Selecta in Genesim

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ εἶπεν ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ᾿ ὁμοιότητα. Οὐ παραπεμπτέον (28) ὅτι σολοικισμὸς ἂν δόξειεν εἶναι κατὰ τὴν φράσιν τὸ, Εἶπεν ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ’ ὁμοιότητα· οὐ γὰρ ἂν εὐχερῶς ἐφαρμόσαι τὸ σπεῖρον τῷ βοτάνην χόρτον. Πῶς δὲ καὶ χωρὶς σολοικισμοῦ νοεῖσθαι δύναται, τῶν πλείστων ὑποληψομένων τὸ σπεῖρον πρὸς τὸ βοτάνην χόρτου λέγεσθαι; Ἔστι δὲ, ὑποδιαστολῇ χρησάμενον μέσης στιγμῆς, οὕτως ἀναγνῶναι· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· καὶ διαστήσαντα ἐπενεγκεῖτ [*](tera Regia habet ut Theodoreti. Origenis tamen esse vix dubitarim quippe quod Procopius excripserit in hunc Genescos locum.)

93
τὺ, σπεῖρον σπέρμα κατὰ γένος· ἵνʼ ᾖ, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, κατὰ γένος σπεῖρον σπέρμα· ἐπιφερομένου ἐπὶ τὸ γένος τοῦ σπεῖρον σπέρμα.

Aὐξάνεσθε καὶ πληθόνεσθε. Σημαίνει (29) ἡ μὲν αὔξησις τὴν εἰς μέγεθος ἐπίδοσιν, τὸ δὲ πληθύνεσθαι τὴν ἐκ τῆς μίξεως εἰς πλῆθος διαδοχήν.

Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατʼ εἰκόνα ἡμετέραν καὶ καθʼ όμοίωσιν. Προδιαληπτέον (30) πρότερον, ποῦ συνίσταται τὸ κατʼ εἰκόνα, ἐν σώματι ἢ ἐν ψυχῇ. Ἴδωμεν δὲ πρότερον οἶς χρῶνται οἱ τὸ πρῶτον λέγοντες· ὧν ἐστι καὶ Μελίτων (31) συγγράμματα καταλελοιπὼς περὶ τοῦ ἐνσώματον εἶναι τὸν Θεόν. Μέλη γὰρ Θεοῦ ὀνομαζόμενα εὑρίσκοντες, ὀφθαλμοὺς Θεοῦ ἐπιβλέποντας τὴν οἰκουμένην, καὶ ὦτα αὐποῦ εἶναι εἰς δέησιν δικαίων ἐπινενευκότα, καὶ, Ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας· καὶ, Τὸ στόμα Κυρίου ἐλάλησε ταῦτα, καὶ βραχίονα Θεοῦ, καὶ χεῖρας, καὶ πόδας, καὶ δακτύλους, ἄντικρυς φάσκουσι ταῦτα οὐχ ἕτερόν τι διδάσκειν ἢ τὴν μορφὴν τοῦ Θεῦ. Πῶς δὲ, φασὶ, καὶ ὥφθη ὁ Θεὸς τῷ Ἀβραὰμ, καὶ Μωσῇ, καὶ τοῖς ἀγίοις, μὴ μεμορφωμένος; μεμορφωμένος δὲ, κατὰ ποῖον χαρακτῆρα ἢ τὸν ἀνθρώπινον; καὶ συνάγουσι μυρία ῥητὰ μέλη ὀνομάζοντα Θεοῦ. Πρὸς οὓς ἀγωνιστέον πρῶτον ἀπὸ τῆς λέξεως· ἀντιπαραβαλοῦμεν δὲ ῥητὰ τοῖς πλέον τοῦ γράμματος μηδὲν ἐπισταμένοις, ἐναντιούμενα αὐτῶν τῇ ὑπολήψει· ἐκ μὲν τοῦ Ζαχαρίου, ὅτι Ἑπτὰ ὀρθαλμοὶ Κυρίου οἱ ἐπιβλέποντεϲ ἑαὶ πᾶσαν τὴν γῆν. Εἰ δὲ ἑπτὰ ἔχει ὀφθαλμοὺς ὁ Θεὸς, ἡμεῖς δὲ δύο, οὐ κατʼ εἰκόνα αὐτοῦ γεγόναμεν. Ἀλλὰ καὶ ἡμεῖς μὲν οὐκ ἐπτερυγώμεθα, περὶ δὲ Θεοῦ λέγει ἐν ἐνενηκοστῷ ψαλμῷ, ὅτι ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς. Εἰ δὲ ἐκεῖνος μὲν πτέρυγας ἔχει, ἡμεῖς δέ ἐσμεν ζῶον ἄπτερον, οὐ κατʼ εἰκόνα Θεοῦ γέγονεν ὁ ἄνθρωπος. Πῶς δὲ ὁ σφαιροειδὴς οὐρανὸς καὶ ἀεὶ κινούμενος θρόνος εἶναι δύναται, ὡς ὑπολαμβάνουσι, τοῦ Θεοῦ; Ἀλλὰ καὶ ἡ γῆ πῶς ὑποπόδιον τῶν ποδῶν αὐτοῦ; Ἀπαγγελλέτωσαν ἡμῖν. Ἆρα γὰρ τὸ ἀπὸ γονάτων μέχρι τῶν βάσεων σῶμα τοῦ μεταξὺ οὐρανοῦ καὶ γῆς περιέχοντος, ἐν μέσῳ δὲ οὕσης τῆς γῆς τοῦ παντὸς κόσμου, καὶ περιεχομένης ὑπʼ αὐτοῦ, ὡς γραμμικαῖς ἀποδείξεσι παρίσταται, παρʼ ἡμῖν εἰσιν αἱ βάσεις τοῦ Θεοῦ ἢ παρὰ τοῖς ἀντίχθοσι; Καὶ ὅλην τὴν οἰκουμένην ἡμῶν πεπληρώκασιν, ἢ καὶ πλέον τι ἐπιλαμβάνουσιν, ἢ ἔλαττόν τι; Διεστήκασιν οἱ πόδες αὐτοῦ διὰ τὰς θαλάσσας καὶ τοὺς ποταμοὺς, ἢ καὶ τοῖς ὕδασιν ἐπιβαίνουσι; Πῶς δὲ οὗ ὁ τηλικοῦτος οὐρανὸς θρόνος, καὶ ἡ γῆ ὑπο [*](59 Gen. I. 22. 60 Gen. I, 26. 61 Psal. c, 62. 62 Psal. XXXIII, 16. 62 Gen. VIII, 2I, 64 Isa. I, 20. 65 Ζach. IV, 10. Psal. XC, 4.) [*]((29) Σημανει, etc. Exstat hoc scholion in iisdem schedis Comubelisianis exscriptum e Catena ms. Monspeliensi.) [*]((30) Προδιαληπτέον, etc. Integrum hocce fragmentum habetur apud Theodoretum quæst. 20 i Genes., et Origeni etiam tribuunt schedæ Combefisianæ.) [*]((31) Μεαλίτων, etc. Hinc certo discere est quodnam fuerit argumentum operis cui Melito titulum fecerat Περὶ ἐνσωμάτου Θεοῦ, ut legitur apud Eusebium lib. IV Hist. eccl., eap. 26, et apud Hierokymum Vir. ittustr., cap. 24. Certe Origenes Meli)

96
πόδιιον τῶν ποδῶν, ἐν μόνῳ τῷ παραδείσῳ εὐρίσκεται περιπατῶν, ἢ ἐν τῇ κορυφῇ τοῦ Σινᾶ φαίνεται τῷ Μωσῇ; Καὶ πῶς ταῦτά τις περὶ Θεοῦ δοξάζων οὐ μωρὸς λεχθήσεται;

ἷτα πολλὰ πρὸς ἀνατροπὴν εἰπὼν τῆς τοαύτης δόξης ἐπάγει.

