Commentarium In Evangelium Matthaei (Lib. 10-11)

Origen

Origenes. Origenes Werke Vol 10.1. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935.

Πόλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν άνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας
(13, 45 [46]).

Ἐπειδὴ ἡ βασιλεία τῶν οὑρανῶν ὁμοία ἐστί, πολλῶν ὄντων ἐμπόρων πολλὰ ἐμπορευομένων, οὐδενὶ μὲν ἐκείνων, τῷ δὲ ζητοῦντι τοὺς [*](14 Vgl. KoL 2, 3 — 16 Vgl. Rom. 3, 2 — 18 Matth. 21, 43 — 23 Vgl. Luc. 5, 11 — 26f Vgl. Orig. c. Cels. VII, 33 (II, 184, lOf)) [*](5 — 6 ἄλλον — ὡς < H 5 1. ἄλλο? Kl 5f <τῷ 7 εἶναι Kl ἔχειν MH 9 τὸν2] τῶν H 13 ἀκίνδυνον Kl mit Cluc Nr. 16 ἀκίνδυνα MH 14 ἐκφαίνειν] μὴ ἐμφαίνων ΙΙ 16 f πρῶτοι οἱ II 18 ἀπαίρεται Diehl ἀφαιρεῖται MH 22 αὐτῷ] ταῦτα Cluc Nr. 16 25 Εδόσθαι Koe 26 τῆς] 1. ἕνεκεν τῆς Koe ? vgl. e. Cels. VIII, 53 (II, 269 31 μὲν < Η)

7
καλοὺς μαργαρίτας καί εὑρόντι ἕνα ἀντάξιον τῶν πολλῶν πολύτιμον μαργαρίτην, ὃν ἀντί πάντων ἠγόρασεν, εὔλογον ἡγοῦμαι τυγχάνειν τὰ περὶ τῆς φύσεως τοῦ μαργαρίτου ἐξετάσαι. παρατήρει δὲ ἐπιμελῶς, ὅτι οὐκ εἶπεν, ὅτι πέπρακε πάντας οὓς εἶχεν· οὐ γὰρ μόνους οὓς ὁ ζητῶν καλοὺς μαργαρίτας ἐώνηται πέπρακεν, ἀλλὰ καὶ πάντα ὅσα εἶχεν, ἵνα ἀγοράσῃ τὸν καλὸν μαργαρίτην ἐκεῖνον. εὕρομεν οὖν παρὰ τοῖς περὶ λίθων πραγματευσαμένοις περὶ τῆς φύσεως τοῦ μαργαρίτου ταῦτα, ὅτι τῶν μαργαριτῶν οἱ μέν εἰσι χερσαῖοι οἱ δὲ θαλάττιοι. καὶ οἱ μὲν χερσαῖοι παρ᾿ Ἰνδοῖς μόνοις γίνονται πρέποντες σφραγῖσι καὶ σφενδόναις καὶ ὅρμοις. οἱ δὲ θαλάττιοι οἱ μὲν διαφέροντες παρὰ τοῖς αὐτοῖς Ἰνδοῖς εὑρίσκονται, οἵτινές εἰσι καὶ ἄριστοι ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ γινόμενοι. δευτερεύουσι δὲ ὡς ἐν μαργαρίταις οἱ ἐκ τοῦ κατὰ Βρεττανίαν Ὠκεανοῦ λαμβανόμενοι. τρίτοι δὲ καὶ ἀπολειπόμενοι, οὐ μόνον τῶν πρώτων ἀλλὰ καὶ τῶν δευτέρων, οἱ κατὰ τὸν Βόσπορον περὶ τὴν Σκυθόαν εὑρισκόμενοι. ἔτι δὲ ταῦτα ἐλέγετο περὶ τοῦ Ἰνδικοῦ μαργαρίτου, ὅτιἐν κόγχοις γίνεται προσεοικόσι τὴν φύσιν εὐμεγέθεσι στρόμβοις. οὗτοι δὲ ἱστοροῦνται οἱονεὶ κατὰ ἴλας τὴν θαλάττιον ποιούμενοι νομὴν καθάπερ ἀγελάρχου τινὸς ἐξηγουμένου, περιόπτου τὴν χρόαν καὶ τὸ μέγεθος καὶ διαφέροντος τῶν ὑπ᾿ αὐτόν, ὥστε ἀναλογίαν αὐτὸν ἔχειν τῷ καλουμένῳ ἐσσῆνι μελισσῶν. ἱστόρηται δὲ καὶ περὶ τῆς θήρας [*](6—10, 22 Vgl. Cluc Nr. 17 Or. — 8ff Vgl. Aelian περὶ ζώων XV, 8 (I, 372, 29ff He) — 9ff Vgl. Aelian a. Ο. (I, 372, 21 ff): ἄριστος δὲ ἄρα ὁ Ἰνδικὸς γίνεται καὶ ὁ τῆς θαλάττης τῆς Ἐρυθρᾶς. Plinius nat. hist. IX, 35 § 106 Μα praecipue autem laudantur circa Arabiam in Persico sinu maris rubri. IX, § 113: et in candore ipso magna differentia: clarior in rubro mari repertis, in Indico specularium lapidum squama adsimulant etc.— 11ff Vgl. Aelian a. O. (I, 372, 23ff): γίνεται δὲ καὶ κατὰ τὸν Ἑσπέριον ὠκεανόν, ἔνθα ἡ Βρεττανικὴ νῆσός ἐστι κτλ. — 12ff Vgl. Aelian a. O. (I, 372, 26ff): γίνεσθαι δέ φησιν Ἰόβας καὶ ἐν τῷ κατὰ Βόσπορον πορθμῷ, καὶ τοῦ Βρεττανικοῦ ἡττᾶσθαι αὐτόν, τῷ δὲ Ἰνδῷ καὶ Ἐρυθραίῳ μηδὲ τὴν ἀρχὴν ἀντικρίνεσθαι — 14ff Vgl. Aelian a. O. (I, 372, 7ff): γίνεσθαι δὲ τὸν προειρημένον λίθον ἐκ κόγχης στρόμβῳ ἐμφεροῦς μεγάλῳ, νήχεσθαί τε κατὰ ἀγέλας τοὺς μαργάρους, καὶ ἕχειν ἡγεμόνας, ὡς ἐν τοῖς σμήνεσιν αἰ μέλιτται τοὺς καλουμένους βασιλέας. ἀκούω δὲ εἶναι καὶ τοῦτον διαπρεπῆ καὶ τὴν χρόαν καὶ τὸ μέγεθος. Ähnlich auch Arrianus Ἰνδική VIII, 11ff Ro (nach Megasthenes) — 19ff Vgl. Aelian a. O. (I, 372, 5ff): ὅθεν ὁρμωμένους σὺν τοῖς δικτύοις φασὶ τοὺς προειρημένους περιλαμβάνειν ἀγκῶσι μεγάλοις αἰγιαλοῦ κύκλον εὐμεγέθη . . . ἀγώνισμα δὲ ἄρα ποιοῦνται συλλαβεῖν αὐτὸν οἱ κολυμβηταὶ οἱ ὕφυδροι· τούτου γὰρ ᾐρημένου καὶ τὴν ἀγέλην αἱροῦσι πᾶσαν . . . ἀτρεμεῖ γὰρ καὶ οὐκέτι πρόεισιν. Auich Arrianus a. Ο.) [*](3 δὲ] τέ Μ 6 καλὸν <H 11 εἰσὶ καὶ] εἰσὶν Μ | ὡς] πως? Hu 14 τὸν < Η)
8
τῶν διαφερόντων, τουτέστι τῶν ἐν Ἰνδίᾳ, τοιοῦτον· ὅτι περιλαμβάνοντες οἱ ἐπιχώριοι δικτύοις κύκλον αἰγιαλοῦ μέγαν κατακολυμβῶσιν, ἔνα ἐξ ἁπάντων τὸν προηγούμενον ἐπιτηδεύοντες λαβεῖν, τούτου γὰρ ἁλόντος φασὶν ἄμοχθον γενέσθαι τὴν θήραν τῆς ὑπὸ τούτῳ ἀγέλης, οὐδενὸς ἔτι ἀτρεμοῦντος τῶν ἀπ' αὐτῆς, ἀλλὰ οἷον δεδεμένου ἱμάντι καὶ ἑπομένου τῷ ἀγελάρχῃ.

Λέγεται δέ καὶ ἡ γένεσις τῶν ἐν Ἰνδιᾳ μαργαριτῶν χρόνοις συνίστασθαι, λαμβάνοντος λαμβάνοντος τοῦ ζώου πλείονας κοὶ μεταβολάς, ἔως τελειωθῇ, ἔτι δὲ καὶ τοῦτο ἱστόρηται, ὅτι διοίγεται, ὁ κόγχος χάσμῃ παραπλησίως ὁ τοῦ φέροντος τὸν μαργαρίτην ζώου καὶ διοιχθεὶς τὴν ἐπουράνιον εἰς ἑαυτὸν δέχεται δρόσον, ἧς ἐμπλησθεὶς καθαρᾶς καὶ ἀθολωτου περιαυγὴς γίνεται κοὶ λοχεύει μέγαν καὶ εὔρυθμον τὸν λίθον. εἰ δέ ποτε ἐκηχλυμένης καὶ ἀνμωάλου χειμερίου τε μεταλάβοι δρόσου, ὁμιχώδη κύει μαργαρίτην καὶ κηλῖσιν ἐπίμωμον. ἔτι δὲ καὶ τοῦτο εὕρομεν, ὅτι εἰ μεσολαβηθείη ὁδεύων ἐπὶ τὴν πλήρωσιν οὗ κύει λίθου ὑπὸ ἀστραπῆς, μύει καὶ ὡσπερεὶ *** τῷ δείματι σκορπίζει καὶ διαχεῖ τὸν γόνον εἰς τὰ λεγόμενα φυσήματα. ἔστι δέ ὅτε καθάπερ ἠλιτόμηνα γεννᾶνται βραχέα καὶ ἀχλύος τι ἔχοντα, πλὴν εὔρυθμα. ἔτι δέ καὶ τοῦτο ἔχει ὁ Ἰνδικὸς μαργαρίτης παρὰ τοὺς ἄλλους· λευκός ἐστι τὴν χρόαν ἀργύρῳ διαφανεῖ προσφερὴς αὐγήν τε ὑποχλωρίζουσαν ἠρέμα διαλάμπει, ὡς ἐπίπαν δὲ σχῆμα ἔχει στρογγύλον. ἔστι δὲ καὶ τρυφερόχρως καὶ ἁπαλώτερος ἢ κατὰ λίθον. οὕτως δέ ἐστιν ἐπιτερπὴς ἰδέσθαι, ὡς κοὶ παρὰ τοῖς ἐμφανεστέροις (καθὰ ὁ ἀναγράψας ἔλεγε τῶν λίθων) ἀφυμνεῖσαθαι. ἔτι δὲ κοὶ τοῦτο σημεῖον ἀρίστου ἐστὶ μαργαρίτου τὸ τὴν περιφέρειαν τετορνευμένην ἔχειν, καὶ τὸ χρῶμα λευκότατον καὶ [*](8ff Vgl. Plinius a.. O. IX, 35 § 107f: has ubi genitalis anni stimularit hora, pandentes se quadam oscitatione impleri roscido conceptu tradunt, grauidas postea eniti, partumque concharum esse margaritas, pro qualitate roris accepti: si purus influxerit, candorem conspici; si vero turbidus, et fetum sordescere ... si fulguret, conprimi conchas ac pro ieiunii modo minui; si vero etiam tonuerit, pavidas ac repente conpressas quae vocant physemata efficere ... hos esse concharum abortus. — 19 ff Vgl. Theophrast. de lapid. 6: τῶν σπουδαζομένων δὲ λίθων ἐστὶ κοὶ ὁ μαργραρίτης καλούμενος διαφανὴς μὲν Tfj φύσει κτλ. — 22 ff Vgl. Aelian a. O. Χ, 13 (I, 248, 4ff): δοκοῦσι δὲ ἄρα . . . οἱ ayav λευκοὶ κοὶ οἱ μεγάλοι κάλλιστοι . . . φύσει δὲ ἔχει τῆς περιφερείας τὸ λεῖον καὶ ευπεριγραφον) [*](1 ἐν δία H | τοιύτων Ha 4 τοῦτον Μ 8 χάσμοι Ηa 9 οὐράνιον H 10 ἀθολότου H 11 ἐπιχλυμένης H 12 μεταλάβοι Kl, vgl. Ζ. 13 μεταλάβη Μ H 14 *** Diehl, der erganzt τῇ πείνῃ ἐλαττοῦται, δὲ βροντήσαι, 19 διαλάμπει Hu διαλάμπειν MH 22 ἐστιν ἐστιν Η)

9
διαυγέστατον, καὶ τῷ μεγέθει μέγιστον. ταῦτα μὲν οὖν Περὶ τοῦ Ἰνδικοῦ. ὁ δέ κατὰ τὴν Βρεττανίαν (φασὶ) χρυσωπὸς μὲν ἐστι τὴν ἐπίχροιαν, δέ τις κοὶ ταῖς μαρμαρυγαῖς ἀμβλύτερος. ὁ δὲ ἐν τῷ πορθμῷ τῷ κατὰ Βόσπορον κνεφωδέτερος τοῦ Βρεττανικοῦ καὶ πελιδνὸς καὶ τέλεον ἀμυδρός, ἁπαλός τε καὶ μακρομεγέθης. καὶ γεννᾶται δέ ὁ ἐν τῷ κατὰ Βόσπορον πορθμῷ οὐκ ἐν τοῖς πίναις, ὅ ἐστιν ὀστράκων εἶδος μαργαριτοφόρον, ἀλλ' ἐν τοῖς προσαγορευομένοις μυσί. τούτοις δέ, λέγω δὴ τοῖς κατὰ Βόσπορον, ἡ νομὴ ἐν τέλμασίν ἐστιν. ἱστόρηται δέ καὶ τέταρτον γένος εἶναι μαργα- ριτῶν περὶ τὴν Ἀκρνανίαν ἐν ταῖς τῶν οστρέων πίνοις· οὐ σπουδαῖοι δέ οὗτοι ἄγαν, ἀλλὰ καὶ ἄρρυθμοι καὶ τὸ σχῆμα καὶ τὸ χρῶμα τέλεον διατεθολωμένοι καὶ ῥυπῶντες. καὶ ἄλλοι δὲ παρὰ τούτους εἰσὶ περὶ τὴν αὐτὴν Ἀκαρνανίαν πόντων ἕνεκεν απόβλητοι.

