Selecta in Genesim

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Εἶπε δὲ Ἰούδας πρὸς λοραὴλ τὸν πατέρα αὑτοῦ· Ἀπστειλον τὸ παιιδάριον μετʼ ἐμοῦ, καὶ ἀναστάντες πορευσόμεθα ἴνα ζῶμεν. Μήποτε (46) προφητεύει, ὅτι ἤμελλε μετὰ τῆς Ἰούδα φυλῆς εἶναι Βενιαμίν.

Ἐγὼ δὲ ἐκδέχομαι αὐτόν· ἐκ χερός μου ζήτησον αὐτὸν, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ, καὶ τὰ ἐξῆς. Μηδὲν (47) τῶν δυνατῶν γενέσθαι ὡς ἀνθρώπῳ τῷ θενιαμὶν λογισάμενος Ἰούδας, προφητικῶς, οἶμαι, τῷ πατρὶ ἐπαγγέλλεται.

Λάβετε ἀπὸ τῶν καρπῶν τῆς γῆς ἐν τοῖς ἀγγείοις ὑμῶν, καὶ κατάγετε τῷ ἀνρώπῳ δῶρα τῆς ῥητίνης, κοίτοῦ μέλιτος, θυμίαμά τε καὶ στακτὴν, καὶ τερέβνθον, καὶ κάρυα. Ἀπὸ τῶν καρπῶν (48) τῆς γῆς φέρεται τῷ Ἰωσὴφ δῶρα, ἃ οὐκ ἔχει Αἴγυπτος· ἔστι δὲ ῥητίνη, μέλι, θυμίαμα, στακτὴ, τερέβινθος, κάρυα· καὶ ἀνωτέρω δὲ, καὶ αἱ κάμηλοι ἔγεμον θυμιαμάτων, ῥητίνης, στακτῆς, ἀλλʼ οὐχὶ καὶ μέλιτος, καὶ τερεβίνθου, καὶ καρύων.

Τοῦ αὐτοῦ. Τρία εἴδη μετὰ Ἰωσὴφ κατάγουσι Μαδιηναῖοι εἰς Αἴγυπτον, οἶς ἄλλα τρία προσθέντες οἱ υἱοὶ Ἰακὼβ φέρουσι τῷ Ἰωσήφ. Πλὴν σπέρμα Ἀβραὰμ καὶ τὰ πρότερα φέρουσι, καὶ τὰ δεύτερα. Καὶ ἔδει τὰ μὲν ὑποδεέστερα ἀπὸ τῶν νόθων τοῦ Ἀβραὰμ φέρεσθαι παίδων, τὰ δὲ πλείονα, ἀπὸ τῶν γνησίων, ὡς τῆς Αἰγύπτου χρείαν τούτων ἐχούσης.

Εἶπαν Διὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖςμμαρσιποις τὴν ἀρχὴν ἡμεῖς εἰσαγ όμμεθα· τοῦ συκοφαντῆσαι ἡμᾶς, καὶ ἐπιθέσθαι ἡμῖν, τοῦ λαβεῖν. μμᾶς εἰς παῖδας, καὶ τοὺς ὄνους ἡμῶν. Ἀπίθανον τὸ. ἐν τοιαύτῃ νομίζοντας εἶναι περιστάσει, περὶ τῶν ὄνων φροντίζειν, εἰ μὴ ἀλληγορεῖται.

Εἶπε δὲ αὐτοῖς· Ἴλεως ὑμῖν. μὴ φοβεῖσθε. Ἔοικεν ὁ ἐπὶ τοῦ οἴκου τοῦ Ἰωσὴφ ἄνθρωπος ταῦτα εἰρηκέναι, ὠφεληθεὶς εἰς θεοσέβειαν παρὰ τοῦ Ἰωσήφ.

Ἐμεγαλύνθη δὲ ἡ μερὶς θεαιαμῖν παρὰ τὰς με [*](29 Gen. XLII, 21. 30 ibid., 22. 31 Gen. XLIII, 5, 32 ibid., 9 33 iPid., 11. 34 ibid., 13. 35 ibid., 25.) [*]((48) Ἀπτὸ τῶν καρπῶν, ete. Εα iisdem schedia edidit hoc lagmentum Montcfalconius noster tom. ἱ Hexaplorum, pag. 50. Denique semol monuisso snllicit sequemta omnia lraguenta in Genesim ex iisdem schedis Combelisii exscrpta cese.)

