Selecta in Genesim

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ εἶπεν Ἰσραὴλ πρὸς Ἰωσήφ· Ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου. Ἔτι γὰρ σὺ ζῇς. Θαυμαστόν ἐστι τὸν γενόμενον ἐν Αἰγύπτῳ μὴ βλαβῆναι ἀπὸ τῶν Αἰγυπτίων, καὶ μεῖναι ἐν τῇ κατὰ Θεὸν ζωῇ. Διόπερ θαυμάζων ὁ Ἰακὼβ, εἶπε τῷ Ἰωσὴφ τὸ, Ἔτι γὰρ σὺ ζῇς.

Ποιμένες προβάτων οἱ παῖδές σου ἐκ παιδὸς ἔως τοῦ νῦν . . . . Εἶπαν δὲ Φαραώ· Παροικεῖν ἐν τῇ γῇ ἥκαμεν. Παῤῤησιάζονται τὸ ποιμένες εἶναι πρὸς τὸν Φαραώ. Εἶτα, ἵνα μὴ ταραχθῇ Φαραὼ, φασίν· Παροικεῖν ἐν τῇ γῇ ἥκαμεν.

Εἶπε δὲ Φαραὼ τῷ Ἰωσὴφ, λέγων· Κατοικείτωσαν ἐν γῇ Γεσέμ. Ἐπειδὴ ἐν τοῖς Τετραπλοῖς (49), ἐξ ὧν καὶ τὸ ἀντίγραφον μετελήφθη πρὸς τὸν εἱρμὸν τὸν ἐν τῷ Ἑβραϊκῷ καὶ ταῖς ἄλλαις ἐκδόσεσι, δείκνυται καὶ ἡ τῶν Ἑβδομήκοντα ἔν τισι τόποις μετατεθεῖσα, ὡς τὰ πρῶτα ὕστερα, καὶ τὰ ὕστερα πρῶτα γενέσθαι· ὅπερ καὶ ἐνταῦθα εὑρέθη παθοῦσα· τούτου χάριν παρεθήκαμεν ἀκολουθίαν. Ἔστι δὲ αὕτη· τῷ, Κατοικήσομεν οἱ παῖδές σου ἐν γῇ Γεσὲμ, συνἁπτεται τὸ, Εἶπε δὲ Φαρσὼ τῷ Ἰωσήφ· Κατοικείτωσαν ἐν γῇ Γεσέμ. Εἰ δὲ ἐπίστῃ, ὅτι εἰσὶν ἐν αὐτοῖς· καὶ τὰ ἐξῆς.

Εἰ δὲ ἐπίστῃ ὅτι εἰσὶν ἐν αὐτοῖς δυνατοὶ, κατάστησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν. Τοὺς τοῦ Ἰσραὴλ δυνατοὺς Φαραὼ βούλεται ἄρχοντας καταστῆσαι Αἰγυπτίων κτηνῶν. Εἴ τις δέ ἐστι τοῦ Ἰσραὴλ δυνατὸς, φευγέτω τὸ ἐπὶ τούτοις βούλημα. Καὶ εὐλογήσας Ἰακὼδ τὸν Φαραὼ, ἐξῆλθεν ἀπʼ αὐτοῦ. Οὐκ ἂν, δίκαιον εὐλογήσας, ἀπʼ αὐτοῦ ἐξῆλθε. Ζητητέον δὲ εἴποτε ἅγιόν τις εὐλογήσας [*](44 Gen. xlvi, 7. 45 Gen. xlvi, 8. 46 Ibid. 47 Gen. xlviii, 5. 48 Gen. xlvi, 30. 49 Gen. xvii, 3 et 4. 50 Ibid., 4. 51 Ibid. 52 Ibid. 10.) [*]((49) Ἐπεριδὴ ἐν τοῖς Τετραπλοῖς, etc. Edidit hoc fragmentum Montefalconius noster tom. I Hexa- plorum, pag. 52.)

144
ἀπῆλθεν ἀπʼ αὐτοῦ. Καὶ ἐνθάδε μὲν εὐλογῶν ἐξέρχεται· ἀνωτέρω δὲ ὁ Ἰακὼβ εὐλογίας τυχὼν εἰσέρχεται.