Ταῦτα δὲ συναγαγὼν ἐκ τῆς περὶ λίθων πραγματείας, φημὶ τὸν σωτῆρα ἐπιστάμενον διαφορὰν μαργαριτῶν, ὧν ἐν γένει εἰσὶ καὶ καλοὶ καὶ ἄλλοι φαῦλοι, εἰρηκέναι τὸ ὁμοία ἐστὶν ἡ βασιλέια τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι τοὺς καλοὺς μαργαρίτας· εἰ γὰρ μὴ φαῦλοι ἦσάν τινες ἐν μαργαρίταις, οὐκ ἄν εἴρητο ζητοῦντι καλοὺς μαργαρίας. ἐν τοῖς παντοδαποῖς δὲ ἐπαγγελλομένοις ἀλήθειαν λόγοις κοὶ τοῖς φέρουσιν αὐτοὺς ζήτει τοὺς μαργαρίτας, καὶ ἔστωσαν (ἵν' οὕτως ονομάσω) οἱ τῆς οὐρανίου δρόσου συλλαμβάνοντες κόγχοι καὶ κύοντες ἐξ οὐρανοῦ λόγον ἀληθείας προφῆται οἱ καλοὶ μαργαρῖται, οὔς ὁ κατὰ τὴν προκειμένην λέξιν ζητεῖ ἔμπορος ἄνθρωπος. ὁ δέ ἀγελάρχης τῶν μαργαριτῶν, ᾦ εὑρισκομένῳ καὶ οἱ λοιποὶ συνευρίσκονται, ὁ πολυτίμητος μαργαρίτης, ὁ Χριστὸς τοῦ θεοῦ, ὁ ὑπὲρ τὰ τίμια γράμματα καὶ νοήματα τοῦ νόμου καὶ τῶν προφη- [*](1ff Vgl. Aelian a. Ο. XV, 8 (I, 372, 24ff): δοκεῖ δέ πως χρυσωπότερος ἰδεῖν εἶναι, τάς τε αὐγὰς ἀμβλυτέρας ἔχειν κοὶ σκοτωδεστέρας. Plinius a. Ο. IX, 35 § 1 1 6: in Britannia parvos atque decolores nasci certum est. IX, 35 § 115: in nostro mari reperiri solebant crebrius circa Bosporum Thracium; rufi ac parvi in conchis quas myas appellant — 8ff Vgl. Plinius a. O. IX, 35 § 115: at in Acarnania quae vocatur pina gignit . . . enormes et feri colorisque marmorei — 18 ff Vgl. Hier. in Matth. 98 A: bonae margaritae, quas quaerit institor, lex et prophetae sunt . . . unum autem est pretiosissimmn margaritum scientia salvatoris etc. — 19–24 Vgl. Cv Nr. 15 Or. (Anfg) = C Nr. 182 Or. (Anfg): ἦσαν ὁ νόμος καὶ οἱ προφῆται, καὶ ἐν αὐτοῖς εὑρἰσκεται ὁ μόνος πολύτιμος μαργαρίτης Χριστός — 21 Vgl. Jac. 1, 18? — 23ff Vgl. Clemens Alex. Paed. ΙΙ, 12, 4 (I, 228, 1ff.): ὁ δὲ πολυτίμητος μαργαρίτης . . . τὸν διαυγῆ καὶ καθαρὸν Ἰησοῦν κτλ. — 23 Vgl. Luc. 9, 20) [*](2 τὴν < H 4 κνεφοδέστερος H 17 εἴρηται H 19 ζήτει Kl MH | ἴνα H 23 πολύτιμος C Nr. 182)

10
τῶν λόγος, οὖ εὑρεθέντος καὶ τἆλλα πάντα εὐμαρῶς παραλαμβάνονται. διαλέγεται δὲ ὁ σωτὴρ τοῖς μαθηταῖς πᾶσιν ὡς ἀνθρώποις ἐμπόροις, οὐ μόνον ζητοῦσι τοὺς καλοὺς μαργαρίτας ἀλλὰ καὶ εὑροῦσιν εὑροῦσιν καὶ κεκτημένοις, ἐν οἶς φησι· μὴ βάλητε τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων«. δῆλον δέ, ὅτι τοῖς μαθηταῖς ταῦτα λέλεκται, ἐκ τοῦ προτετάχθαι τῶν λόγων τὸ »ἰδὼν δέ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος• καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ«· ἐν γὰρ τῷ εἱρμῷ τῶν λόγων ἐκείνων εἴρηται· »μὴ δῶτε τό ἄγιον τοῖς κυσί, μηδὲ βάλητε τοὺς ναργαρίτας ἔμπροσθεν τῶν χοίρων«. μήποτε οὖν ὁ μὴ ἔχων μαργαρίτας ἢ τὸν πολύτιμον μαργαρίτην οὐδέ μαθητής ἐστι τοῦ σωτῆρος κοὶ *** τοὺς μαργαρίτας τοὺς καλούς, οὐ τοὺς νεφώδεις οὐδὲ τοὺς ἀχλυώδεις, ὁποῖοί εἰσιν οἱ τῶν ἐτεροδόξων λόγοι, οὐ πρὸς ανατολὰς γεννώμενοι ἀλλὰ πρὸς δυσμὰς ἢ πρὸς βορρᾶν, εἰ χρὴ καὶ ταῦτα προσπαραλαμβάνειν δι' ἤν εὕρομεν διαφορὰν μαργαριτῶν ἐν διαφόροις γινομένων τόποις. τάχα δέ οἱ τεθολωμένοι λόγοι καὶ οἱ ἐν τοῖς ἔργοις τῆς σαρκὸς κατειλιγμέναι αἱρέσεις οἶ ἀχλυώδεις εἰσὶ καὶ οἱ ἐν τέλμασι γινόμενοι μαργαρῖται οὐ καλοί.

Συνάψεις δὲ τῷ ζητοῦντι καλοὺς μαργαρίτας τὸ »ζητεῖτε, καὶ εὑρήσετε« καὶ τὸ πᾶς ὁ ζητῶν εὑρίσκει«. τί γὰρ »ζητεῖτε«, ἢ τί »πᾶς ὁ ζητῶν εὐρίσκει«; ἀποτολμήσας εἴπω· τοὺς μαργαρίτας καὶ τὸν μαρ- γραίτην, ὄν ὁ πάντα δοὺς καὶ ζημιωθεὶς κατᾶται, δι’ ὅν φησιν ὁ Παῦλος· »τὰ πάντα ἐξημιώθην, ἴνα Χριστὸν κερδήσω«, »πάντα« λέγων τοὺς καλοὺς μαργαρίτας, καὶ »Χριστὸν κερδήσω« τὸν ἕνα πολύτιμον μαργαρίτην. τίμιον μέν οὖν λύχνος τοῖς ἐν σκότει, καὶ χρεία λύχνου ἔως ἀνατείλῃ ὁ ἥλιος · τιμία δέ καὶ ἡ ἐπὶ τοῦ προσώπου Μωσέως δόξα ἐγὼ δ’ οἶμαι ὅτι καὶ τῶν προφητῶν) καὶ καλὸν θέαμα, δι’ ἧς εἰσαγόμεθα πρὸς τὸ δυνηθῆναι ἰδεῖν τὴν δόξαν Χριστοῦ, ᾖ μαρτυρῶν ὁ πατἠρ φησίν· »οὖτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὄν ηὐδόκησα«. ἀλλ' »οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ἔνεκεν τῆς ὑπερβαλλούσης δόξης«, καὶ χρεία ἡμῖν πρότερον δόξης τῆς ἐπιδεχομένης κατάργησιν ὑπέρ »τῆς ὑπερβαλλούσης δόξης«, ὡς χρεία γνώσεως τῆς ἐκ μέρους, ἥτις »καταργηθήσεται, ὄταν ἔλθῃ τὸ τέλειον«. πᾶσα τοίνυν ψυχὴ ἐρχομένη εἰς νηπιότητα καὶ ὁδεύσουσα »ἐπὶ τὴν τελειότητα« [*](4. 8 Matth.7, 6 — 6 Matth. 5, 1 — 12 Vgl. Luc. 13, 29 — 18 Matth. 7, 7f — 21ff Phil. 3, 8 — 21 f Vgl. Hier. in Matth. 98 B: similis Pauli apostoli . . . ut Christum lucri faciat — 23 Vgl. Luc. 1, 79 Apoc. 22, 5 — 24 Vgl. II. Kor. 3, 7 — 26 Matth. 3, 17 — 27. 29 II. Kor. 3, 10 — 29 Vgl. II. Kor. 3, 11 — 30 I. Kor. 13, 10 — 31 Vgl. Hebr. 6, 1) [*](10 *** KI, 1. etwa ζητεῖν διδάσκοντος 13 βορᾶν MH 16 οἱ < 19 ἀποτολμίσας H 20 ἀπο Diehl 22 κοὶ] ἴνα υ 24 1. τίμιον Kl, vgl. Ζ. 23 | Μωσέως] s. zu S. 23,26ff)

11
δεῖται, μέχρις ἐνστῇ αὐτῇ »τὸ πλήρωμα τοῦ χρόνου«, παιδαγωγοῦ καὶ οἱκονόμων καὶ ἐπιτρόπων, ἵνα μετὰ ταῦτα πάντα ὁ πρότερον μηδέν »διαφέρων δούλου κύριος πόντων ὤν« ἀπολάβῃ ἐλευθερωθεὶς ἀπὸ παιδαγωγοῦ καὶ οἰκονόμων καὶ ἐπιτρόπων τὰ πατρῷα, τὰ ἀνάλογον τῷ πολυτιμήτῳ μαργραίτῃ καὶ τῷ ἐρχομένῳ τελείῳ, καταργοῦντι τὸ ἐκ μέρους«λ ὅταν τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ« χωρῆσαί τις δυνηθῇ, προεγγυμνασάμενος ταῖς (ἵν' οὕτως ὀνομάσω) ὑπερεχομέναις γνώσεσιν ὑπὸ τῆς χριστοῦ ἀλλ' οἱ πολλοί, μὴ νοήσαντες τὸ κάλλος τῶν πολλῶν μαργαριτῶν νομικῶν καὶ τὴν ἔτι ἐκ μέρους« γνῶσιν τὴν πᾶσαν προφητικήν, οἴονται δύνασθαι χωρὶς ἐκείνων τρανουμένων καὶ καταλαμβανομένων δι' ὅλων εὑρεῖν τὸν ἔνα πολύτιμον μαργαρίτην καὶ θερωῆσαι τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ«, οὗ συγκρίσει πάντα τὰ πρὸ τῆς τηλικαύτης καὶ τοσαύτης γνώσεως, οὐ »σκύβαλα« τ«ξ ἰδίᾳ φύσει τυχάνονται, σκύβαλα ἀναγαφίνετα, ἄπερ ἄπερ τὰ παραβαλλόμενα τάχα τῇ συκῇ ὑπὸ τοῦ ἀμπελουργοῦ κόπρια, αἴται τυγχάνοντα τοῦ αύτὴν καρπογορῆσαι.