Ὁ δὲ φάσκων τὸ κατʼ εἰκθ΄να (32) μὴ ἐν σώματι εἶναι, ἐν δὲ τῇ λογικῇ ψυχῇ, παραστήσει οὐκ εὐκαταφρόνητον δόγμα, καταλαβὼν τίνες δυνάμεις εἰσὶν αὐτῆς. Ἡ γὰρ γνωστικὴ δύναμις ἡ ἐν τῷ ἀνθρώπῳ, κριτική τε καὶ εὐποιητικὴ, δικαιοπρακτική τε καὶ ἐῤῥωμένη (33), καὶ ἀπαξαπλῶς παντὸς καλοῦ ἐπιτελεστικὴ, κατʼ εἰκόνα ὑπὸ τοῦ Θεοῦ γεγόνασιν αὐτῷ. Ὁτι δὲ τὸ κατʼ εἰκόνα αἱ πράξεις χαρακτηρίζουσι, καὶ οὐχὶ ἡ τοῦ σώματος μορφὴ, σαφῶς ὁ Ἀπόστολος Β ἐν τῇ πρὸς Κορινθίους φησί· Καθὼς ἐφορέσαμεν τὴν είκόνα τοῦ χοῖκοῦ, οὕτως φορέσωμεν κιά τὴν εἰκόνα τοῦ ἐποτρανίου. Εἰκόνα μὲν γὰρ φορεῖ χοῖκὴν ὁ κατὰ σάρκα ζῶν, καὶ ποιῶν τὰ ἔργα τῆς σαρκός· εἰκόνα δὲ τοῦ ἐπουρανίου ὁ τῷ πνεύματι τὰς πράξεις τῆς σαρκὸς θανατῶν. Καὶ ἐν ἑτέρᾳ δὲ ἐπιστολῇ διδάσκων ὡς δεῖ βιοῦν, ἐπιφέρει ταῖς ἐντολαῖς τὸ, Ἴνα γένησθε κατʼ εἰκόνα τοῦ κείσαντος. Κύριος μακρόθυμος, καὶ ὁ μακρόθυμος ἄνθρωπος ἔχτι τὸ κατʼ εἰκόνα Θεοῦ. Δίκαιος καὶ ὅσιος ὁ Κύριος, καὶ οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος. Οὐκοῦν ὁ ἀγαπῶν δικαιοσύνην καὶ ὁσιότητα, καὶ πράττων καὶ τηρῶν τὴν ἐντολὴν τοῦ Σωτῆρος τὴν, Γίνεσθε οἰκτίρμονες, ὡς καὶ ὁ Πατὴρ ὑμῶν οἰκτίρμων ἐστὶ, καὶ, Γίεσθε τέλειοι, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράτνιος τέλειός ἐστιν, εἰκὼν γίνεται κατὰ πάντα τοῦ Θεοῦ.

Καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καῖ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν ἐῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Τηρητέον (34) δὲ, ὅτι ἐν τῷ καταλόγῳ τῆς τῶν ξώων δημιουργίας, ἄλλα τὰ κήτη, καὶ ἅλλα ἑρπετὰ ψυχῶν· καὶ ὡς ἄρχειν νῦν τῶν ἰχθύων τῆς θαλάσσης ὁ ἄνθρωπος λέγεται, σεσιώπηται δὲ τὸ τῶν κητῶν γένος καὶ τὸ τῶν θηρίων. Οὐ γὰρ μάτην δεῖ νομίζειν μὴ προστίθεσθαι καὶ ταῦτα, δυναμένου ἀναγεγράφθαι· Καὶ ἀρχέτωσαν τῶν ἰχθύων, καὶ τῶν κητῶν τῆς θαλάσσης, καὶ τῶν θηρίων τῆς γῆς, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν κτηνῶν. Καὶ D ἐπίστησον, εἰ δυνατὸν διὰ τὸ σεσιωπῆσθαι , μὴ πάντα τὰ ζῶα διὰ τὸν ἄνθρωπον γεγονέναι, ἀλλὰ ταῦτα , ὧν ἄρχειν λέγεται, ἰχθύας θαλάσσης, καὶ πετεινὰ οὐρανοῦ, καὶ κτήνη τῆς γῆς, τάχα δὲ καὶ τὰ ἑρπετὰ τῆς γῆς, διὰ τὰς ἀναγκαιοτάτας τῶν φαρμάκων χρείας ἀπʼ αὐτῶν τελουμένας· οὐ μέντοι διὰ τὸν ἄνθρωπον ταῦτα ἐγεγόνει τὰ κήτη τὰ μεγάλα καὶ τὰ θηρία τῆς γῆς. Ἧ γὰρ ἂν προσετέθη τῇ δεδομένῃ ἐξουσίᾳ τῶν ἀνθρώπων καὶ ἡ τούτων ὀνομασία. Οὐχ εὑρίσκομεν δὲ ἐν τῇ Γραφῇ τὸ τῶν ὄφεων γένος ἐν ἑρπετοῖς τεταγμένον, ἀλλʼ ἐν θηρίοις. Ὁ [*](70 Matth. v, 48. Gen.I, 28. Gen. III, 2.) [*](ἐρωμένη, quod non videtur necessarium.) [*]((34) Τηρητέον δέ, ete. Exhibent hoc fragmentum schedre Comubel.)