Καὶ εἰσήνεγκεν Ἰωσὴφ πᾶν τὸ ἀργύριον εἰς τὸν οἶκον Φαραώ. Καὶ ποῦ ἔδει πᾶν τὸ Αἰγύπτου ἀργύριον καὶ Χαναὰν γενέσθαι, ἢ ἐν τῷ οἴκῳ Φαρσώ;

Ἤγαγον δὲ τὸ κτήνη αὐτῶν πρὸς Ἰωσὴφ, καὶ ἔδωκεν αὐτοῖς Ἰωσὴφ ἄρτους ἀντὶ τῶν ἵππων, καὶ ἀντὶ τῶν προβάτων, καὶ ἀντὶ τῶν βοῶν, καὶ ἀντὶ τῶν ὄνων. Οὐκ ὠμῶς τοῦτο ποιεῖ Ἰωσὴφ, ἀλλʼ ἵνα μὴ κάμωσι τὰ κτήνη τρέφοντες, καὶ ἵνα μετὰ ταῦτα χάριν αὐτὰ δέξωνται παρὰ τοῦ Φαραώ. Καὶ οὐχ ὑπολείπεται ἡμῖν ἐναντίον τοῦ Κυρίου ἡμῶν ἢ τὸ ἴδιον σῶμα καὶ ἡ γῆ ἡμῶν. Ἐπεὶ περὶ τῶν ἁμαρτωλῶν λέγεται τὸ, Διὰ τὸ εἶναι αὐτοὺς σάρκας· διὰ τοῦτο καὶ νῦν Αἰγύπτιοι, ὡς σάρκες, ὑπολελεῖφθαί φασιν αὑτοῖς οὐχὶ ψυχὴν, ἀλλὰ τὸ ἴδιον σῶμα καὶ τὴν γῆν αὑτῶν. Τοῦτο δὲ νομιστέον ὑπὸ πάντων τῶν ἀλλοτρίων τοῦ Θεοῦ λέγεσθαι.

Ἴνα οὖν μὴ ἀποθάνωμεν ἐναντίον σου, καὶ ἡ γῆ ἑρημωθῇ, κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν. Ἐναντίον τοῦ Φαραὼ θέλουσιν οἱ Αἰγύπτιοι ζῇν, οὐκ ἐναντίον Θεοῦ.

Τοῦ αὐτοῦ. Κτῆμα βούλονται οἱ Αἰγύπτιοι γενέσθαι τοῦ Φαραὼ, ὡς οἱ ἅγιοι τοῦ Θεοῦ.

Ἐπεκράτησε γὰρ αὐτῶν ὁ λιμός. Δηλονότι τῶν Αἰγυπτίων· οὐ γὰρ ἂν εἴρηται περὶ τοῦ Ἰσραὴλ, ὅτι ἐπεκράτησεν αὑτῶν ὁ λιμός.

Καὶ ἐνισχύσας Ἰακὼδ ἐκάθισεν ἐπὶ τὴν κοίτην. Ἐνισχύσας ἐκάθισεν, ἵνα τοὺς ἐνθέους εἴπῃ λόγους Οἶμαι γὰρ τὸν μὲν Ἰακὼβ ἠνωχλῆσθαι, τὸν δὲ Ἰσραὴλ ἐνισχυκέναι, ὅς καὶ εὐλόγησε τοὺς υἱοὺς Ἰωσὴφ, καὶ τὰ ἐξῆς, ἐν οἷς οὐκ ὀνομάζεται ἐπὶ τῶν παιδίων Ἰακώβ.

Καὶ εἶπέ μοι· Ἰδοὺ ἐγὼ αὐξανῶ σε, καὶ πληθυνῶ σε. Ἥτοι οὐκ αὔξει ὁ ἀσεβὴς, ἢ οὐκ ἀπὸ Θεοῦ αὔξει. Τὸ δʼ ὅμοιον ἐρεῖς καὶ διὰ τὸ, Πληθυνῶ. Θεὸς γὰρ εὐλογῶν ταῦτά φησιν.