»Τοῖς πᾶσι τοίνυν ὁ χρόνος, κοὶ καιρὸς τῷ παντὶ πράγματι ὑπὸ τὸν οὐρανός«, καὶ ἔστι τις »καιρὸς τοῦ συναγαγεῖν τοὺς καλοὺς μαργαρίτας) λίθους«, καὶ καιρὸς μετὰ τὴν συναγωγὴν συναγωγὴν τοῦ αὐτῶν τοῦ εὑλοὺς μαργαρίτας) μαργαρίτην, ὄτε καθήκει καθήκει ἀπελδόντα πωλῆσαι πάντα ὅσα τις ἔχει, ἴνα ἀγοράσῃ τὸν μαργαρίτην ἐκεῖνον. ὥσπερ γὰρ πάντα τὸν ἐσόμενον σοφὸν ἐν λόγοις ἀληθείας δεήσει στοιχειωθῆναι πρότερον καὶ ἐπὶ πλεῖον διαβῆναι τῆς στοιχειώσεως καὶ περὶ Πολλοῦ πολλοῦ τὴν στοιχείωσιν, οὐ μὴν ἀπομένειν ἐν τῇ στοιχειώσει ὡς τιμήσαντα αὐτὴν κατὰ τὰς ἀρχάς, ἀλλὰ διαβάντα »ἐπὶ τὴν τελειότητα« χάριν ἔχειν τῇ εἰσαγωγῇ ὠς χρησίμῳ γενομένη κατὰ τὰ πρότερα, οὕτως τελείως νοηθέντα τὰ νομικὰ καὶ τὰ προφητικὰ στοιχείωσίς ἐστι πρὸς τελείως ἐννοούμενον τὸ εὐαγγέλιον κοὶ πάντα τὸν περὶ τῶν Χριστοῦ Ἰησοῦ ἔργων καὶ λόγων νοῦν.

Πόλιν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν
(13, 47[ — 50]).

Ὤσπερ ἐπὶ τῶν εἰκόνων καὶ τῶν ἀνδριάντων αἱ ὁμοιότητες οὐκ ἐξ ὅλων εἰσὶν ὁμοιότητες ἐκείνων πρὸς ἄ ταῦτα γίνεται, ἀλλ' ἡ μέν ἐν ἑνὶ ἐπιπέδῳ ξύλῳ (φέρε εἰπεῖν) κηρογραφουμένη είκὼν τῆς ἐπιφανείας μετὰ χρώματος ἔχει τὴν ὁμοιότητα, οὐκέτι δὲ σώζει τὰς εἰσοχὰς καὶ τὰς ἐζοχὰς ἀλλ' ἔμφασιν μόνην αὐτῶν, ἡ δὲ κατὰ τοὺς ἀνδριάντας πλάσις τὸ μὲν κατὰ [*](1 Vgl, Gal. 4, 4 — Iff Vgl. Gal. 4, 2. 1 — 5f Vgl. I. Kor. 13, 10 — 5 11 Phil. 3, 8 — 9 Vgl. I. Kor. 13, 9 — 13 Vgl. Phil. 3, 8 — 14f Vgl. Luc. 13, 7ff — 16 Pred. 3, 1 — 17 Vgl. Precl. 3, 5 — 24 Vgl. Hebr. 6, 1) [*](25 χρησίμῳ υ χρησίμως Μ H 25 κατὰ τὰ | κατὰ τὰ H 26 τελείως ἐννοούμενον Κλ (nach Hu) τελείωσιν νοούμενον MH)

12
τὰς εἰσοχὰς καὶ τὰς ἐξοχὰς πειρᾶται σώζειν ὁμοίωμα οὐκέτι οὐκέτι καὶ τὰ κατὰ τὴν χρόαν, ἐὰν δέ καὶ κήρινον ἐκμαγεῖον γένηται σώζειν μέν πειρᾶται ἀμφότερα λέγω δέ καὶ τὰ κατὰ τὴν χρόαν καὶrd τὰ κατὰ τὰς εἰσοχὰς καὶ ἐξοχὰς) οὐ μὴν καὶ τῶν ἐν βάθει εἰκών ἐστιν, οὕτω μοι νόει κοὶ ἐπὶ τῶν κατὰ τὸ εύαγγέλιον ὁμοιώσεων τὴν βασιλείαν τῶν οὐρανῶν ὁμοιουμένην τινὶ ὁμοιοῦθαι οὐ διὰ πάντα τᾶ προσόντα τῷ εἰς ὅ ἡ ὁμοίωσις, ἀλλὰ διά τινα ὧν χρᾐζει ὁ παραληφθεὶς λόγος. καὶ ἐνταῦθα τοίνυν ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνη βληθείσῃ εἰς τὴν θάλασσαν, οὐχ ὡς οἴονταί τινες παριστάντες τῷ λόγῳ φύσεις εἰναι ὑποκειμένας διαφόρους τῶν ὑπὸ τὴν σαγήνην ἐληλυθότων πονηρῶν καὶ δικαίων, ὥστε νομίζειν εἶναι διὰ τὸ ἐκ παντὸς γένους συναγαγούσῃ δικαίων πολλὰς καὶ διαφόρους φύσεις, ὁμοίως δὲ καὶ πονηρῶν· τῇ γὰρ τοιαύτῃ ἐκδοχῇ ἐναντιοῦνται πᾶσαι αἱ τὸ αὐτεξούσιον ἐμφαίνουσαι γραφαὶ καὶ αἰτιώμεναι μὲν τοὺς ἀμαρτάνοντας αποδεχόμεναι δὲ τοὺς κατορθοῦντας, οὐκ ἄν δικαίως μέμψεως τοῖς ἀπὸ τῶν φαύλων γενῶν φύσει τοιούτων τυγχανόντων ἀκολουδούσης ἢ ἐπαίνου τοῖς ἀπὸ τῶν ἀστειοτέρων. ἰχθύων γὰρ γαύλων καὶ καλῶν ἡ αἰτία οὐ περὶ τὰς ψυχὰς τῶν ἰχυύων ἐστίν, ἀλλὰ περὶ ἐκεῖνο, ὅπερ ἐπιστάμενος ὁ λόγος εἶπεν· »ἐξαγαγέτω τὰ ὔδατα ἑρπετὰ ψυχῶν ζωσῶν«, ὅτε κοὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἄ ἐξήγαγε τὰ ὔδατα κατὰ γένη αὐτῶν«. αὐτῶν«. οὐκοῦν μὲν »πᾶσαν ψυχὴν ζώων ἐρπετῶν« »ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν«, οὐκ οὔσης τῆς αἰτίας περὶ αὐτήν. ἐνταῦθα δὲ ἡμεῖς ἐσμεν οἱ αἴτιοι τοῦ εἶναι καλὰ καὶ ἄξια τῶν λεγομένων ἀγγῶν γένη ἢ σαπρὰ καὶ ἄξια τοῦ ἔξω βληθῆναι · οὐ γὰρ φύσις ἐν ἡμῖν αἱτία τῆς πονηρίας, ἀλλὰ προαίρεσις ἑκούσιος οὖσα κοκοποιητική. οὕτως δὲ οὐδέ φύσις αἰτία δικαιοσύνης ὡς άνεπίδεκτος ἀδικίας, ἀλλὰ λόγος ὄν παρεδεξάμεθα ὁ κατασκευάζων δικαίους· καὶ γὰρ τὰ μέν τῶν ἐνύδρων γένη οὐκ ἔστιν ἐδεῖν μεταβάλλοντα ἀπὸ φαύλων ὡς ἐν ἰχθύσι γενῶν ἐπὶ τὰ ἀστεῖα, ἢ ἀπὸ τῶν βελτιόνων ἐπὶ τὰ χείρονα, τοὺς δὲ ἐν ἀνθρώποις δικαίους ἢ πονηροὺς ἀεὶ ἔστι θεωρεῖν ἢ ἐπὶ τὴν ἀρετὴν ἐκ κακίας φθάνοντας ἢ ἀπὸ τῆς ἐπ' ἀρετὴν προκοπῆς ἀναλυομένους ἐπὶ τὴν τῆς κακίας χύσιν.

Διὸ καὶ ἐν τῷ Ἰεζεκιὴλ περὶ μὲν τοῦ ἀπὸ ἀνομίας ἐπιστρέφοντος ἐπὶ τὴν τήρησιν τῶν Βείων ἐντολῶν τοιαῦτα γέγραπται· καὶ »καὶ ὁἄνομος ἐὰν ἀποστρέψῃ έκ ποσῶν άνομιῶν αὐτοῦ ὧν ἐποίησε« καὶ τὰ ἑξῆς ἕως τοῦ ὡς [*](13ff Orig. de or. 29, 13 (II, 387, 26ff) frgm. in Joh. 3, 19 (IV, 518, 13) u. ö. Vgl. Harnack TU. 42, 4, 62 A. 1 — 18 Gen. 1, 20 — 19 Gen. 1, 21 — 26 Vgl. Marc. 4, 20 — 32ff Ez. 18, 21 — 34 Ez. 18, 23) [*](1 τὰ < H 3 τὰ1 < H 4ff Ση περὶ ὁμοιοτήτων i. m. H 10 καὶ < H 11 συναγούση Μ 30 — 13, 2 ἀναλυομένους — προκοπῆς <H)

13
τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν«, περὶ δέ τοῦ ἀναλυομένου ἀπὸ τῆς ἐπ᾿ ἀρετὴν προκοπῆς ἐπὶ τὴν τῆς κακίας χύσιν τοιαῦτα· »ἐν δὲ τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιῆσαι ἀδικίαν« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ ἐν τοῖς ἁμαρτίαις αὐτοῦ οἷς ἤμαρτεν ἐν αὐταῖς ἀποθανεῖται«. ἢ λεγέτωσαν ἡμῖν οἱ ἐκ τῆς κατὰ τὴν σαγήνην παραβολῆς φύσεις είσάγοντες, »ὁ ἄνομος« ὕστερον ἀποστρέφων »ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησε« καὶ φυλάσσων »πάσας τὰς ἐντολὰς« τοῦ κυρίου καὶ ποιῶν »δικαιοσύνην καὶ ἔλεον«, ποίας φύσεως ἦν ἄνομος ὤν; οὐ γὰρ δὴ τῆς ἐπαινετῆς. ἀλλ᾿ εἰ ἄρα ψεκτῆς καὶ φύσεως εὐλόγως ἄν λεχθ εί »ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ ὧν ἐποίησεν«; εἰ μέν γὰρ τῆς φαύλης διὰ τὰ πρότερα, πῶς μετέβαλλεν ἐπὶ τὰ βελτίονα; εἰ δὲ τῆς ἀστείας διὰ τὰ δεύτερα, πῶς ἀστείας φύσεως τυγχάνων ἄνομος ἦν; τὸ δ᾿ ὅμοιον ἐπαπορήσεις καὶ περὶ τοῦ ἀποστρέφοντος δικαίου »ἐκ τῆς δικαιοσύνης αὐτοῦ« καὶ ποιοῦντος »ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας«. πρὶν γὰρ ἀποστρέψαι ἀπὸ τῆς δικαιοσύνης ἐν δικαίοις ἔργοις τυγχάνων φαύλης φύσεως οὐκ ἦν · φαύλη γὰρ φύσις οὐκ ἄν ἐν δικαιοσύσνῃ γένοιτο, ἐπεὶ μὴ δύναται δένδρον πονηρὸν (ἡ κακία) καρποὺς ἀγαθους ποιεῖν (τοὺς ἀπὸ ἀρετῆς). πόλιν τε αὖ οὐκ ἄν ἀστείας καὶ ἀμεταβλήτου φύσεως ὢν ἀπὸ τοῦ καλοῦ ἀπέστρεφεν ἄν, μετὰ τό χρηματίσαι δίκαιος, »ἐκ τῆς δικαιοσύνης αὐτοῦ« ἐπὶ τὸ »ποιῆσαι ἀδικίαν κατὰ πάσας τὰς ἀνομίας αὐτοῦ, ἃς ἐποίησε«.

Τούτων δὲ εἰρημένων, νομιστέον ὡμοιῶσθαι τὴν βασιλείαν τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγούσῃ εἰς παράστασιν τοῦ ποικίλου τῶν ἐν ἀνθρώποις προαιρέσεων, διαφορὰν πρὸς ἀλλήλας πλείστην ὅσην ἐχουσῶν, ὡς εἶναι τὸ ἐκ παντὸς γένους συναγαγούσῃ ἐπαινετοὺς καὶ ψεκτοὺς ἐν ταῖς πρὸς τὰ εἴδη τῶν ἀρετῶν ἢ τῶν κακιῶν ἐπιρρεπείαις. σαγήνης δὲ πλοκῇ ποικίλῃ ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν κατὰ τὴν πεπλεγμένην ἐκ παντοδαπῶν καὶ ποικίλοων νοημάτων παλαιὰν καὶ καινὴν γραφήν. καὶ ὥσπερ [*](3. 4 Ez. 18, 24 — 6ff. 10 Vgl. Ez. 18, 21 — 13ff Vgl. Ez. 18, 24 — 16f Vgl. Matth. 7, 18 — 19f Ez. 18, 24 — 26—15, 12 Vgl. Cl Nr. 183 Or. (?) Π 159, 1 ff. An. C luc Nr. 18 Or. — 26ff Vgl. Orig. hom. XVI, 1 in Jer. (III, 132, 5ff.): τοὺς ἔχοντας ἀπὸ θεοῦ χάριν λόγου πεπλεγμένην ὡς δίκτυα καὶ συγκειμένην ἀπὸ τῶν ἱερῶν γραφῶν ὡς ἀμφίβληστρον. Vgl. Hier. in Matth. 98 D: contexuerunt sibi ex veteri et novo testamento sagenam evangelicorum dogmatum et miserunt eam in mare huius saeculi, quae usque hodie in mediis fluctibus tenditur, capiens de salsis et amaris gurgitibus etc.) [*](3 ἐκ] ἀπὸ M 5 τὴν < H 7 πόσος < H 9 λεχθ είη Kl mit V 10 ἑαυτοῦ H 11 πῶς—δεύτερα < H | μετέβαλεν υ 21 ὡμοιῶσθαι υ<M ὁμοιῶσθαι Η 26ff σαγήνης (Hu) C1 Nr. 185 Π σαγήνη MH 26 κακῶν Μ)