97
γὺρ ὄφις, σκέλη ἀνώτερον τῶν ποδῶν αὐτοῦ, πηδᾷν ἐν αὐτοῖς ἐπὶ τῆς γῆς· καὶ ταῦτα φάγεσθε ἀπʼ αὐτῶν, τὸν βροῦχον καὶ τὰ ὅμοια αὐτῷ, καὶ τὴν άκρέδα κοὶ τὰ ὅμοια αὐτῇ, καὶ ἀττάκην καὶ τὰ δμοια αὐτῷ, καὶ τὸν ὀφιομάχην καὶ τὰ ὅμοια αὐτῶ καὶ πᾶν ἑρπετὸν ἀπὸ τῶν πετεινῶν οἶς εἰσι εἰσι τέσσαρες πόδες, βδέλυγμα ὑμῖν ἐστι, καὶ ἐν τσύτοις μιανθήσεσθε. Οὐκ ἄρχει τοίνυν ἄνθρωπος οὕτε τῶν κητῶν τῶν μεγάλων οὕτε τῶν θηρίων, τάχα τὴν ἀρχὴν οὕτε διʼ αὐτὸν γεγενημένων. Τὸ δὲ ὅμμσιον τοῖς ἐνθάδε ἀναγεγραμμένοις ὑπὸ τὴν ἐξουσέαν τοῦ ἀνθρώπου ἐν τῷ ηʼ ψαλμῷ λέγεται· Πάντα ὑσπέταξας ὑποκάτω ποδῶν αὐτοῦ, πρόβατα καὶ βόλες ἁπάσας, ἔτι δέ καὶ τὰ κτήνη τοῦ πεδίου· τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ τοὺς ἰχθύας τῆς θα- λάσσης, τὰ δαπορευόμενα τρίβους θαλασσῶν. Κἀνταῦθα γὰρ τὰ κήτη καὶ τὰ θηρία σεσιώπηται.

Καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἔκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησεν. Ἤδη τινὲς (35) ἄτοπον ὑπολαμβάνοντες τὸν Θεὸν δίκην οἰκοδόμου μὴ διαρκέσαντος χωρὶς ἡμερῶν πλειόνων πληρῶσαι τὴν οἰκοδομὴν, ἐν πλείοσιν ἡμέραις τετελεκέναι τὸν κόσμον, φασὶν ὑφʼ ἓν πάντα γεγονέναι, καὶ ἐντεῦθεν τοῦτο κατασκευάζουσιν· ἕνεκεν δὲ τάξεως οἴονται τὸν κατάλογον τῶν ἡμερῶν εἰρῆσθαι καὶ τῶν ἐν αὐταῖς γενομένων. Πιθανῶς δʼ ἂν πρὸς τοῦτο κατασκευαζομένῳ χρήσαιντο ῥητῷ, τῷ· Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.