140
ρίδας πάντων· πενταπλασίως πρός τὰς ἐκείνων. Ἐμεγαλύνθη ἢ διὰ τὴν Ἱερουσαλὴμ, ἢ ὡς τύπος τοῦ ἀποστόλου Παύλου. Καὶ Ἰησοῦς δὲ τῆς φυλῆς ὤν Ἐφραῒμ διεμέρισε ταῖς ἄλλαις φυλαῖς τὴν γῆν.

Ἀπέστειλε γάρ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ὑπολείπεσθαι ὑμῖν κατάλεμμα. Ἐπείπερ ὁ Θεὸς ἀπέστειλε διὰ τὴν τῶν πολλῶν ζωὴν τὸν Ἰωσὴφ ἔμπροσθεν τῶν ἀδελφῶν αὐτοῦ εἰς Αἴγυπτον, δηλονότι ὁ Θεὸς ἀποστέλλων αὐτὸν εἰς Αἴγυπτον, συγκατεχρήσατο τῷ ζήλῳ καὶ τῇ προαιρέσει τῶν ἀδελφῶν αὐτοῦ εἰς τὴν περὶ τοῦ Ἰωσὴφ ἐπὶ ζωῇ πολλῶν οἰκονομίαν. Οὐκοῦν ἔσθʼ ὅτε συγχρώμενος ἑτέρων ἁμαρτίαις ὁ Θεὸς, οἰκεῖα βουλεύεται ἐπὶ ἄλλων σωτηρίᾳ.

Νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε, ἀλλ᾿ ὁ Θεὸς, καὶ ἐποίησέ με ὡς πατέρα Φαραὼ, καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοστα πάσης γῆς Αἰγύπτου. Ὁ ἄρχων τῶν σωματικῶν πραγμάτων, καὶ μηδαμῶς αὐτοῖς εἴκων, λέγοιτʼ ἂν τὸ, Ἐποίησέ με ὁ Θεὸς πάσης τῆς γῆς Αἰγύπτου κύριον.

Καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοὺς τῶν σκευῶν ὑμῶν. Τὰ γὰρ πάντα ἀγαθὰ Αἰγύπτου ὑμῶν ἔσται. Εἴ τι ὑπάρχει ἐν τῇ τροπικὧς καλουμένῃ Αἰγύπτῳ, οὐκ Αἰγυπτίων ἐστὶν, ἀλλὰ τοῦ Ἰσραήλ. Διὰ τοῦτο καὶ ἐν τῇ ἐξόδῳ συσκευάζουσιν Ἑβραῖοι τοὺς Αἰγυπτίους, καὶ λαμβάνουσι σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, καὶ εἴ τι ἀγαθὸν ἐν Αἰγύπτῳ ἦν.

Καὶ ἐγὼ ἀναβάσω σε εἰς τέλος. Πρέπουσα ἐπαγγελία τῷ Θεῷ, οὐ μόνον ἀναβιβάζειν, ἀλλὰ καὶ ἐπὶ τέλος φέρειν τὸν ἀναβιβαζόμενον.

Τοῦ αὐτοῦ. Πρὸς τοὺς ἀπὸ τῆς Πεντατεύχου ζητοῦντας τὴν μετὰ ταῦτα ζωὴν φήσομεν Ἐπείπερ ἀψευδής ἐστιν ὁ εἰπὼν, Ἀσαβιβάσω σε, ἀνεβίβασεν ἐν τῇ ζωῇ ταύτῃ ὕστερον, καὶ μετὰ τὴν ἔξοδον ἀνεβίβασεν αὐτὸν, ὅτε μετὰ τοῦτο Ἰωσὴφ ἐπέβαλε τὰς ἑαυτοῦ χεῖρας τοῖς ὀφθαλμοῖς τοῦ σώματος Ἰακώβ. Ἀνεβίβασεν δὲ ὁ Θεὸς, ἀνάγων μετὰ τὸ τέλος τοῦ βίου ἐπὶ τὸ παῤ ἑαυτῷ τέλος τὸν Ἰσραήλ.