14
τῶν ὑπὸ τὴν σαγήνην πιπτόντων ἰχθύων οἱ μὲν κατὰ τἀκε τὰ μέρη τῆς σαγήνης εὑρίσκονται οἱ δὲ καθ’ἕτερα, καὶ ἕκαστος ὑφ’ ὅ κεκράτηται μέρος, οὕτως εὕροις ἄν καὶ ἐπὶ τῶν ὑπὸ τὴν σαγήνην τῶν γραφῶν ἐληλυθότων τινὰς με]ν κεκρατημένους ὑπὸ τὴν προξητικὴν πλοκὴν (φέρ’ εἰπεῖν, Ἡσαίου κατὰ τόδε τὸ ῥητὸν ἤ Ἰερεμίου ἤ Δανιήλ), ἄλλους δὲ κατὰ νομικὴν καὶ ἄλλους κατὰ εὐαγγελικὴν καὶ τινὸς κατὰ ἀποστολικήν. πρῶντον γὰρ ἁλισκό- μενός τις ὑπο τοῦ λόγου ἤ δοκῶν ἁλίκεσθαι, ἔκ τινος λαμβάνεται μέρους τῆς ὅλης σαγήωης. οὐδὲν δὲ ἄτοπον εἴ τινες τῶν ἁλόντων ἐχθύων ἐμπεριέχον- ται ὅλῃ τῇ τῆς ἐν ταῖς γραφαῖς σαγήνης πλοκῇ καὶ πανταχόθεν συνέχονται καὶ κρατοῦνται, διαδρᾶναι μὴ δυνάμενοι, ἀλλ’ ὡσπερεῖ πάντοθεν κατα- δουλούμενοι καὶ ἐκπεσεῖν τῆς σαγήνης οὐκ ἐώμενοι. Βέβληται δὲ ἡ σαγήνη αὔτη εἰς τὴν θάλασσαν, τὸν πανταχοῦ τῆς οἰκουμένης τῶν ‘νθρώπων κυματούμενον βίον, *** καὶ ἐν τοῖς ἁμυροῖς πράγμασι τοῦ βίου νηχομένων. αὕτη δὲ ἡ σαγήνη πρὸ τοῦ σωτῆρος ημῶν Ἰησοῦ ὅλη μὲν πεπληρωμένη οὐκ ἦν· ἔλειπε γὰρ τῇ νομικῇ καὶ προφητικῇ πλοκῇ ὁ εἰπών· »μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἤ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι«. καὶ πεπλήρωται ἡ τῆς σαγήωης πλοκὴ ἐν τοῖς εὐγγελίοις καὶ τοῖς Χρστοῦ διὰ τῶν ἀποστόλων λόγοις. διὰ τοῦτο οὖν ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείςῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συνγαγούςῃ.

Δύναται δὲ χωρὶς τῶν ἀποδεδομένων τὸ ἐκ παντὸς γένους συνα- γαγούςῃ δηλῦν τὴν ἀπὸ παντὸς γένους ἐθνῶν κλῆσιν. οἱ δὲ διακονη- σάμενοι τῇ βληθείςῃ εἰς τὴν θάλασσαν σαγήνῃ ὁ κύριός ἐστι τῆς σαγήνης Ἰησοῦς Χριστὸς καὶ οἰ προσελθόντες ἄγγελοι καὶ διακονησά- μενοι αὐτῷ, οἵτινες οὐκ ἀναβιβάζουσιν ἀπὸ τῆς θαλόσσης τὴν σαγήνην οὐκὲ φέρουσιν ἐπὶ τὸν ἔφω αὐτῆς αὐγιαλον, τὰ ἔξω τοῦ βίου πράγματα, ἐὰν μὴ πληρωθῇ ἡ σαγήνη, τουτέστι »τὸ πλήρωμα τῶν ἐθνῶν« εἰς αὐτῆν »εἰσέλ- θῃ«. ὅταν δὲ εἰδέλθῃ, τότε αὐτὴν ἀναβιβάζουσιν ἀπὸ τῶν τῇδε καὶ κότω πραγμάτων, καὶ φέρουσιν ἐπὶ τὸν τροπικῶς καλούμενον αὐγιαλόν· ἔνθα ἔργον ἔσται τῶν ἀναβιβασάντων αὐτὴν καὶ καθίσαι παρὰ τῷ αἰγιαλῷ καὶ ἱδρύσαι ἑαυτοὺς ἐκεῖ, ἕνα ἕκαστον μὲν τῶν ὑπὸ τὴν σαγνην καλῶν εἰς τὸ οἰκεῖον τάγμα κατασήσωσι κατὰ τὰ ὀνομαζόμενα ἀνταῦθα αὐτῶν ἐγ- γεῖα, τὰ δὲ ἐναντίως ἔχοντα καὶ σαπρὰ καλούμενα ἔξω βάλωσι. τὸ δὲ ἔξω ἡ κάμινός ἐστι τοῦ πυρός, ὡς ὁ σωτὴρ ἡρμήνευσεν εἰπών· οὕτως [*](15 Matth. 5, 17 — 24f Vgl. Matth. 4, 11 — 27 Vgl. Röm. 11, 25 — 4 φέρε Μ 13 *** Koe, etwa: ἄνω καὶ κάτω φερομένων 13 νηχο- μένων Κl νηχόμενον ΜΗ 21 τὸ] τῆ Μ 21 γένους Κl mit Cluc Nr. 18 24 ἄγγελοι] + καὶ ἅγιοι Π cod. Me | διακομισάμενοι Μ 26 τοῦ] τοῦδε τοῦ Cluc Nr. 18 28 ἔλθη Η 29 τὸν] τῶν Η)

15
ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἔγγελοι καὶ ἀφοριοῦσιν αὐτοῦς τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. πλὴν τηρητέον, ὅτι ἤδη διὰ τῆς τῶν ζιζανίων παραβολῆς καὶ τῆς προκειμένης ὁμοιώσεως διδασκόμεθα; ὅτι ἄγγελοι μέλλουσι πιστεύεσθαι τὸ διακρῖναι καὶ διαχωρίσαι τοὺς φαύλους ἀπὸ τῶν διακάων. ἀνωτέρω μὲν γὰρ λέγεται ὅτι »ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοῦς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων«, ἐνταῦθα δέ, ὅτι ἐξελεύσονται οἱ ἄγγελοι καὶ ἀφοριοῦσι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός.

Τούτοις δὲ οὐκ ἀκολουθεῖ, ὅπερ οἴονταί τενες, ὅτι καὶ τῶν ἁγίων ἀγγέλων εἰσὶ κρείττους οἱ ἄνθρωποι οἱ ἐν Χριστῷ σωζόμενοι· πῶς γὰρ δύναται οἱ ὑπὸ τῶν ἁγίων ἀγγέλων ἐις ἄγγη βαλλόμενοι τοῖς βάλλουσιν εἰς τὰ ἄγγη παραβάλλεσθαι, ὑπὸ τὴν ἐκείνων τεταγμένοι ἐξουσίαν; ταῦτα δέ φαμεν οὐκ ἀγνοοῦντες, τινῶν ἀγγέλων τῶν μὴ τοιαύτην οἰκονομίαν ἐγκεχειρισμένων (ἀλλ’ οὐδὲ τούτων πάωτων) διαφέρειν τοὺς ἐν Χριστῷ σωθησομένους ἀνθρώπους· ἀνέγνωμεν γὰρ καὶτὸ »εἰς ἅ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι«, ἔνθα οὐκ εἴρηται· πάντας »ἀγγελοι«. οἴδαμεν καὶ τὸ »ἀγγέλους καρινοῦμεν«, ὅπου μὴ λέλεκται· πάντας »ἀγγέλους«. τούτων δὲ ἀναγεγραμμένων περὶ τῆς σαγήνης καὶ τῶν ὑπὸ τὴν σαγήνην, ὁ βουλόμενος πρὸ τῆς συντελείας τοῦ αἰῶνος καὶ πρὸ τοῦ ἐξελθόντας τοὺς ἀγγέλους ἀφορίσαι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων μὴ εἶναι καὶ πονηροὺς ὑπὸ τὴν σαγήνην ἐκ παντὸς γένους ἔοικε μήτε τὴν γραφὴν ωενοηκέναι καὶ ἀδυνάτων ἐπιθυμεῖν. διὸ μὴ ξενιζώμεθα, ἐὰν πρὸ τοῦ ἀφορισθῆναι τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων ὑπὸ τῶν ἐπὶ τούτῳ ἐξαποσταλησομένων ἐγγέλων ὁρῶμεν ἡμῶν τὰ ἀθροίσματα πεπληρωμένα καὶ πονηρῶν. ἀλλ’ εἴθε μὴ πλείους τυγχάνοιεν ὄντες τῶν δικαίων οἱ βληθησόμενοι εἰς τὴν κάμινον τοῦ πυρός. ἐπεὶ δὲ ἐλέγομεν ἐν ἀρχῇ, ὅτι αἱ παραβολαὶ καὶ αἱ ὁμοιώσεις οὐκ εἰς πάτα, οἷς παραβάλλονται ἤ ὁμοιοῦνται, παραλαμβάνονται ἀλλ’ εἴς τινα, ἔτι τοῦτο κατασκευαστέον ἤ ἐκ τῶν λεχθησομένων, ὅτι ἐπὶ μὲν τῶν ἰχθύων, ὡς πρὸς τὴν ζωὴν αὐτῶν, φαῦλόν τι αὐτοῖς συμβαίνει τὸ ὑπὸ τὴν σαγήνην εὐπεθῆναι (τῆς γὰρ κατὰ φύσιν αὐτοῖς ζωῆς στερίσκονται καὶ οὔτε εἰς ἄγγη βαλλόμενοι οὔτε ἔξω [*](6 Matth. 13, 41f — 19 I. Pet. 1, 12 — 20 I. Kor. 6. 3 — 30ff Vgl. S. 12, 4 ff — 33ff Vgl. Orig. hom. XVI, 1 in Jer. (III, 132, 13ff)) [*](2 [αὐτοὺς]? Kl | μέσων Μ 15 τῶν ἁγίων] vgl. Z. 13 ἁγίων Η 19 ἅ] τὸ Μ 21 ὅπου] ἔνθα Μ 24. 27 μέσων Μ 26 ἀδύνατον Η)

16
ῥιπτόμενοι πλεῖόν τι πάσχουσι τοῦ ἀπολέσαι τὴν ὡς ἐν ἰχθύσι ζωήν), ἐπὶ δὲ τῶν, δι’ ἅ λαμβάνεται ἡ παραβολή, φαῦλον μέν ἐστι τὸ εἶναι ἐν θαλάσςῃ καὶ μὴ ὑπὸ τὴν σαγήνην ἐλθεῖν ἐπὶ τῷ εἰς ἄγγη μετὰ τῶν καλῶν βλη- θῆναι. οὕτω δὲ ἰχθῦς μὲν φαῦλοι ἔξω βάλλονται καὶ ῥιπτοῦνται, οἱ δὲ κατὰ τὴν προκειμένην ὁμοίωσιν φαῦλοι βάλλονται εἰς τὴν κάμινον τοῦ πυρός, ἴνα τὰ ἐν τῷ Ἰεζεκιὴλ περὶ τῆς καμίνου εἰρημένα καὶ ἐπὶ τούτους φθάςῃ· »καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων· υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες χαλκῷ καὶ σιδήρῳ« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ἐξέχεα τὸν θυμόν μου ἀφ’ ὑμᾶς«.