Ἐμοί εἰσιν Ἐφραῒμ καὶ Μανασσῆς· ὡς Ῥουβὴμ καὶ Συμεὼν ἔσονταί μοι. Ὡς Ῥουβὴμ, καὶ Ἐφραῒμ· ἀμφότεροι γὰρ πρωτότοκοι· ὡς Μανασσῆς, καὶ Συμεών· ἑκάτερος γὰρ τῇ μητρὶ αὐτῶν δεύτερος. Τὰ δὲ ἔκγονα, ἂ ἐὰν γεννήσῃς μετὰ ταῦτα, ἔσονται ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶ· κληθήσονται ἐν τοῖς ἐκείνων κλήροις. Οἱ ἐσόμενοι, φησὶν, ἕτεροι παῖδές σου ταῖς ἐπωνύμοις φυλαῖς τῶν ἀδελφῶν αὑτῶν ταχθήσονται ἐν τῇ κληροδοσίᾳ.

Ἰδὼν δὲ Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσὴφ, εἶπε· Τίνες σοι οὗτοι; καὶ τὰ ἑξῆς. Δόξει ἐναντίον τῷ, Ἰδὼν δὲ Ἰσραὴλ τοὺς υἱοὺς Ἰωσὴφ, τὸ, Οἱ ὀφθαλμοὶ Ἰακὼβ ἐβαρυώπησαν ἀπὸ τοῦ γήρους· εἰ μή πού ἐστι ταὐτὸν τῷ, τοὺς ὀφθαλμοὺς μὴ δύνασθαι βλέπειν, τὸ ἰδεῖν τὸν Ἰσραὴλ τὸ σπέρμα τοῦ Ἰωσὴφ, τοῦ Θεοῦ δείξαντος αὐτῷ τὰ γενησόμενα.

[*](53 Gen. xlvii, 10. 54 Ibid., 17. 55 Ibid., 12. 56 Gen. vi, 3 57 Cen xlvii, 19. 58 Ipid, 20. 59 Cen. XLVIII, 2: 60 Ibid., 4. 61 Ibid., 5. 62 Ibid 6, 63 Ibid., 8. 64 Gen. xlviii, 10.)
145

Ἐκτείνας δὲ Ἰσραὴλ τὴν χεῖρα τὴν δεξιὰν, ἐπέβαλεν ἐπὶ τὴν κεφαλὴν Ἐφραΐμ. Ὅτι παρηκολούθουν οἱ προφῆται νοοῦντες περὶ ὧν προεφήτευον. Ἀμέλει μετὰ ταῦτα τῶν δέκα φυλῶν ἐξῆρχεν ἡ τοῦ Ἐφραῒμ φυλή. Ἐξ αὐτοῦ γὰρ ὁ μακάριος Ἰησοῦς ὁ τοῦ Ναυῆ, ἀληθινὸς τύπος ὢν τοῦ Χριστοῦ, κατήγετο ἐν τοῖς Ἀριθμοῖς. Διὸ καὶ τοῦ Ἰωσὴφ (50) ἡ εὐλογία ἐπʼ αὐτὸν ἀναφέρεται.

Ποιήσαι σε ὁ Θεὸς ὡς Ἐφραῒμ, καὶ ὡς Μανασσῆ· καὶ ἔθηκε τὸν Ἐφραῒμ ἔμπροσθεν τοῦ Μανασσῆ. Εὐκαίρως χρήσῃ τῷ ῥητῷ περὶ τοῦ ἐν προσευχῇ ἔμπροσθεν ἑστάναι τὸν τιμιώτερον. Κάμψας κατεκλίθης ὡς λέων, καὶ ὡς σκύμνος. Τὸν κατʼ οἰκονομίαν θάνατον σημαίνει τὸ, κατεκλίθης (51). Λέων ἐστὶν ὁ Χριστὸς τοῖς τελείως ἀποθηριωθεῖσι· τοῖς δὲ ἔτι εἰσαγωγικοῖς σκύμνος.