Ἀνέστη δὲ Ἰακὼδ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου. καὶ ἀνέλαβον υἱοὶ Ἰσραὴλ Ἰακὼδ τὸν πατέρα αὐτῶν. Ὁ μὲν ἐλθὼν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου Ἰσραήλ ἐστι, φέρων μετὰ πάντων τῶν αὐτοῦ, οἶμαι, Ἰακώβ ὁ δὲ ἀνιστάμενος ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, Ἰακώβ ἐστιν· ἐδεῖτο γὰρ ἀναστάσεως οὐχ ὁ Ἰσραὴλ, ἀλλʼ δ Ἰακώβ. Εἶτα μετὰ τοῦτο, δεόμενον ἀναλήψεως Ἰακὼβ πατέρα ἀνειλήφασιν υἱοὶ οὐχὶ Ἰακὼβ, ἀλλʼ Ἰσραήλ.

Τοῦ αὐτοῦ. Ἀπέστειλε Φαραὼ ἁμάξας ἆραι οὐ τὸν Ἰσραὴλ, ἀλλὰ τὸν Ἰακώβ. Εἰσῆλθεν εἰς Αἴγυπτον, οὐ κατέβη Ἰακώβ. Τῷ γὰρ Ἰσραὴλ εἴρηται, Μὴ φοβοῦ καταβῆναι εἰς Αἴγυπτον.

Εἰσῆλθεν εἰς Αἴγυπτον Ἰακὼδ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετʼ αὐτοῦ. Σπέρμα μὲν νῦν τοῦ Ἰακὼβ λέλεκται· ἀνωτέῤω δὲ υἱοὶ Ἰσραήλ. Πλὴν εἴπερ Ἰακὼβ, καὶ πᾶν τὸ σπέρμα αὐτοῦ εἰσῆλθεν εἰς Αἴγυπτον, οὐκ εἰσῆλθεν δὲ Ἤρ, καὶ Αὐνὰν, οὐκ ἦσαν σέομα τοῦ Ἰααώβ.

[*](36 Gen. xliii, 34. 37 Gen. xliv, 7. 38 ibid., 8 39 Gen. xlv, 20. 40 Gen. xlvi, 4 41 ibid., 3. 42 ibid., 3. 43 ibid, 6.)
141

Θυγατέρες καὶ θυγατέρες τῶν θυγατέρων αὐτοῦ. Δηλονότι τὰς θυγατέρας ἔχων μεθʼ ἑαυτοῦ, καὶ τοὺς γαμβροὺς συνεπάγετο. Οὐ γὰρ ἠνείχετο ἔξω τῆς οἰκίας αὐτοῦ ἀποστέλλειν τὰς θυγατέρας, μήπως τραπεῖεν εἰς εἰδωλολατρείαν.

Τοῦ αὐτοῦ. Εἰ μὴ ἔχει θυγατέρας ὁ Ἰακὼβ, πῶς αἱ θυγατέρες αὐτοῦ καταβαίνουσιν εἰς Αἴγυπτον; Μὴ τοίνυν ἀλληγορεῖται. Ἑξῆς δὲ λέγει ἐκ Λείας εἶναι, καὶ θυγατέρας λγ᾿ Δίνας ὀνομασθείσης.

Ταῦτα δ ὲ τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ, τῶν εἰσελθόντων εἰς Αἴγυπτον. Υἱῶν, οὐκ Ἰακὼβ, ἀλλʼ Ἰσραὴλ, εἰσελθόντων, οὐ καταβάντων εἰς Αἴγυπτον, τὰ ὀνόματα ταῦτά ἐστιν.

Πρωτότοκος Ἰακὼδ, Ῥουβὴμ, καὶ τὰ ἑξῆς. Ἀνωτέρω εἰπὼν τὰ ὀνόματα τῶν υἱῶν εἶναι τοῦ Ἰσραὴλ, νῦν τοῦ Ἰακὼβ εἶναι πρωτότοκόν φησι τὸν Ῥουβήμ.

Τοῦ αὐτοῦ. Σημειωτέον, ὅτι σὺν τοῖς γενομένοις ἐν γῇ Χαναὰν υἱοῖς Ἰακὼβ ἀριθμεῖ αὐτοὺς καὶ τοὺς ἐν Ἀἰγύπτῳ ὄντας υἱοὺς Ἰωσήφ. Συμβάλλεται γὰρ τοῦτο εἰς τὸ ἐξῆς ῥητὸν περὶ τὰ τέλη, ἔνθα φησίν· Ἐμοί εἰσιν Ἑφραῒμ καὶ Μανασσῆ, ὡς Ῥουβὴμ καὶ Συμεών.