Συνήκατε ταῦτα πάντα; λέγουσι ναί
(13, 51 [52]). Ὁ γινώσκων τὰ ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων Χριστὸς Ἰησοῦς (ὡς καὶ περὶ τούτου ἐκίδαξεν ἐν τῷ εὐαγγελίῳ ὁ Ἰωάννης) οὐκ ἀγνοῦν ἐρωτᾷ, ἀλλ’ ἅπαξ ἀναλαβὼν ἄνθρωπον χρῆται καὶ τοῖς αὐτοῦ πᾶσιν, ὧν ἕν καὶ τὸ ἐρωτᾶν. καὶ οὐ θαυμαστὸν εἰ ὁ σωτὴρ τοῦτο ποιεῖ, ὅπου γε καὶ ὁ τῶν ὅλων θεὸς τροποφορῶν τοὺς ἀνθρώπους »ὡς εἴ τις τροπφορήσαι ἄνθρωπος τὸν υἱὺν αὐτοῦ« πυνθάνεται, ὡς ἐν τῷ »Ἀδάμ, ποῦ εἶ«; καὶ »ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός σου«; βιασάμενος δέ τις ἐνταῦθα φήσει οὐκ ἐρωτη- ματικῶς εἰρῆσθαι ἀλλὰ ἀποφαντικῶς τὸ συνήκατε, ἐρεῖ δ’ ὅτι καὶ οἱ μαθηταῖ μαρτυροῦντες αὐτοῦ τῇ ἀποφάσει λέγουσιν αὐτῷ τὸ ναί. πλὴν εἴτε ἐρωτᾷ εἴτε ἀποφαίνεται, ἐναγκαίως λέγται οὐ τὸ ταῦτα μόνον (δεικτικὸν ἔν) οὐδὲ τὸ πάντα μόνον, ἀλλὰ τὸ ταῦτα πάντα. ἔοικε δὲ νῦν τοὺς μαθητὰς παριστάναι πρὸ τῆς τῶν οὐρανῶν βασιλείας γραμματεῖς γεγονέναι· ἀλλὰ τούτῳ ἐναντιώσεται τὸ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τοῦτον εἰρημένον τὸν τρόπον· »θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου καὶ καταλαβόντες ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ διῶται ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν«. ἐπιζητήσει τις οὖν πρὸς ταῦτα· εἰ μὲν γραμματεῖς ἦσαν, πῶς »ἀγράμματοι« ἐν ταῖς Πράξεσι λέγονται »καὶ ἰδιῶται«; εἰ δ’ ἦσαν »ἀγράμματοι καὶ ἰδιῶται«, πῶς σαφέστατα γραμματεῖς ὑπὸ τοῦ σωτῆρος ὀνομάζονται; λεχθείη δ’ ἄν εἰς τὰ ἐζητημένα ὅτι ἤτοι οὐ πάντες ἀλλὰ Πέτρος καὶ Ἰωάννης »ἀγράμματοι [*](6 Ez. 22, 17 f — 7 Ez. 22, 22 — 13ff Vgl. Joh. 2, 24f — 14—20 Vgl. II 160, 1ff — 14ff Vgl. Orig. tom. X. 6 in Joh. (IV, 176, 24f) — 16 Deut. 1, 31 — 17 Gen. 3, 9 — Gen. 4, 9 — 22—18,7 Vgl. C1 Nr. 184 Or. = Cb Nr. 27 Or. — 25 Act. 4, 13 — 28 ff. 31 Vgl. Act. 4, 13 2 ἅ] οὕς ? Μ 4 μὲν] <Μ 6 τούτοις Μ 8 οἶκος + τοῦ Μ 14 ἀλλὰ Μ 15 γε] δὲ Μ 16 ὅλων] ἀγγέλων Μ 18 τις < Η 18f οὐκ —ἀποφαντικῶς z. T. zerstört in M 21 ἀποφένεται Η ράξεσι < Μ)
17
καὶ ἰδιῶται« ἐν ταῖς Πράξεσιν εἴρηνται, πλείονες δ’ ἦσαν οἱ μαθηταί, ἐφ’ οἷς συνιεῖσι πάντα λέλεκται τὸ πᾶς γραμματεὺς καὶ τὰ ἑξῆς· ἤ γραμμα- τεὺς πᾶς ὁ μεμαθητευμένος τῇ κατὰ τὰ γράμμα τοῦ νόμου διδασκαλίᾳ ἀνομάζεται, ὡς καὶ τοῦς ἀγραμμάτους μὲν καὶ ἰδιώτας (ἀγομένους δὲ ὑπὸ τῷ τοῦ νόμου γράμματι) γραμματεῖς λέγεσθαι κατά τι σημαινόμενον. καὶ ἰδιωτῶν γε μάλιστά ἐστι, μὴ εἰδότων τροπολογεῖν μηδὲ συνιέντων τὰ τῆς ἀναγωγῆς τῶν γραφῶν, ἀλλὰ τῷ γράμματι ψιλῷ πιστευόντων καὶ ποῦτο ἐκδικύντων, τὸ χρηματίζειν αὐτοὺς γραμματεῖς.

Οὕτως δέ τις διηγήσεται καὶ τὸ »οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑοκριταί«, ὡς παντὶ εἰρημένον τῷ πλὴν τοῦ γράμματος μηδὲν ἐπισταμένῳ. ἔνθα ζητήεις, εἰ ὥστερ νομιδὸς γραμματεὺς οὕτως ἔσται καὶ εαγγελικός, καὶ ὥσπερ τὸν νόμον ἀναγινώσκων καὶ ἀκύων καὶ λέγων »ἅτινά ἐστιν ἀλληγορούμενα«, οὕτω καὶ τὸ εὐαγγέλιον, ὡς εἰδέναι (τηρουμένης τῆς κατὰ τὰ γενομενα ἱστορίας) τὴν ἐπὶ τὰ πνευματικὰ ἄπταιστον ἀναγωγήν, ἵνα μὴ ᾖ μαθήματα »πνευματικὰ πονηρίας«, ἀλλ’ ἐναντίως ἔχοντα πωευματικῖς πονηρίας πωευματικὰ ἀγαθότητος. μαθητεύεται δὲ τῇ βασιλείᾳ τῶν οὐρανῶν γραμματεὺς κατὰ μὲν τὰ ἁπλούστερον, ὅτε ἀπὸ Ἰουδαϊσμοῦ ἀναλαμβάνει τις τὴν Ἰησοῦ Χριστοῦ ἐκκλησιαστικὴν διδασκαλίαν· κατὰ δὲ τὸ βαθύτερον, ὅτε τὰς διὰ τοῦ γράμματος τῶν γραφῶν εἰσαγωγὰρ παρα- λαβών τις ἀναβαίνει ἐπὶ τὰ πνευματικά, ἀνομαζόμενα βασιλείαν οὐρανῶν. καὶ καθ’ ἕκαστόν γε διανόημα ἐπιτυγχανόμενον καὶ ἐπαναβεβηκότως τῶν οὔτως ἀποδεδομένων οὐρανῶν. οὕτω δὲ καὶ τροπολογήσεις τό »μετα- νοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν«, ἵν’ οἱ γραμματεῖς, τουτέστιν οἱ τῷ γράμματι ψιλῷ προσαναπαυόμενοι, μετανοοῦντες ἀπὸ τῆς τοιαύτης ἐκδοχῆς μαθητεύωνται τῇ διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἐμψύχου λόγου πνευ- ματικῇ διδασκαλίᾳ, καλουμένῃ βασιλείᾳ οὐρανῶν. διὰ τοῦτο καὶ ὅσον μὲν Ἰησοῦς Χριστός, ὁ »ἐν ἀρχῇ πρὸς τὸν θεὸν« θεὸς λόγος οὐκ ἐπιδημεῖ ψυχῇ, οὐκ ἔστιν ἐν ἐκείνῃ ἡ βασιλεία τῶν οὐρανῶν· ὅταν δὲ ἀγγύς τις γένηται τοῦ χωρῆαι τὸν λόγον, τούτῳ ἐγγίζει ἡ βασιλεία τῶν οὐρανῶν.

Εἰ δὲ ταῦτόν ἐστιν ὑποστάσει (εἰ καὶ μὴ ἐπινοίᾳ) βασιλεία οὐρανῶν καὶ βασιλεία θεοῦ, δῆλον ὅτι πρὸς οὕς λέγεται· »ἡ βασιλεία τοῦ θεοῦ ἐν- τὸς ὑμῶν ἐστι«, πρὸς πούτους ἄν λέγοιτο καὶ τὸ »ἡ βασιλεία« τῶν οὐρανῶν [*](4f Vgl. Gal. 5, 18; Röm. 2, 27 — 5ff Vgl. Orig. c. Cels. VII, 18 (II, 170, 1ff) — 9 Matth. 23, 13 — 12 Gal. 4, 24 — 15 Vgl. Eph. 6, 12 — 24 Matth. 4, 17 — 29 Joh. 1, 2 — 33.34 Luc. 17, 21 10 μραμματέως Μ 11 ἐστὶ Η 20 οὐρανῶν] τοῦ οὐνου Μ 21 ἐπι- τυγχάνομεν Μc 23 περισσεύοντα] πιστεύων C1 Nr. 184)

18
»ἐντὸς ὑμῶν ἐστι«, καὶ μάλιστα διὰ τὴν ἀπὸ τοῦ γράμματος ἐπὶ τὸ πνεῦμα μετάνοιαν, ὅτι »ἡμίκα ἄν ἐπιστρέψῃ« τις »πρὸς κύριον, περιαιρῖται τὸ« ἐπὶ τῷ γράμματι »κάλυμμα· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν«. ὁ δὲ ἀληθῶς οἰκο- δεσπότης καὶ ἐλεύθερός ἐστι καὶ πλούσιος · πλουτῶν διὰ τὸ ἀπὸ γραμματείας μεμαθητεῦ< σ >θαι τῇ βασιλείᾳ τῶν οὐρανῶν »ἐν παντὶ λόγῳ« τῷ παρὰ τῆς παλαιᾶς διαθήκης »καὶ ἐν πάςῃ γνώσει« τῇ περὶ τῆς καινῆς Χριστοῦ Ἰησοῦ διδασκαλίας, καὶ τὸν πλοῦτον τοῦτον ἔχων ἀποκείμενον ἐν τῷ αὐτοῦ θησαυρῷ, ᾧ θησαυρίζει ὡς βασιλείᾳ μαθητευθεῖς τῶν οὐρανῶν »ἐν οὐρανῷ, ὅπου οὔτε σὴς ἀφανίζει, οὔτε κλέπται διορύσσουσι«. καὶ ἔστι γε ἀληθῶς ὁρίσασθαι περὶ τοῦ (ὡς ἀποδεδώκαμεν) ἐν οὐρανοῖς θησαυρί- ζοντος, ὅτι οὐδὲ εἷς σὴς τῶν παθῶν ἅψασθαι αὐτοῦ τῶν πνευματικῶν καὶ οὐρανίων δύναται χρημάτων. σὴς δὲ τῶν παθῶν εἶπον λαβὼν ἀφορμὴν ἀπὸ τῶν Παροιμιῶν, ἐν αἷς γέγραπται· »ὥσπερ σὴς ἐν ἱματίῳ καὶ ἐν ξήλῳ σκώληξ, οὕτως λύπη ἀνδρὸς βλάπτει καρδίαν«· σκώληξ γὰρ καὶ σής ἐστιν ἡ λύπη, βλάπτουσα καρδίων τὴν μὴ ἐν οὐρανοῖς καὶ τοῖς πνευματικῖς ἔχουσαν τοὺς θησαυρούς, ἐν οἷς ἐάν τις θησαυρίζῃ (ἐπεὶ »ὅπου ὁ θησαυρός, ἀκεῖ καὶ ἡ καρδία«), ἐν οὐρανοῖς ἔχει τὴν καρδίαν καὶ δἰ αὐτὴν λέγει· »ἐὰν παρατάξηται ἐπ’ ἐφὲ παρεμβολύ, οὐ φοβηθήσεται ἡ καρδία μου«. οὕτω δὲ οὐδὲ κλέπται, περὶ ὧν εἶπεν ὁ σωτὴρ ὅτι »πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ κλέπται εἰσὶ καὶ λῃσταί«, διορύσσειν δύνανται τὰ ἐν οὐρανοῖς τεθησαυρισμένα καὶ τὴν παροῦσαν αὐτοῖς καρδίαν καὶ διὰ τοῦτο λέγουσαν· »συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ« καὶ »ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει«.

Ἐπεὶ δὲ πᾶς γραμματεὺς μαθητευθεὶς τῇ βσιλείᾳ τῶν οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστιε πρφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά, δῆλον ὅτι καὶ (κατὰ τὴν καλουμένην τῆς προτάσεως ἀντιστροφὴν) πᾶς ὅστις μὴ προφέρει ἐν τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά, οὐκ ἔστι γραμματεὺς μαθητευεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν. συνάγειν οὖν παντίτρόπῳ πειρατέον ἐν τῇ καρδίᾳ ἡμῶν διὰ τοῦ προσέχειν »τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ« καὶ »ἐν τῷ νόμῳ κυρίου μελετᾶν ἡμέρας καὶ νυκτὸς« οὐ μόνον τὰ καινὰ τῶν εὐαγγελίων καὶ τῶν ἀποστόλων καὶ τῆς [*](2 II. Kor. 3, 16f — 5f I. Kor. 1, 5 — 9 Matth. 6, 20 — 10f. 16f. 18ff Vgl. Matth. 6, 20 — 13 Prov. 25, 20a — 16 Matth. 6, 21 — 17 Psal. 26, 3— 19 Joh. 10, 8 — 21 Eph. 2, 6 — 22 Phil. 3, 20 — 30 I. Tim. 4, 13 — 31 Psal. 1, 2 — 32ff Vgl. Harnack TU. 42, 4, 4 A. 2 2 ὅτι Ηu ὅτε Μ Η 5 μεμαθητεῦσθαι ρ 11 ὅτε Μ | ἅψεσθαι Μ 13 σὴς—καὶ Lo 21 καὶ1 + κλέπτειν Κoe 26 προσφέρει Μ 31 νόμῳ + τοῦ Μ)

19
ἀποκαλύψεως αὐτῶν λόγια, ἀλλὰ καὶ παλαιὰ τοῦ »σκιὰν« ἔχοντος »τῶν μελλόντων ἀγαθῶν« νόμου καὶ τῶν ἀκολούθως αὐτοῖς προφητευσάντων προφητῶν. συναχθἠσεται δὲ ταῦτα, ἐπὰν καὶ ἀναγινώσκωμεν καὶ γινώσκωμεν καὶ μεμνημένοι τούτων »πνευματικὰ πνευματικοῖς« εὐκαίρως συγκρίωμεν, οὐ τὰ ἀσύγκριτα πρὸς ἄλληλα συγκρίνοντες, ἀλλὰ συγκριτὰ καὶ ὁμοιότητά τινα ἔχοντα λέξεως ταὐτὸν σημαινύσης καὶ νοημάτων καὶ δογμάτων, ἴν' »ἐπὶ στόματος δύο ἤ τριῶν« ἤ καὶ πλειόνων »μαρτύρων« τῶν ἀπὸ τῆς γραφῆς στήσωμεν καὶ βεβαιώσωμεν »πᾶν ῥῆμα« τοῦ θεοῦ. καὶ διὰ τούτων δὲ δυσωπητέον τοὺς (ὅσον ἐφ' ἑαυτοῖς) τὴν θεότητα διαιροῦντας καὶ διακόπτοντας ἀπὸ τῶν παλαιῶν τὰ καινἀ, ὡς μακρὰν τυγχάνοντας τῆς πρὸς τὸν οἰκοδεσπότην ὁμοιώσεως, προφέροντα ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.

Ἐπεὶ δὲ ὁ ὁμοιούμενός τινι ἔτερός ἐστι παρ' ἐκεῖνον ᾦ ὁμοιοῦται, ἔσται ὁ μὲν μαθητευθεὶς τῇ βασιλείᾳ τῶν οὐρανῶν γραμματεὺς ὁ ὁμοιούμενος, ἔτερος δὲ παρὰ τοῦτον ὁ οἰκοδεσπότης, ὄς προφέρει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά· ὁ δὲ ὁμοιούμενος αὐτῷ, ὡς τοῦτον μιμούμενος, τὸ παραπλήσιον ποιεῖν βούλεται. μήπ[οτε οὖν ὁ μὲν οἰκοδεσπότης ἄνθρωπος αὐτός ἐστιν ὁ Ἰησοῦς, προφέρων ἐκ τοῦ θησαυροῦ αὐτοῦ κατὰ τὸν καιρὸν τῆς διδασκαλίας καινὰ μὲν τὰ πνευματικὰ καὶ ἀεὶ ἀνακαινούμενα ὑπ' αὐτοῦ ἐν τῷ ἔσω τῶν δικαίων ἀνθρώπῳ καὶ ἀεὶ ἀνακαινουμένῳ »ἡμέρᾳ καὶ ἡμέρᾳ«, παλαιὰ δἐ τὰ »ἐκ γράμμασιν ἐντετυπωμένα λίθοις« καὶ λιθίναις καρδίαις τοῦ παλαιοῦ ἀνθρώπου, ἴνα τῇ συγκρίσει τοῦ γράμματος καὶ τῇ παρστάσει τοῦ πνεύματος πλουτίσῃ τὸν μαθητευθέντα τῇ βασιλείᾳ τῶν οὐρανῶν γραμματέα καὶ ποιήσῃ ἑαυτῷ ὄμοιον, ἔως ὁ μαθητὴς »γένηται ὡς ὁ διδάσκαλος«, μιμούμενος πρῶτον τὸν μιμητὴν τοῦ Χριστοῦ, μετὰ δὲ τοῦτον καὶ αὐτὸν τὸν Χριστὸν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Παύλου· »μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ«. δύναται δὲ καὶ ἁπλούστερον Ἰησοῦς ὁ οἰκοδεσπότης προφέρειν ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ μὲν τὴν εὐαγγελικὴν διδασκαλίαν παλαιὰ δὲ τὴν σύγκρισιν τῶν ἀπὸ νόμου καὶ προφητῶν παραλαμβανομένων ῥητῶν, ὦν παραδείγματα ἔστιν ἐν τοῖς εὐαγγελίοις εὑρεῖν. περὶ δὲ τούτων τῶν [*](1 Vgl. Hebr. 10, 1 — 3 Vgl. II. Kor. 3, 2 — 4 Vgl. I. Kor. 2, 13 — 7ff Vgl. II. Kor. 13, 1 — 9f Vgl. Orig. hom. IX, I in Jer. (III, 64, 20ff) — 20f Vgl. II. Kor. 4, 16 — 21 II. Kor. 3, 7 — 22 Vgl. Ez. 11, 19; Orig. de princ. III, 1 (V, 219, 5) — 25 Matth. 10, 25 — 27 I. Kor. 11, 1) [*](13 δὲ <Μ | ὁ <Η 14 ὁ μὲν] ὁ δὲ καὶ Μ καὶ ὁ μὲν Diehl 21 ἀνακαινουμένῳ Κοe ἀνακαινουμένων Μ Η | ἀεὶ] hinter ἀνακαινουμένων Η 22 καὶ] 1. ἤ ? ΚΙ 26 τὸν2 υ<Μ Η 31ff Ση ταῦτα ὡς ἀναγκαιότατα i. m. H)

20
παλαιῶν καὶ καινῶν ἀκουστέον καὶ τοῦ πνευματικοῦ νόμου λέγοντος ἐν Λευϊτικῷ· »καὶ φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ προσώπου νέων ἐξοίσετε· καὶ θήσω τὴν σκηνήν μου ἐν ὑμῖν«· ἐσθίομεν γὰρ ἐν εὐλογίᾳ τὰ παλαιά, τοὺς προφητικοὺς λόγους, καὶ τούτων τῶν παλαιῶν τὰ παλαιά, τοὺς νομικούς, καὶ ἐλθόντων τῶν νέων καὶ εὐαγγελικῶν βιοῦντες κατὰ τὸ εὐαγγέλιον τὰ παλαιὰ τοῦ γράμματος ἐκ προσώπου νέων ἐκφέρομεν, καὶ τίθησι τὴν ἑαυτοῦ σκηνὴν ἐν ἡμῖν πληρῶν ἤν εἶπεν ἐπαγγελίαν· »ἐνοικήσω καὶ ἐμπεριπατήσω ἐν αὐτοῖς«.

Καὶ ἐγένετο ὄτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ
(13, 53 [—58]).

Ἐπεὶ ἐν τοῖς ἀνωτέρω ἐξητάσαμεν μήποτε τὰ μὲν τοῖς ὄχλοις λελαλημένα παραβολαὶ ἦσαν τὰ δὲ τοῖς μαθηταῖς ὁμοιότητες, καὶ τὰς εἰς τοῦτο ὑποπεσούσας παρατηρήσεις ἐξεθέμεθα, ὡς οἶμαι, οὐκ εὐκαταφρονήτους τυγχανούσας, χρὴ εἰδέναι, ὄτι δόξει ἐκείνοις πᾶσιν ἐναντιοῦσθαι τὸ ἐπιλέγεσθαι οὐκ ταῖς παραβολαῖς μόνον, ἀλλὰ καὶ ἐπὶ ταῖς (ὡς ἐξεδώκαμεν) ὁμοιότησι τὸ καὶ ἐγένετο ὄτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν. ζητοῦμεν οὖν πότερον ἐκεῖνα πάντα ἀθετητέον ἤ δύο γένη παραβολῶν λεκτέον, τῶν τε τοῖς ὄχλοις λαλουμένων καὶ τῶν τοῖς μαθηταῖς ἐπαγγελλομένων, ἤ καὶ ὁμώνυμον τὸ τῆς παραβολῆς ὄνομα νομιστέον ἤ τὸ ἐγένετο ὄτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας ἐπὶ τὰς ἀνωτέρω παραβολὰς μόνας τὰς πρὸ τῶν ὁμοιώσεων ἀνακτέον. διὰ γὰρ τὸ »ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τῶν οὐρανῶν, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς«, οὐχ οἶόν τε λέγειν τοῖς μαθηταῖς (ἄτε οὐκ οὖσι τῶν ἔξω) ἐν παραβολαῖς ἐκείνοις τὸν σωτῆρα μελαληκέναι. τούτῳ δὲ ἀκολουθεῖ ἤτοι τὸ ἐγένετο ὄτε ἐτέλεσεν ὁ Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν ἀναφέρεσθαι ἐπὶ τὰς ἀνωτάτω εἰρημένας παραβολὰς ἤ ὁμώνυμον εἶναι τὸ τῆς παραβολῆς ὄνομα ἤ δύο γένη εἶναι παραβολῶν ἤ μηδ' ὄλως εἶναι παραβλὰς ἄ ὠνομάσαμεν ὁμοιώσεις. πρόσχες δὲ ὄτι ἔξω τῆς πατρίδος αὐτοῦ λέγει τὰς παραβολάς, ἄς ὄτε ἐτέλεσε μετῆρεν ἐκεῖθεν, καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν. καὶ ὁ Μᾶρκος δέ φησι· »καὶ ἦλθεν εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ«. ζητητέον οὖν καὶ κατὰ τὴν λέξιν, πότερον Νάζαρα λέγει [*](2 Lev. 26, 10f — 6 Vgl. Röm. 7,6 — 8 II. Kor. 6, 16 (Lev. 26, 12) — 12ff Vgl. S. 4, 16ff — 23 Luc. 8, 10 — 25 Vgl. Marc. 4, 11 — 33 Marc. 6, 1 — 34f Matth. 2, 23 3 ἐξοίσεται Η 5 τῶν 1 <Η 8 ἑαυτοῖς Μ 18 πάντα] ταῦτα Μ 20 καὶ <Μ 23 ἀνενεκτέον Η 25 ἐκείναις Diehl 26 τὸ + καὶ Μ 30 ἑαυτοῦ Η 31 ἐτέλεσε] ἔλεγε Μ)

21
τὴν πατρίδα αὐτοῦ ἤ Βηθλεέμ· Νάζαρα μὲν διὰ τὸ »Ναζωραῖος κληθήσεται«, Βηθλεὲμ δὲ ἐπεὶ ἐν αὐτῇ γεγέννηται. ἔτι δὲ ἐφίστημι μήποτε δυνάμενοι οἱ εὐαγγελισταὶ εἰπεῖν· ἐλθὼν εἰς Βηθλεὲμ ἤ ἐλθὼν εἰς Νάζαρα, τοῦτο μὲν οὐ πεποιήκασι πατρίδα δὲ ὠνομάκασι διά τι μυστικῶς ἐν τῷ τόπῳ περὶ τῆς πατρίδος αὐτοῦ δηλούμενον ὄλης οὔσης τῆς Ἰουδαίας, ἐν ᾖ ἠτίμωται κατὰ τὸ οὐκ ἕστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ. καὶ ἐάν τις κατανοήσῃ Ἰησοῦν Χριστὸν »Ἰουδαίοις μὲν σκάνδαλον«, παρ' οἶς μέχρι τοῦ νῦν διώκεται, ἐν δὲ τοῖς ἔθνεσι κηρυσσόμενον καὶ πεπιστευμένον (ἔως γὰρ πάσης τῆς γῆς ἔδραμεν ὁ λόγος αὐτοῦ), ὄψεται ὄτι Ἰησοῦς ἐν μὲν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ εἶχε, παρὰ δὲ τοῖς ξένοις » τῶν διαθηκῶν« τιμᾶται, τοῖς ἔθνεσι. τίνα δὲ διδάσκων ἔλεγεν ἐν τῇ συναγωγῇ αὐτῶν, οὐκ ἀναγεγράφασιν οἱ εὐαγγελισταί, ἀλλ' ὄτι τηλικαῦτα καὶ τοιαῦτα ἦν, ὤστε ἐκπλήττεσθαι πάντας· καὶ εἰκὸς ὄτι ὑπὲρ γραγὴν ἦν τὰ εἰρημένα. πλὴν ἐν τῇ συναγωγῇ αὐτῶν ἐδίδασκεν, οὐ σχίζων ἀπ' αὐτῆς οὐδὲ ἀθετῶν αὐτήν.

Τὸ δὲ τούτῳ πόθεν ἡ σοφία αὔτη; πλείονα σαφῶς ἐμφαίνει καὶ ἐξαίρετον σοφίαν τῶν λόγων τοῦ Ἰησοῦ, ἀξίαν τοῦ »καὶ πλεῖον Σολομῶντος ὦδε«. καὶ δυνάμεις μείζους ἐποίει τῶν ἐν Ἠλίᾳ καὶ ἐν Ἐλισσαίῳ καὶ ἔτι πρότερον ἐν Μωσῇ καὶ Ἰησοῦ τοῦ Ναυῆ. ἔλεγον δὲ οἱ θαυμάζοντες, οὐκ εἰδότες αὐτὸν παρθένου υἱὸν οὐδὲ πιστεύοντες (εἰ καὶ ἐλέγετο) ἀλλ' ὑπολαμβάνοντες εἶναι Ἰωσὴφ τοῦ τέκτονος· οὐχ οὖτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; καὶ ὄλην γε τὴν φαινομένην αὐτοῦ ἐγγυτάτω συγγένειαν ἐξευτελίζοντες ἔφασκον τὸ οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; ᾤοντο οὖν αὐτὸν εἶναι Ἰωσὴφ καὶ Μαρίας υἱόν. τοὺς δὲ ἀδελφοὺς Ἰησοῦ φασί τινες εἶναι, ἐκ παραδόσεως ὁρμώμενοι τοῦ ἐπιγεγραμμένου κατὰ Πέτρον εὐαγγελίου ἤ τῆς βίβλου Ἰακώβου, υἱοὺς Ἰωσὴφ ἐκ προτέρας γυναικὸς συνῳκηκυίας αὐτῷ πρὸ τῆς Μαρίας. οἱ δὲ ταῦτα λέγοντες τὸ ἀξίωμα τῆς Μαρίας ἐν παρθενίᾳ τηρεῖν μέχρι τέλους βούλονται, ἴνα μὴ τὸ κριθὲν ἐκεῖνον σῶμα διακονήσασθαι τῷ εἰπόντι λόγῳ· »πνεῦμα ἄγιον ἐπελεύσεται ἐπί σε, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι« γνῷ κοίτην ἀνδρὸς μετὰ τὸ ἐπελθεῖν ἐν αὐτῇ πνεῦμα ἄγιον καὶ τὴν ἐπεσκιακυῖαν αὐτῇ δύναμιν ἐξ ὔψους. καὶ [*](2 Vgl. Matth. 2, 1 — 7 I. Kor. 1, 23 — 8f Vgl. I. Tim. 3, 16 — 9 Vgl. Röm. 10, 18; II. Thess. 3, 1 — 11 Vgl. Eph. 2, 12 — 17 Matth. 12, 42 — 26f Vgl. Π 161, 5f — 27ff Vgl. Harnack TU. 42, 4, 37 — 29ff Vgl. Harnack a. O.: ,,ein wichtiges Stück in der beginnenden Nariologie“ — 31 Luc. 1, 35 2 γεγέννηται ΚΙ γεγένηται Μ Η 5 οὔσης Koe | Ἰουδαίας] zerstört in M am Zeilenanfang Γαλιλαίας V 7 τις] + γε Η 15 σχιζόμενος Koe 19 Μωσῇ] vgl. zu S. 23, 26ff 23 oὐχὶ μݲηݲρݲ Μ 27 εἶναι s. 1. Mc)

22
οἶμαι λόγον ἔχειν, ἀνδρῶν μὲν καθαρότητος τῆς ἐν ἁγνείᾳ ἀπαρχὴν γεγονέναι τὸν Ἰησοῦν, γυναικῶν δὲ τὴν Μαρίαν· οὐ γὰρ εὔφημον, ἄλλῃ παρ' ἐκείνην τὴν ἀπαρχὴν τῆς παρθενίας ἐπιγράψασθαι.

Ἰάκωβος δέ ἐστιν οὖτος, ὄν λέγει Παῦλος ἰδεῖν ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ εἰπών· »ἔτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου«. ἐπὶ τοσοῦτον δὲ διέλαμψεν οὔτος ὁ Ἰάκωβος ἐν τῷ λαῷ ἐπὶ δικαιοσύ, ὡς Φλάβιον Ἰώσηπον, ἀναγράψαντα ἐν εἴκοσι βιβλίοις τὴν Ἰουδαϊκὴν ἀρχαιολογίαν, τὴν αἰτίαν παρασκαφῆναι, εἰρηκέναι κατὰ μῆνιν θεοῦ ταῦτα αὐτοῖς ἀπηντηκέναι διὰ τὰ εἰς Ἰάκωβον τὸν ἀδελφὸν Ἰησοῦ τοῦ λεγομένου Χριστοῦ ὑπ' αὐτῶν τετολμημένα. καὶ »τὸ θαυμαστόν ἐστιν«, ὄτι τὸν Ἰησοῦν ἡμῶν οὐ καταδεξάμενος εἶναι Χριστὸν οὐδὲν ἦττον Ἰακώβῳ δικαιοσύνην ἐμαρτύρησε τοσαύτην. λέγει δὲ ὄτι καὶ ὁ λαὸς ταῦτα ἐνόμιζε διὰ τὸν Ἰάκωβον πεπονθέναι. καὶ Ἰούδας ἔγραψεν ἐπιστολὴν στολὴν ὀλιγόστιχον μέν, πεπληρωμένην δὲ τῶν τῆς οὐρανίου χάριτος ἐρρωμένων λόγων· ὄστις ἐν τῶ προοιμίῳ εἴρηκεν· »Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου«. περὶ δὲ Ἰωσὴφ καὶ Σίμωνος ἡμεῖς οὐδὲν ἱστορήσαμεν. τὸ δὲ καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι; δοκεῖ μοι τοιοῦτόν τι σημαίνειν· τὰ ἡμέτερα φρονοῦσιν οὐ τὰ τοῦ Ἰησοῦ, καὶ οὐδὲν ξένον ἔχουσιν ἐξαιρέτου συνἐσεως ὡς ὁ Ἰησοῦς. μήτποτε δὲ ἐμφαίνεται διὰ τούτων ἐπαπόρησις περὶ τοῦ μηδὲ ἄνθρωπον εἶναι, ἀλλά τι θειότερον τὸν Ἰησοῦν, υἱὸν μὲν ὄντα (ὡς ὑπελάμβανον) Ἰωσὴφ καὶ Μαρίας, ἀδελφὸν δὲ τεσσάρων ἀρρένων, οὐδὲν δ' ἦττον καὶ ἑτέρων θηλειῶν, καὶ μηδὲν ἔχοντά τινι τῶν ἐκ γένους παραπλήσιον μηδ' ἐκ παιδεύσεως καὶ διδασκαλίας ἐπὶ τοσοῦτον σοφίας καὶ δυνάμεως ἐληλακότα. καὶ γὰρ ἀλλαχοῦ λέγουσι· »πῶς οὖτος γράμματα οἶδε μὴ μεμαθηκώς;« ὦν παραπλήσιόν ἐστι καὶ τὸ ἐνταῦθα λεγόμενον. πλὴν οἱ λέγοντες ταῦτα καὶ ἐπὶ τοσοῦτον ἐπαποροῦντες καὶ ἐκπλσσόμενοι οὐκ ἐπίστευον μὲν ἐσκανδαλίζοντο δὲ ἐν αὐτῷ, ὡσεὶ τοὺς ὀφθαλμοὺσ τῆς διανοίας κρατούμενοι ὑπὸ δυνάμεων, ἄς ἔμελλεν ἐν τῷ καιρῷ τοῦ πάθους θριαμβεύειν ἐν τῷ ξύλῳ.

[*](5 Gal. 1, 19 — 7ff Vgl. Orig. c. Cels. I, 47 (I, 97, 2ff) II, 13 (I, 143, 24ff) und Schürer 4 I, 581ff; Harnack TU. 42, 4, 51 — 12 Vgl. Joh. 9, 30 — 16 Jud. 1 — 17f Vgl. Zahn, Forschungen 6, 1900 passim — 23 Vgl. Epiphanius haer. 78, 7, 6 (III, 457, 16f):τέσσαρας μὲν ἄρρενας, θηλείας δὲ δύο. — 26 Joh. 7, 15 — 29 Vgl. Luc. 24, 16 — 30 Vgl. Kol. 2, 15 1 ἀν(??)ρῶν ἔχ(??)ιν Μ 2 ἄλλη Μc ἄλλην Μa H 7 Φλάυιον Μ 9 καταστραφπηναι Μ 11f καὶ τὸ] vgl. Joh. 9, 30 καίτοι Ηu 15 1. τῇ οὐρανἰᾳ χάριτι? Εlt 23 τεσσάρων] τεσάρων Μ| ἀρρένων ΚΙ 24 mit μηδ' ἐκ παι schließt in M fol. 8v, es fehlt dann ein Blatt; M beginnt wieder auf S. 25, 23)
23

Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ. ζητητέον πότερον καθολικῶς ἴσον δύναται ἐπὶ παάντα προφήτην ἀναφερόμενον τὸ λεγόμενον, ὡς ἑκάστονυ τῶν προφητῶν ἐν τῇ πατρίδι ἀτιμωθέντος), ἥ διὰ τὸ ἑνικῶς εἰρῆσθαι περὶ ἑνὸς ταῦτα λέλεκται. εἰ μὲν οὖν περὶ ἑνὸς ταῦτα λέγεται, ἀρκεῖ τὰ εἰρημπενα, ἀναφερόντων ἡμῶν τὸ γεγραμμένον εἰς τὸν σωτῆρα. εἰ δὲ καθολιόν ἐστιν, ἀπὸ μὲν τῆς ἱστορίας οὐκ ἀληθές (οὔτε γὰρ Ἠλίας ἐν Θεσβὼν τῆς Γαλαὰδ ἠτιμώθη οὔτε Ἐλισσαῖος ἐν Ἐβαλμαουλὰ οὔτε [ὁ] Σαμουὴλ ἐν Ἀρμαθαΐμ οὔθ' Ἱερεμίας ἐν Ἀναθώθ), τροπολογούμενον δὲ καὶ πάνυ ἀληθές. χρὴ γὰρ πατρίδα νομίζειν αὐτῶν τὴν Ἰουδαίαν καὶ συγγενεῖς τὸν Ἰσραὴλ ἐκεῖνον, οἰκίαν δὲ τἀχα τὸ σῶμα· ἠτιμώθησαν γὰρ πάντες ἐν τῇ Ἰουδαίᾳ ὑπὸ τοῦ »κατὰ σάρκα« Ἰσραὴλ ἔτι ὄντες ἐν τῷ σώματι, ὡς ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι γέγραπται ἐν ἐλεγμῷ λεγόμενον πρὸς τὸν λαόν· »τίνα γὰρ τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου;« παρὰ δὲ τῷ Παύθλῳ ἐν τῇ παρὸς Θεσσαλονικεῖς προτέρᾳ τὰ ὄμοια λέλεκται· »ὑμεῖς δὲ μιμηταὶ ἐγενἠθητε, ἀδελφοί, τῶν ἐκκλησιῶν τοῦ θεοῦ τῶν οὐσῶν ἐν τῇ Ἰουδαίᾳ ἐν Χρριστῷ Ἰησοῦ, ὄτι τὰ αὐτὰ ἐπάθετε καὶ ὑμεῖς ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθὼς καὶ αὐτοὶ ὑπὸ τῶν Ἰουδαίων, τῶν καὶ τὸν κύριον ἀποκτεινάντων Ἰησοῦν καὶ τοὺς προφήτας, καὶ ἡμᾶς ἐκδιωξάντων, καὶ θεῷ μὴ ἀρεσκόντων, καὶ πᾶσιν ἀνθρώποις ἐναντίων«. οὐκ ἐστιν οὖν προφήτης ἄτιμος ἐν τοῖς ἔθνεσιν· ἤ γὰρ οὐδ' ὄλως οἴδασιν αὐτὸν ἤ μαθόντες καὶ παραδεξάμενοι αὐτὸν προφήτην τιμῶσι. τοιοῦτοι δὲ οἱ ἀπὸ ἐκκλησίας. ἀτιμάζονται δὲ οἱ προφῆται πρῶτον μὲν διωχθέντες κατὰ ἱστορίαν ὑπὸ τοῦ λαοῦ, δεύτερον δὲ μὴ πιστευομεής αὐτῶν τῆς προφητείας ὑπὸ τοῦ λαοῦ. εἰ γὰρ ἐπίστευον Μωσῇ καὶ προφήταις, ἐπίστευον ἄν Χριστῷ τῷ παραστήσαντι, ὄτι ἀκολουθεῖ τοῖς πιστεύουσι Μωσῇ καὶ προφήταις τὸ πιστεύειν Χριστῷ καὶ τοῖς μὴ πιστεύουσι Χριστῷ τὸ μὴ πιστεύειν Μωσῇ. ἔτι δὲ ὥσπερ »διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν« ἀτιμάζειν ὁ ἁμαρτάνων λέγεται, οὔτω διὰ τοῦ μὴ πιστεύειν τῷ προφητευομένῳ ἀτιμάζεται ὑπὸ τοῦ ἀπιστοῦντος ταῖς προφητείαις ὁ προφήτης. Χρήσιμον δὲ ὡς πρὸς τὴν ἱστορίαν ἀναλέξασθαι ἄ πέπονθεν Ἱερεμίας ἐν τῷ λαῷ, ἐφ' οἶς εἶπε· »καὶ εἶπα· οὐ μὴ λαλήσω οὐδὲ μὴ ὀνομάσω τὸ ὄνομα [*](11 Vgl. Marc. 6, 4 — 12 Vgl. I. Kor. 10, 18 — 14 Act. 7, 52 — 17 I. Thess. 2, 14f — 26ff Vgl. Joh. 5, 46 — 29 Röm. 2, 23 — 32 ff Vgl. orig. hom. I, 13 in Jer. (III, 11, 14): ἄ πέπονθεν Ἱερεμίας ἀναγέγραπται κτλ. — 33 Jer. 20,9 9 ἐλεβαλμαουλα V | [ὁ] ΚΙ 15 καὶ ἀπέκτειναν Koe 24 δὲ< Vgl 26ff Μωσῇ] die Formen ohne υ überwiegen in den Haupthandschriften, ebenso im dat. μωση über μωσει 28 τὸ Koe 29 τῆς s. 1. H c 32 χρήσιμον Koe χρήσιμα Η)

24
κυρίου«, καὶ πάλιν ἀλλαχοῦ »διετέλεσα μυκτηριζόμενος«. ὅσα δὲ καὶ ὑπὸ τοῦ τότε βασιλέως τοῦ Ἰσραὴλ πέπονθεν, ἐν τῇ προφητείᾳ αὐτοῦ ἀναγέγραπται. καὶ Μωσέα δὲ ὅτι ἦλθον πολλάκις λιθόλευστον ποιῆσαι οἱ ἀπὸ τοῦ λαοῦ, καὶ τοῦτο γέγραπται, καὶ ἦν αὐτῷ πατρὶς οὐχ οἱ λίθοι τινὸς τόπου, ἀλλ' οἱ ἀκολουθήσαντες αὐτῷ, ὁ λαός, παρ' οἷς καὶ αὐτὸς ἠτιμώθη. καὶ Ἡσαΐας δὲ πεπρῖσθαι ὑπὸ τοῦ λαοῦ ἱστόρηται. εἰ δέ τις οὐ προσίεται τὴν ἱστορίαν, διὰ τὸ ἐν τῷ ἀποκρύφῳ Ἡσαΐᾳ αὐτὴν φέρεσθαι, πιστευσάτω τοῖς ἐν τῇ πρὸς Ἑβραίους οὕτω γεγραμμένοις· »ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν«· τὸ γὰρ »ἐπρίσθησαν« ἐπὶ τὸν Ἡσαΐαν ἀναφέρεται, ὥσπερ τὸ »ἐν φόνῳ μαχαίρας ἀπέθανον« ἐπὶ τὸν Ζαχαρίαν φονευθέντα »μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου«, ὡς ὁ σωτὴρ ἐδίδαξε μαρτυρῶν (ὡς οἶμαι) γραφῇ οὐ φερομένῃ μὲν ἐν τοῖς κοινοῖς καὶ δεδημευμένοις βιβλίοις, εἰκὸς δ' ὅτι ἐν ἀποκρύφοις φερομένῃ. ἠτιμώθησαν δὲ ἐν τῇ πατρίδι παρὰ τοῖς Ἰουδαίοις καὶ περιελθόντες »ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι« καὶ τὰ ἑξῆς. »πάντες« γὰρ »οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται«. εἰκὸς δ' ὅτι τοῦτο ἐπιστάμενος ὁ Παπυλος, τὸ προφήτην ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχειν, πολλαχοῦ τὸν λόγον κηρύξας, οὐκ ἐκδήρυξεν ἐν Ταρσῷ. καὶ οἱ ἀπόστολοι διὰ τοῦτο κατέλιπον τὸν Ἰσραήλ, ἐποίησαν δὲ τὸ προστεταγμένον ὑπὸ ὑπὸ τοῦ σωτῆρος· »μαθητεύσατε πάντα τὰ ἔθνη« καὶ τὸ »ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ καὶ πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς«. πεποιήκασι μὲν οὖν τὸ προστεταγμένον ἐν τῇ Ἰουδαίᾳ καὶ Ἱερουσαλήμ· ἀλλ' ἐπεὶ προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει, μὴ παραδεξαμένων Ἰουδαίων τὸν λόγον, ἀπεληλύθασιν εἰς τὰ ἔθνη. πρόσχες δέ, εἰ δύνασαι διὰ τὸ »ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσι« πεπληρωμενον μετὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἐν ταῖς ἀπὸ τῶν ἐθνῶν ἐκκλησίαις λέγειν, ὅτι οἱ πρότερον ἐκ τοῦ κόσμου καὶ διὰ τοῦ πιστεύειν γενόμενοι οὐκέτι ἐκ τοῦ κόσμου ἐν τῇ ἰδίᾳ πατρίδι, τῷ κόσμῳ, ἅγιον πνεῦμα λαβόντες καὶ προφητεύοντες τιμὴν οὐκ ἔχουσιν, ἀλλὰ ἀτιμάζονται. [*](1 Jer. 20, 7 — 3ff Vgl. Ex. 17, 4; Num. 14, 10 — 5ff Vgl. Harnack TU. 42, 4, 49 — 8 — 10 Hebr. 11, 37 — 10 Matth. 23, 35 — 11ff Vgl. Orig. prol. in Cant. (VIII, 88, 1ff) — 12ff Vgl. Orig. comm. in Matth. 23, 37ff (XI, 50, 24) — 14 Hebr. 11, 37 — 15 II. Tim. 3, 12 — 19 Matth. 28, 19 — 20 Act. 1, 8 23f Vgl. Act. 13, 46 — 25 Joel 2, 28 — 27f Vgl. Joh. 15, 19 7 1. ἀποκρύφῳ Ἡσαΐου? Κl, vgl. secretum Esaiae Orig. comm. ser. 28( XI, 50, 28) 12 οὐ] auch V μὴ υ | 1. δεδημοσι Schürer RE3 1, 622, 53, dagegen Zahn GK 1, 128 A. 1 14 περιελθόντες V ὑπελθόντες Η 24 ἀπεληλύθησαν V | δὲ < V | εἰ V ἠ Η 29 προφητεύσαντες V)
25
διὸ μακάριοί εἰσι τὰ αὐτὰ τοῖς προφήταις παθόντες κατὰ τὸ ὑπὸ τοῦ σωτῆρος λεγόμενον· »κατὰ ταὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν«. τούτοις δέ τις ἐμμελῶς προσέχων, εἰ διὰ τὸ πάνυ εὐτόνως βιοῦν καὶ ἐλέγχειν τοὺς ἁμαρτάνοντας μισοῖτο καὶ ἐπιβουλεύοιτο, ὡς διωκόμενος καὶ ὀνειδιζόμενος »ἕνεκεν δικαιοσύνης« οὐ μόνον οὐ λυπηθήσεται, ἀλλὰ καὶ χαρήσεται καὶ ἀγαλλιάσεται, πειθόμενος διὰ ταῦτα μισθὸν ἔχειν πολὺν »ἐν τοῖς οὐρανοῖς« ἀπο τοῦ ὁμοιώσαντος αὐτὸν τοῖς προφήταις ἐκ τοῦ ταὐτὰ πεπονθέναι. ἀτιμάζεσθαι τοίνυν ἐν τῷ κόσμῳ καὶ παρὰ τοῖς ἁμαρτάνουσι, βαρουμένοις τῷ βίῳ τοῦ δικαίου, χρὴ τὸν ζηλοῦντα βίον προφητικὸν καὶ χωρήσαντα τὸ ἐν ἐκείνοις πνεῦμα.

Ἑξῆς ἔστιν ἰδεῖν τὸ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς διὰ τὴν ἀπιστίαν αὐτῶν. διὰ τούτων δὲ διδασκόμεθα, ὅτι αἱ δυνάμεις ἐν τοῖς πιστεύουσιν ἐγίνοντο, ἐπεὶ »παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται«, ἐν ἀπίστοις δὲ οὐ μόνον οὐκ ἐνήργουν αἱ δυνάμεις, ἀλλ' (ὡς ὁ Μᾶρκος ἀνέγραψεν) οὐδὲ ἐδύναντο ἐνεργεῖν. πρόσχες γὰρ τῷ »οὐκ ἠδύνατο ἐκῖ οὐδεμίαν ποιῆσαι δύναμιν«· οὐ γὰρ εἶπεν »οὐκ« ἤθελεν, ἀλλ' »οὐκ ἠδύνατο«, ὡς ἐρχομένης μὲν ἐπὶ τὴν ἐνεργοῦσαν δύναμιν συμπράξεως ὑπὸ πίστεως ἐκείνου εἰς ὅν ἐνήργει ἡ δύναμις, κωλυομένης δὲ ἐνεργεῖν ὑπὸ τῆς ἀπιστίας. ὅρα οὖν, ὅτι πρὸς τούς εἰπόντας· »διὰ τί οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;« εἶπε· »διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν«, καὶ πρὸς τὸν ἀρξάμενον καταποντίζεσθαι Πέτρον λέλεκται· »ὀλιγόπιστε, εἰς τί ἐδίστασας;« ἀλλὰ καὶ ἡ αἱμορροοῦσα, μὴ ἀξιώσασα περὶ τῆς θεραπείας, ἀλλὰ μόνον λογισαμένη, εἰ ἅψατιτο »τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ«, ὅτι ἰαθήσεται, »ἰάθη παραχρῆμα«, καὶ ὁμολογεῖ τῷ τρόπῳ τῆς ἰάσεως ὁ σωτὴρ λέγων· »τίς μου ἥψατο; ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ' ἐμοῦ«. καὶ τάχα ὥσπερ ἐπὶ τῶν σωμάτων ἐστί τισι πρός τινα φυσικὴ ὁλκή, ὡς τῇ μαγνησίᾳ λίθῳ πρὸς σίδηρον καὶ τῷ καλουμένῳ νάφθᾳ πρὸς πῦρ, οὕτως τῇ τοιᾷδε πίστει πρὸς θείαν δύναμιν· καθὸ εἴρηται καὶ τὸ »ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· μετάβηθι [*](1 Vgl. Luc. 6, 22 — 2 Luc. 6, 23 — 3 Vgl. Matth. 18, 15? — 4ff Vgl. Matth. 5, 10—12 — 8ff Vgl. Orig. hom. XIV, 14 in Jer. (III, 120, 4ff): τί οὖν παράδοξον, εἰ θέλων τις ζηλοῦν τὸν βίον τὸν προφητικόν, ἐλέγχων, ἐπιπλήσσων τὸν ἁμαρτάνοντα κακολογεῖται, μισεῖται, ἐπιβουλεύεται; — 13 Μatth. 25, 29 — 16ff Marc. 6, 5 — 20f Matth. 17, 19f — 22 Matth. 14, 31 — 23 Vgl. Marc. 5, 28; 6, 56 — 24 Vgl. Luc. 8, 47 — 25 Marc. 5, 31; Luc. 8, 46 — 27f Vgl. Harnack TU. 42, 4, 101 — 29 Matth. 17, 20 2 ταυτὰ V ταῦτα Η 7 ταυτὰ Η V 9 1. προφητῶν Koe (wegen ἐν ἐκείνος Ζ. 10) 15 ἀνέγραψε Η 21 Πέτρον καταποντίζεσθαι V 23 ἀλλὰ μόνον] hiermit setzt M wieder ein: fol. 16r)

26
ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται«. ἀκριβῶς δὲ δοκοῦσί μοι ὁ Ματθαῖος καὶ ὁ Μᾶρκος τὸ ὑπερέχον τῆς θείας δυνάμεως παραστῆσαι βουλόμενοι ὅτι καὶ ἐν ἀπιστίᾳ δύναται, ἀλλ' οὐκ ἐπὶ πλεῖον δύναται, ὅσον δύναται ἐν πίστει τῇ τῶν εὐεργετουμένων, εἰρηκέναι οὐχ ὅτι οὐκ ἐποίησε δυνάμεις διὰ τὴν ἀπιστίαν αὐτῶν, ἀλλ' οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλάς. καὶ ὁ Μᾶρκος δὲ οὐκ εἶπεν ὅτι »οὐκ ἐδύνατο ἐκεῖ οὐδεμίαν ποιῆσαι δύναμιν« καὶ ἔστη ἐπὶ τούτῳ, ἀλλὰ προσέθηκεν· »εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσε«, νικώσης τῆς ἐν αὐτῷ δυνάμεως καὶ οὕτως τὴν ἀπιστίαν.

Δοκεῖ δέ μοι ὅτι, ὥσπερ ἐπὶ τῶν σωματικῶν οὔτε αὐτάρκης γεωργία πρὸς συγκομιδὴν καρπῶν, ἐὰν μὴ τὸ περιεχόμενον εἰς τοῦτο συνεργῇ (μᾶλλον δὲ τὸ περιέχον) ποιότητι ὁποίᾳ βούλεται ὁ κοσμῶν καὶ ποιῶν αὐτὸ ὁποῖον θέλει, οὔτε τὸ περιέχον χωρὶς γεωργίας (μᾶλλον δὲ ὁ προνοῶν οὐ ποιήσαι ἄν ἀνατεῖλαι ἀπὸ τῆς γῆς τὰ ἀπὸ τῆς γῆς ἀνατέλλοντα χωρὶς γεωργίας· ἅπαξ γὰρ τοῦτο πεποίηκεν ἐν τῷ »βλαστησάτω ῃ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα«), οὕτω δὴ οὔτε τὰ ἐνεργήματα τῶν δυνάμεων χωρὶς πίστεως τῆς τῶν θεραπευομένων τὸ αὐτοτελὲς ἔργον ἐπιδείκνυται πρὸς ἴασιν οὔθ' ἡ πίστις, ὁποία ποτ' ἄν ᾖ, χωρὶς τῆς θείας δυνάμεως. καὶ τὸ γεγραμμένον δὲ περὶ σοφίας ἐφαρμόσεις καὶ τῇ πίστει καὶ ταῖς ἀρεταῖς κατ' εἶδος, ὥστε τοιοῦτον ποιῆσαι λόγον· »κἄν γάρ τις ᾖ τέλειος« ἐν πίστει« ἐν υἱοῖς ἀνθρώπων, τῆς ἀπὸ σοῦ« δυνάμεως« ἀπούσης εἰς οