑκατὸν καὶ ὀνδοήκοντα καὶόκτὼ, καὶ ἐγέννησε Βωε. Καὶἔζησε Λάμεχ,μετὰτ γεννῆσαι αὐτὸν τὸν Νῶε, ἔτη πεντακόσια καὶ ἐξήκοντα καὶ πέντε· καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Λάμεχ ἔτη ἐπτακόαια καὶ πεντήκοντα τρία, καὶ ἀπέθανε. Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγαννησε τρεῖς υἱούς. Καὶ εὑρίσκομεν ἐν τούτῳ διαφωνίαν ἐξήκοντα πέντε ἐτῶν τοῦ Νῶε. Ἀλλʼ ἐνταῦθα ἡ Γραφὴ λέγει, ὅτι τῷ Θεῷ εὐηρέστησε Νῶε, καθὼς γέγραπται καὶ περὶ τοῦ Ἑνώχ. Κἀκεῖνος γὰρ ὅτε εὐηρέστησε τῷ Θεῷ, τότε καὶ μετέθηκεν αὐτόν. Ὁμοίως οὖν καὶ τοῦ Νῶε τὰ πρὸ τῆς εὐαρεστήσεως ἐξήκοντα καὶ πέντε ἔτη οὐκ ἐλογίσατο αὐτῷ ἡ θεία Γραφή. Ὥσπερ καὶ ἐπὶ τοῦ Ἀβραὰμ οὐκ ἐλογίσθη εἰς ζωὴν τὰ ἐξήκοντα ἔτη τὰ πρὸ τῆς θεογνωσίας αὐτοῦ, καὶ τοῦ Ἐνὼχ ἔτη τριάκοντα· καὶ τοῦ Σαοὺλ ἔτη εἴκοσι, καὶ τοῦ Σολομῶντος ἔτη τεσσαράκοντα, καὶ τοῦ Ἐζεκίου ἔτη δέκα καὶ ἑπτά· ἀλλὰ καὶ περὶ τοῦ Μαθουσάλα εὑρίσκεται δια- φωνία ἐτῶν δεκαπέντε.

[*](93 Gen. v, 1, 3. 94 Psal. LXXII, 20. 95 Psal. XXXIII, 7. Gen. v, 22. Gen. VI, 7. 98 ibid., 9. 99 ibid., 9, 10. Gen. V, 28 seqq. Combefis.)[*]((50) Εἰ κοινότερον, etc. Quædam catenæ hunc locum ἀδέσποτον babent, sed Romana Origeni tribuit.)[*]((51) Περιέχει ἐν τοῖς ἐμμπροσθεν, etc. In schedis Commbelisii desumptum dietur e catena Romnana hoc fragmentum quod Montelalconius noster edidit in observationibus suis ad Hexrapla Origenis, Genes. v, 25 et 26.)
105

Ἐρθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ· καὶ ἀπλήσθη ἡ γῆ ἀδικίας· καὶ εἶδε Κύρος ό Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη· ὅτι κατέφθειρε κᾶσα σὰρξ τὴν ὀδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. Ἀδικία μὲν (53) φθείρει τὴν γῆν, δικαιοσύνη δὲ σώζει· καὶ ὀ ἁμαρτάνων, τὸ ὅσον ἐφʼ ἑαυτῷ, φθείρει τὴν γῆν. Οὐκ ἐν τῷ κατακλυσμῷ γέγονε κατεφθαρμένη ἡ γῆ ( τότε γὰρ ἀπελούσατο τὴν φθορὰν), ἀλλʼ ἐν τῇ ἀδικίᾳ. Ὃ δὲ κατέφθειρε τὴν ὀδὸν τοῦ Θεοῦ, οὐκ ἔστι πνεῦμα, ἀλλὰ σάρξ· Τὸ γὰρ φρόνημα τῆς σαρκός ἔχθρα εἰς Θεόν καὶ, Οἱ ἐν σαρκὶ ζῶντες Θεῷ ἀρέσαι οὐ δύναντεει.

Δύο, δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτὸν ἵν τρέφῃς μετὰ σεαυτοῦ. Ἄρσεν καὶ θῆλυ ἔσονται. Ἐπεὶ καθαροὺς (53) ἤθελε διαμένειν τοὺς εἰσελθόντας ἀνθρώπους εἰς τὴν κιβωτὸν ἀπὸ μίξεως, οὕτως αὐτοὺς εἰσάγει, κατὰ τὴν εἰσαγωγὴν κελεύων αὐτοῖς τὴν διατριβὴν ποιεῖσθαι τὴν ἐν τῇ κιβωτῷ. Οὐ γὰρ ἔπρεπε, τῶν ὁμοίων ἀπολλυμένων, τούτους κοίταις καὶ παιδοποιίαις σχολάζειν. Ὅτε μέντοι τὰ δεινὰ παρῆλθε, καὶ χρεία ἐκάλει τὴν γῆν ἀνθρώπων πληρωθῆναι, κατὰ γαμικὴν αὐτοὺς συζυγίαν ἐκβάλλει, λέγων· Ἔξελθε σὺ, καὶ γυνή σου, καὶ οἱ υἱοί σου, καὶ αἰ γυναῖκες τῶν υίῶν σου.

Ἀπὸ δὲ πάντων τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρός σέ ἑπτὰ ἑπτὰ, ἄρσεν καὶ. θῆλυ· ἀεὸ δὲ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο, καὶ τὰ ἐξῆς. Ζητήσειέ τις ἂν (54) πῶς, μηδέπω τοῦ νόμου διαστειλαμένου καθαρὰ καὶ ἀκάθαρτα, ὡς εἰδότι τῷ Νῶε διαφορὰν ἀκαθάρτων ταῦτα λέγεται. Ὅθεν ἄξιον ἐπιστῆσαι μὴ κατὰ τὸ, Ὅταν ἔθνη τὰ μὴ νόμον ἐχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, ἢ ἀπὸ τοῦ φύσει νόμου ταῦτα ἠπίστατο ὁ Νῶε.

Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμός τοῦ ὕδατος ἐγένετο ἑαὶ τῆς γῆς. Μήποτε (55) πρὸς ἀνπιδιαστολὴν μέλλοντος κατακλυσμοῦ γενέσθαι πυρὶ πρόσκειται ἐνταῦθα, τοῦ ὕδστος.

Καὶ εἰσῆξλθον πρὸς Νῶε εἰς τὴν κβωτὸν δύο δύο ἀπὸ πιάσης σαρκός. Ὡς πρὸς τὸ ῥητὸν (56) ζητήσειέ τις ἂν διὰ τί οὐκ εἴρηται, τὰ μὲν ἀκάθαρτα δύο δύο, τὰ δὲ καθαρὰ ἑπτὰ ἑπτά· ἀλλὰ σεσιώπηκε τὰ καθαρά. Ὅρα δὲ μὴ ἀπολογία ἐστὶν ἐν τῷ, ἀπὸ πάσης σαρκὸς, ἀκαθάρτων μόνον δηλουμένων ἐν τῷ, ἀπὸ πάσης σαρκός.

Κοὶ εὐλόγησεν ὁ Θεὸς τὸν Νῶε, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἷπεν αὐτοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν. Ὁ Νῶε πῶς ηὕξήκει 57), καὶ ἐπλήθυνε, μήπω γεννήσας μετὰ κατακλυσμόν; μήποτε οὖν οὐ δεῖ σωματικῶς ἀκούειν τὸ, Αὐξάνεσθε καὶ πληθύνεσθε. Εἰ δὲ ἐνθάδε οὐ σωματικῶς διὰ τὸν Νῶε, δῆλον, ὅτι κατὰ βούλημα τοῦ πνευματικοῦ νόμου καὶ ἐν τῇ ἀρχῇ οὕτως.

[*](2 Gen. VI, 11, 12. 3 Rom. VIII. 7.⁴ ibid., 8. ⁵ Gen. VI, 19. Gen. VIII, 16. 7 Gen. VII, 2. 8 Rom. II, 14. 9 Gen. VII, 6. ibid., 15. 11 Gen. IX, 1.)[*]((52) Ἀδικία μέν, etc. Desumptum est e catena Romana.)[*]((53) Ἐπεὶ καθαρσύς, etc. Orig. tribuit catena Ram. in sch. Combef.)[*]((54) Ζδητήσειέ τις ἃν, etc. Eidem tribuit catena Roumuana.)
108

Καὶ ό τρόμος κοὶ ό φόδος ὑμων· ἔσται ἐπὶ πᾶσν τοῖς θηρίοις τῆς γῆς· καὶ τὰ ἐξῆς. Βιάζεται μέν τις (58) κατὰ τὸ ῥητὸν φάσκων, πᾶν ζῶον φοβεῖσθαε βλέπον τὸν ἄνθρωπον, καὶ αὐτὰ τὰ ἐν ἐρημίαις θηρία. Μήποτε δὲ βέλτιον νοεῖν τὰς πονηρὰς δυνάμεις, τα ἄγρια θηρία τῆς γῆς, καὶ τὰ λοιπὰ εἴδη ἕτερα. πάσχειν ἀπὸ τοῦ δικαίου τὸν φόβον, καὶ τὸν τρόμον εἷναι ἐπὶ τοῖς τοιούτοις. Αἱ γὰρ πονηραὶ δυνάμεις φοβοῦνται τὸν δίκαιον.

Πλὴν ἐν αἴματι ψυχῆς οὐ φάγεσθε· παὶ γὰρ το ώμέτερον αἶμα τῶν ψυχῶν ὑμῶν ἐκζητήσω. Ἐκ χειρὸς πάντων τῶν· θηρίων ἐκδητήσω αὐτό. Ἀπεμφαίνοντος (59) τοῦ ῥητοῦ, λεκτέον, ὅτι θηρία δυνάμεις ἀντικείμεναί εἰσι, τῷ ἀμμαρτάσουσαν τὴν ψυχὴν ἀποθνήσκιν, ἀφʼ ὦν τῆς χειρὸς ἐκζητηθήσεται ὁ θάνατος τοῦ ἡμαρτηκότος. Δυνατὸν δὲ καὶ ἐπὶ. τῶν κτηνῶν αὐτὸ ἐκλαβεῖν, ἀφʼ ὧν τὸν κερατιστὴν ταῦρον λιθοβολεῖσθαι προσέταξεν.

Ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον. Ὁ Θεὸς λέγει (60) Ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄν θρωπον· εἰκὼν δὲ τοῦ Θεοῦ τοῦ ἀοράτου ὁ Σωτήρ. Θεὸς ἄρα καὶ κατὰ τὴν Γραφὴν ὁ Σωτήρ.

Ἡσαν δὲ οἱ υθοὶ Νῶε, οἱ ἐξελθ όντες ἐκ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰίχεῦ. Χὸμ δέ ἦν πατὴρ Χαναάν. Τί δήποτε, εἰποῦσα (61) ἡ ῥαφὴ, Καὶ ἦσαν οἱ υὶοὶ Νῶε ἐξερχόμενοι ἀπὸ τῆς αβωτοῦ, Σὴρ, Χἀμ. Τάφεθ, προσέθηκε· Καὶ Χὰμ οὖτος πατὴρ Χανναάν; Εἰ γὰρ ἐχρῆν μνημονεῦσαι τῶν υἱῶν, ἔδει πάντων, καὶ μὴ μόνου Χαναὰν· ὁ Χαναὰν καὶ αὐτὸς ἀσεβὴς ἐγένετο, ὡς ἡ ἱστορία δηλοῖ. Βουλόμενον οὖν τὸ πνεῦμα δεῖξαι τὴν οἰκειότητα τοῦ πατρὸς πρὸς τὸν υἱὸν, τρόπον τινὰ ἀπαλλοτριοῖ τῆς τῶν ἀδελφῶν εὐσεβείας προσθήκῃ τοῦ, Χὰμ ἦν πατὴρ Χαναάν. Υἱοὶ μὲν γὰρ πάντες τοῦ Νῶε τῷ γένει· μόνος δὲ οὗτος οὐχ υἱὸς τῷ τρόπῳ, ἀλλὰ τοῦ ὁμοίου παιδὸς πατήρ. Διόπερ ἐμφαντικῶς κεῖται, Αὐτὸς πατὴρ Χαναὰν. Ἔφερε δὲ ὁ Ἑβραῖος ὁ ταῦτα εἰπὼν καὶ παράδοσιν τοιαύτην, ἐπενεγκὼν ἀπόδειξιν τῇ παραδόσει· Ὡς ἄρα ὁ Χαναὰν πρότερος εἶδε τὴν ἀσχημοσύνην τοῦ πάππου, καὶ ἀνήγγειλεν αὐτοῦ τῷ πατρὶ μόνῳ καταμωκώμενος ὥσπερ τοῦ γέροντος. Ὁ δὲ Χὰμ, δέον ὁμοίως τοῖς ἀδελφοῖς μὴ προσελθεῖν τῷ πατρὶ ἀσεβῶς, ἀλλὰ καὶ ἐπιπλῆξαι τῷ πρώτῳ θεασαμένῳ καὶ διαβάλλοντι, αὐτὸς δὲ καὶ πέπεισται, καὶ εἰσῆλθε, καὶ εἶδε, καὶ ἀνήνεγκε τοῖς ἀδελφοῖς. Καὶ ταῦτα δὲ δοκεῖ μῦθος εἶναι, εἰ μὴ τὸ τῆς ἀποδείξεως ἦν ἰσχυρόν· Καὶ ἐξπνίσθη γὰρ. φησὶ, Νῶε ἐκ τοῦ σπνου αὐτοῦ, καὶ ἔγνω ὄκα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Μικρότερος μὲν γὰρ υἱὸς αὐτοῦ ὁ Χὰμ οὐκ ἦν, ἀλλὰ δεύτερος. Σήμ γὰρ, φησὶ, καὲ Χὰμ, καὶ Ἰάφεθ. καὶ εἰ τὸν μικρὸν ἤθελε δεῖξαι, τὸν Ἰάφεθ ἂν ἔλεγεν. Ἐπειδὴ δὲ τοὺς ἐκγόνους υἱοὺς ἀεὶ λέγουσιν οἱ πάπποι, καὶ τοὺς μακρόθεν ἀπογόνους. [*](13 Gen.IX, 6. 16 ibid., 1. 17 Ibid., 24.) [*](Romana, aliæ vero ἀδέσποτον habent.) [*]((61) Τί δήποτε εἰποῦσα, etc. Exstat hoc fragmentum et apud Theodoretum quæst. 57 in Genes. et in schedis Combefisiauis.)

109
τὸν βραχύτατον τῶν ἐκγόνων τὸν Χαναὰν εἴρηκεν ἡ Γραφὴ ἐγνῶσθαι παρὰ τοῦ Νῶε, ὅτι αὐτὸς ἐποίησε ταῦτα. Καὶ ὅτι τοῦτο οὕτως ἔχει, εὐθὺς ἐπάγει τὸ θεῖον λόγιον, καὶ εἶπεν· Ἐπικατάριτοϲ Χαναὰν, δόλος δούλων ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. Εἰ δέ τις θαυμάζοι, τί δήποτε ὁ Χὰμ, καὶ. αὐτὸς ἀσεβὴς ὧν, τὴν αὐτὴν κατάραν οὐκ ἔσχε τῷ υἱῷ, ἐπιγνώτω ὡς, εἰ ἦν λελεγμένον τῷ Χὰμ, δοῦλος δούλων ἔσται, τῆς δουλείας μετέσχον ἂν καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ὡς οἱ τοῦ Χαναὰν ἀδελφοὶ δοῦλοι ἐγένοντο κατὰ τὴν κατάραν, ὧν δοῦλος ἀπεφάνθη Χαναάν.

Οὐκ ἀποθανεῖται πᾶσα σὰρ ἔτι. Ὑπισχνεῖται μηκέτι (62) τὸν οἰκουμενικὸν ποιήσειν κατακλυσμὸν, ἐὰν ᾖ ἡ διάνοια τῶν ἀνθρώπων ἐκ νεότητος ἐγκειμένη ἐπὶ τὰ πονηρὰ, οὐκέτι οὕτως ἔχει πάσας τὰς ἡμέρας, ὥσπερ πρὸ τοῦ κατακλυσμοῦ. Νέμει γὰρ βραχεῖάν τινα συγγνώμην τοῖς νέοις διὰ τὸ τῆς ἡλικίας εὐόλισθον. Διόπερ, Οὐ μὴ προσθῶ, φησὶν, ἔτι παταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων· ὅτι ἔγκειται ὁ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος· τουτέστι, Προοἴδα, ὅτι ἡ νεότης τοῖς ἐσομένοις εὐόλισθος ἔσται. Μὴ τοίνυν δείσητε. Διὰ τοῦτο γὰρ οὐκέτι ἐπάξω ὑμῖν ἀφανισμὸν παντελῆ.

Καὶ ξρξατο Νῶε ἄνδρωπος γεωργός γῆς, καὶ ἐφθτευσεν ἀμπτελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμρνώθη ἐν τῷ οἴκῳ σὐτοῦ. Οὐκ ῇδεῖ Νῶε (63) τὴν τοῦ οἴνου φύσιν, ὅτι μεθύσκει· καὶ τοῦτο μαρτυρεῖ ἡ Γραφὴ λέγουσα τὸ, ἥρξατο, κοὶ ἐγυμνώθη.

Τοῦ αὐτοῦ. Οἶνος γήῖνος γυμνοῖ τὸν νοῦν τῆς τῶν τοητῶν γνώσεως.

Τοῦ αὐτοῦ. Τοιοῦτος ἦν ὁ καρπὸς τοῦ ξύλου τοῦ γνωστοῦ καλοῦ καὶ πονηροῦ, οῆος ὁ οἶνος, ὁ τὸν Nῶε γυμνώσας.

Τοῦ αὐτοῦ. Εἰ καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ὁ Νῶε, ἀλλʼ ἐν τῷ οἴκῳ αὐτοῦ· ἁγίου γὰρ τὸ μὴ ἔξω τοῦ σἴκου αὐτοῦ γυμνοῦσθαι.

Οὖτος ἦν γέγας κυνηγὸς ἐναντίον Κυρίου τοῦ Θεοῦ. Ὁ κυνηγὸς (64) οὐκ ἐπὶ δικαίων κεῖται νῦν· καὶ τήρει μήποτε οὐδὲ ἄλλοτε.

Χαά ἦν πᾶσα ἡ γῆ χεῖλος ἔν, καὶ φωνὴ μία πᾶσι. Τοῖς μὴ νοοῦσι (65) τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἔν ἐσ μεν, καὶ διὰ τοῦτο ἀρνουμένοις ὑπόστασιν ἰδίαν Υίοῦ, προσοίσομεν τὸ, Ἧν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ σωνὴ μία πᾶσι. Ζητοῦντες δὲ διαφορὰν χείλους [*](18 Gen. IX, 25. 19 ibid., 11. 20 Gen. VIII, 21. 24 Joan. X, 30.) [*]((62) Υτισχνεῖται μηκέτι, etc. Ηunc locum pleræqu catenæ Diodoro trihuunt, at dun codd. Rcgii, ἰστέον, inquiunt, ὅτι τοῦτο πρῶτος εἴρηκεν Ὠριγένης.) [*]((63) Οὐκ ᾔδει Νῶε, etc. In schedis Comhefisii hoe et tria sequentia fragmenta Origeni tribuit calena Romana, aliæ ἀδέσποτα habent.) [*]((64) Ὁ κυνηγός, etc. Hoc scholion Origeni asseril catena Romana.) [*]((65) Τοῖς μὴ νοσῦσι, cte. Exscripsimus hoc fragmuentum e schedis Combefisii. Simile vero quidpiam)

112
καὶ φωνῆς, φήσομεν τὴν μὲν φωνὴν ἐπὶ τῆς διαλέκτου τάσσεσθαι, τάχα δὲ τὸ χεῖλος ἐπὶ τῆς διανοίας· ἢ τὸ ἔμπαλιν.

Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶσσαν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φσωνῆς τοῦ πλησίον. Γνώρισμα κακίας (66 ) τὸ συγχυθῆναι τὰς γλώσσας· γνώρισμα ἀρετῆς, ὅτε ἦν πάντων τῶν πιστευόντων καρδία, καὶ ψυχὴ μία. Καὶ οὕτω τηρῶν τὴν Γραφὴν εὑρήσεις, ὅτι ὅπου πλῆθος ἀριθμοῦ, ὅπου σχίσμα. ὅπου διαίρεσις, καὶ διαφωνία, καὶ ὅσα τοιαῦτα, κακίας ἐστὶ γνωρίσματα· ὅπου δὲ ἑνότης, καὶ ὁμόνοια, καὶ πολλὴ δύναμις ἐν λόγοις, ἀρετῆς γνωρίσματα.

Καὶ ἔξησε Θάῤῥα ἐβδομήκοντα ἔτη, κοὶ ἐγέννησε τὸν Ἀβρὰμ, καὶ τὸν Ναχὼρ, καὶ τὸν Ἀῤῥάμ. Τὸν πατέρα (67) τοῦ ἑορτάζοντος ἔθνους τὴν ἑβδομάδα ἐγέννησεν ὁ Θάῤῥα γενόμενος ἐβδομηκονταέτης. Ἐφίστημι δὲ μήπως τοὺς τρεῖς τριδύμους ἐγέννησεν. Ἁλλως γὰρ, ἐβδομηκονταέτης ὢν, οὐ δύναιτʼ ἂν τῶν τριῶν ἐκ μιᾶς γενέσθαι πατήρ. Ἀλλὰ καὶ οὐ δηλοῦνται πλείους αὐτοῦ γυναῖκες.