Αῦτη ἢ βιβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο· ᾖ ἡμέρᾳ ὅτε ἐποίησε Κύριος ό Θεός τὸν οὐρανὸν καὶ τὴν γῆν. Τὸ, βέβλος (36), ἐν τῷ τόπῳ τούτῳ καθόλου οὐ κεῖται παρʼ Ἑβραίοις· ἀλλʼ ἔστι πλάνη Ἑβραίου γραφέως, πλανηθέντος ἐν τῇ πλάνῃ ἐκείνου, ἐν ᾦ κεῖται παρὰ μὲν Ἀκύλᾳ· Τοῦτο βιλέον γοινημάτων Ἀδάμ· παρὰ δὲ τοῖς Ο΄· Αὕτη ἠ βέβλος γενέσεως ἀνδρώπων. ᾿ῼήθη γὰρ καὶ ἐν τούτῳ τῷ τόπῳ βιβλίον παραλελεῖφθαι, καὶ οὕτως αὐτὸ προσέθηκε.

Καὶ ἐρφύτευσεν ὁ Θεὸς παράδεισον ἐν Ἐδέμ αετὰ ἀνατολὰς, καὶ ἔθτο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε. Καὶ ἐξανέτειλεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς [*](73 Αct. XXVIII, 4. 74 Levit. XI, 21 seqq. 4. 79 ibid., 8 et 9.) [*]((35) Ἤδη τανές, etc. Origenis esse hoc fragmentum, quod ei etiam lribuunt schedæ Combefisianæ, suadent ea quæ ipse habet lib. IV De principiis: Τίς γοῦν νοῦν ἔχων οἰήσεται πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν, ἑσπέραν τε καὶ πρωἶαν χωρὶς ἡλίου γεγονέναι, καὶ σελήνης καὶ ἄστρων, τὴν δὲ οἱονεὶ πρώτην καὶ χωρὶς οὐρανοῦ; Quis igitur sanus existrmabit primam et secundam et tertiam diem, et uesperam et mane sine sole, luna, et astris, et primam illam sine cælo fuisse ? Et quæ habet libro sexio contra Celsum, num. 60 Vide locum. Cæte)

100
βρῶσιν. Ὅταν ἀναγινώσκοντες (37) ἀναβαίνωμεν ἀπὸ τῶν μύθων καὶ τῆς κατὰ τὸ γράμμα ἐκδοχῆς. ζητῶμεν τίνα τὰ ξύλα ἐστὶν ἐκεῖνα, ἂ ὁ Θεὸς γεωργεῖ· λέγομεν, ὅτι οὐκ ἔνι αἰσθητὰ ξύλα ἐν τῷ τόπῳ.

Τοῦ αὐτοῦ. Τέθειται ἐν τῇ ἑρμηνείᾳ (38), κῆπον ἐν Ἐδέμ, αὐτῇ χρησαμένῳ τῇ Ἐβραῖκῇ λέξει. Ἔστι μὲν οὗν ἑρμηνεία τοῦ Ἐδὲμ κυρίως ἡδύ. Οὐκοῦν παραδεδώκασιν Ἑβραῖοι, ὅτι ὁ τόπος ἐν ᾧ ἐφύτευσεν τὸν παράδεισον ἢ τὸν κῆπον Κύριος, ὁ Θεὸς, Ἐδὲμ καλεῖται· καὶ φασὶν αὐτὸν μέσον εἶναι τοῦ κόσμου, ὡς κόρην ὀφθαλμοῦ· διὸ καὶ τὸν ποταμὸν τὸν Φεισων, ἑρμηνεύεσθαι στόμα κόρης, ὡς ἐκ τοῦ Ἐδὲμ ἐκπορευομένου τοῦ ποταμοῦ τοῦ πρώτου. Ὅ δὲ παραδιδόασιν, τοιοῦτόν ἐστιν· Ἐδὲμ, ὃς ἑρμηνεύεται ἡδὺ, ἦν πρὶν τὸν κῆπον γενέσθαι· ἐν αὐτῷ γὰρ καὶ ὁ κῆπος ἐφυτεύθη.

Τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν. Ὅτε ἀλλοιοῦται (39) ὑπὸ τῆς ἀρετῆς ἡμῶν τὸ στόμα, καὶ κυριεύει ἡ ψυχὴ καλὰ νοήματα, τότε τρέφει καλὰ δόγματα· ἅπερ αἰνιττόμενος ὁ λόγος εἶπεν, χρυσίον καλόν. Καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ, Γεών· οὗτος κυκλῶν πᾶσαν τὴν γῆν Αἰθοπίας. Αἰθιοπίας (40), ἥτις ἐστὶ Ἐβραῖστὶ Χοῦς· σημαίνει καὶ σκότωσιν. Ἀπὸ οὖν τῆς Αἰθιοπίας, τουτέστιν ἀπὸ τοῦ Χοῦς, διὰ τὸ σκοτῶδες τῆς χροίας,· ἧς ἔσχε παρὰ τοὺς λοιποὺς ἀδελφούς.

Καὶ ἔθτο αὐτὸν ἐν τῷ παραδείσῳ. Οἱ ἀναγεννώμενοι (41) διὰ τοῦ θείου βαπτίσματος ἐν τῷ παραδείσῳ τίθενται, τουτέστιν ἐν τῇ Ἐκκλησίᾳ, ἐργάζεσθαι τὰ ἔνδον ὄντα ἔργα πνευματικά· καὶ ἐντολὴν λαμβάνουσι πάντας ἀγαπᾷν τοὺς ἀδελφοὺς, καὶ τὸν ἐρχόμενον καρπὸν διʼ ὑπομονῆς ἐσθίειν, κατὰ τὸ εἰρημένον· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ. Παραβαίνει δέ τις τὴν ἐντολὴν τοῦ ἀναγεννήσαντος ὁ τοῖς ὄφεως λογισμοῖς χρησάμενος. καὶ ἀγαπῶν τοὺς μὲν ὡς χρηστοὺς, τοὺς δὲ ὡς πονηροὺς μισῶν· ὅπερ ἐστὶ τὸ ξύλον τοῦ γινώσκειν καλόν· οὗ ὁ ἀπογευσάμενος κατʼ ἄδειαν ἀποθνήσκει· οὐχὶ τοῦ Θεοῦ τὸν θάνατον ποιήσαντος, ἀλλὰ τοῦ ἀνθρώπου τὸν πλησίον μισήσαντος. Θεὸς γὰρ θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπʼ ἀπτωλείᾳ ζώντων· οὕτε κινεῖται πάθει ὀργῆς, οὐδὲ ἐπινοτῖ πρᾶγμα εἰς ἄμυναν, οὐδὲ ἀλλοιοῦται πρὸς τὴν ἑκάστου ἀξίαν ἔξιν, ἀλλὰ πάντα ἐν σοφίᾳ ἐποίησιν, ὑπὸ νόμῳ πνευματικῷ κρίνεσθαι προορίσας. Διὰ τοῦτο οὖν λέγει τῷ Ἀδάμ· Ἧ δʼ ἂν ἡμέρᾳ σάγητε, θανάτῳ ἀπολανεῖσθε. Καὶ οὕτω δὲ ἑκάστῳ τῷ πράγματι καλοῦ τε καὶ κακοῦ φυσικῶς ἐπακολουθεῖν τὸ δέον ἀπένειμεν· καὶ οὐκ ἐπινοητικῶς, ὥς τινες νομίζουσιν, οἱ τὸν πνευματικὸν ἀγνοοῦντες νόμον.

[*](80 Gen. ii, 8, 9. 81 ibid. 12. 82 ibid., 13. 83 ibid., 16, 17. 84 ibid. 85 Sap. i, 13. 86 Gen. II, 17. aperit Huetius Origenianorum lib. ii, quæst. 12, num. 7.)[*]((38) Τέθειται ἐν τῇ ἐρμηνείᾳ, etc. Exhibent hunc locum schedæ Combelisianæ in quibus descriptus dicitur e catena Monspel.)[*]((39) Ὅτε ἀλλοιοῦται, etc. Ex eadem catena.)[*]((40) Αἰλιοπίας, etc. Ex eadem.)[*]((41) Οἱ ἀναγεννώμενοι, etc. Exstat in schedis Combefisianis.)
101

Καὶ ἐκοίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῆ γντιικὶ αὐτοῦ γιτῶναϲ δερματίνοιϲ, καὶ ἐνέδυσεν αὐτούς. Τί δεῖ νοεῖν (42) τοὺς δερματίνους χιτῶνας; Σφόδρα μὲν οὗν ἠλίθιον καὶ γραῶδες, καὶ ἀνάξιον τοῦ Θεοῦ, τὸ οἴεσθαι ζώων τινῶν περιελόντα δέρματα τὸν Θεὸν, ἀναιρεθέντων, ἢ ἄλλως πως ἀποθανόντων, πεποιηκέναι σχήματα χιτώνων, καταῤῥάψαντα δέρματα δίκην σκυτοτόμου. Πάλιν τε, φυγόντα τὸ οὕτως ἄτοπον, λέγειν τοὺς δερματίνους χιτῶνας οὐκ ἄλλους εἶναι ἢ τὰ σώματα πιθανὸν μὲν, καὶ εἰς συγκατάθεσιν ἐπισπάσασθαι δυνάμενον, οὐ μὴν σαφὲς ὡς ἀληθές. Εἰ γὰρ οἱ δερμάτινοι χιτῶνες σάρκες καὶ ὀστέα εἰσὶ, πῶς πρὸ τούτων φησὶν ὁ Ἀδάμ· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, κοὶ σὐρξ ὲκ τῆς καρτόϲ μου; Ταύτας οὖν τὰς ἀπορίας περιιστάμενοί τινες, δερματίνους χιτῶνας τὴν νέκρωσιν, ἣν ἀμφιέννυνται ὁ Ἀδὰμ καὶ ἡ Εὕα, διὰ τὴν ἁμαρτίαν θανατωθέντες, ἀπεφήναντο τυγχάνειν. Οὐ πάνυ τι οὐδὲ αύτοὶ εὐχερῶς δυνάμενοι παραστῆσαι, πῶς ὁ Θεὸς, καὶ οὐχὶ ἁμαρτία, νέκρωσιν ἐμποιεῖ τῷ παραβεβηκότι. Πεὸς τούτοις ἀνάγκην ἔχουσι λέγειν σάρκα καὶ ὀστέα τῷ ἰδίῳ λόγῳ μὴ εἶναι φθαρτὰ, εἴγε ὕστερον τὴν νέορωσιν οἱ πατέρες ἡμῶν διὰ τὴν ἁμαρτίαν εἰλήφασιν. Ἀλλʼ εἰ καὶ ὁ παράδεισος θεῖόν τι χωρίον ἐστὶ, λεγέτωσαν πῶς ἕκαστον ἐκεῖ τῶν μελῶν μὴ μάτην δεδημιουργημένον τὴν οἰκείαν ἐνέργειαν ἐνήργει. Περὶ μὲν οὖν τοῦ μυκτῆρα λέγεσθαι παρὰ τῷ Ἀκύλᾳ καὶ Συμμάχῳ, ἢ πρόσωπον παρὰ τοῖς Ἑβδομήκοντα τοῦ πεπλασμένου, εἰς ὅ ἐνεφύσησεν ὁ Θεὸς πνοὴν ζωῆς, λεκτέον, ὅτι οὐ δεῖ περιέχεσθαι τοῦ γράμματος τῆς Γραφῆς ὡς ἀληθοῦς, τὸν δὲ κεκρυμμένον θησαυρὸν ἐν τῷ γράμματι ζητεῖν.

Καὶ ἔταξε τὰ χερουβίμ. Οὐ μόνον (43) τὰ λειτουργικὰ πνεύματα φυλάσσουσι τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς, ἀποστελλϲμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, ἀλλὰ καὶ ἐναντίαι δυνάμεις φυλάττουσι, κωλύουσαι τοὺς βουλομένους προσπορευθῆναι τῷ ξύλῳ τῆς ζωῆς.

Καὶ εἶπε Κάιν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· ἀιέλθωμεν εἰς τὸ πεδίον. Ἐν τῷ Ἑβραϊκῷ (44) τὸ λεχθὲν ὑπὸ τοῦ Κάϊν πρὸς τὸν Ἄβελ οὐ γέγραπται· καὶ οἱ περὶ Ἀκύλαν ἔδειξαν, ὅτι ἐν τῷ ἀποκρύφῳ φασὶν οἱ Ἑβραῖοι κτῖσθαι τοῦτο ἐνταῦθα κατὰ τὴν τῶν Ἑβδομήκοντα ἐκδοχήν.

Καὶ εἶπε Κάϊν πρόϲ Κύριον τὸν Θεόν· Μεζων ἡ ἀμμαρτία μου τοῦ ἀφεθῆναί με. Οὐ διεῖλεν ὀρθῶς (45)· τῆς θείας νομοθεσίας κατεφρόνησεν· ἀπέκτεινεν ἀδελφόν· ἀπέκτεινε πρὸς τούτῳ καὶ δίκαιον· ἐψεύσατο· θάνατον ἡτήσατο ἐν ἀπευδοκιμήσει ζωῆς καὶ μετανοίας.

[*](87 Gen. III, 21. Cen. II, 23. Gen. III, 24. Hebr. I, 14. 91 Gen. IV, 8. 92 ibid. 13.)[*]((42) Τί δεῖ νοεῖν, etc. Theodoretus quæst. 39 it Genes. et omnes Catenæ uno consensu lribuunt Origeni hoc fragmentum, in quo non obscure declaratur illa de scorteis tunicis opinio quam et tribuit et crimini vertit Hieronymus epist. 61 ad Pammachium, his verbis : Quartum, quod tenicas pellicens humana corpora interpretetur, quibus post offensams et ejectionem de paradiso Adam et Eua induti sint, dubium quin ante in paradiso sine)
104

Καὶ ἐγέννησε καιὰ τὴν ὶδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ. Πρὸς τοὺς οἰομένους (46) ἄλλην μὲν εἶναι τὴν εἰκόνα τοῦ Θεοῦ, ἄλλον δὲ τὸν κατʼ εἰκόνα, λεκτέον, εἰ ἄλλος μὲν ὁ Ἀδὰμ, ἄλλος δὲ ἡ εἰκὼν αὐτοῦ· καὶ εἰ τρίτος κατὰ τὸν οὗ κατʼ εἰκόνα ὁ Ἀδάμ. Χρήσονται δὲ τῷ· Κύριε, ἐν τῇ πόλει σου τὴν εὶκόνα αὐτῶν ἐξουδενώσεις· καὶ τῷ· Μέντοιγε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος. Σητητέον δὲ τίνι διαφέρει ἡ ἰδέα Ἀδὰμ τῆς εἰκόνος αὐτοῦ (47).

Εὐηρρέστησε δέ Ἐνὼχ τῷ Θεῷ μετὰ τὸ γετνῆσαι αὐτὸν τὸν Μαθουσαλά. Εἰ μετὰ τὸ γεννῆσαι (48) τὸν Μαθουσάλα εὐηρέστησε, πρὸ τούτου κατὰ τὴν Γραφὴν οὐκ ἦν εὐάρεστος. Δῆλον, ὅτι ἐκ μετανοίας εὐηρέστησεν, ὅτε ἐγέννησεν τὴν τοῦ θανάτου ἐξαποστολὴν, ὃν εἶχον πρὶν γεννῆσαι αὐτόν.

Καὶ εἷπεν ὁ Θεός· Ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὐ προσώπου τῆς γῆς. Οὐχ ἀπαξαπλῶς (49) ἀπαλείψω, ἀλλʼ ἀπὸ τῆς γῆς. Οὐ γὰρ πέφυκε παντελῶς ἀπαλείφεσθαι ὁ ποιηθεὶς, ἐπεὶ ὁ ποιηθεὶς κατʼ εἰκόνα Θεοῦ πεποίηται.

Αὗται δὲ αἰ γενέσεις Νῶε, καὶ τὰ ἐξῆς. Εἰ κοινότερον (50) ἐγράφετο ταῦτα, ἐχρῆν ἐπιφέρεσθαι τῷ, Αὖται αἱ γενεαὶ Νῶε, Νῶε ἐγέννησε τρεῖς υὶούς. Νῦν δὲ ἐτπὶ δικαιοσύνης ἡ γένεσις αὐτοῦ, προτέτακται μὲν τὸ, αὗται αἱ γενέσεις, ἐπιφέρεται δὲ τὸ, ἄνθρωπος δίκαιος ὤν.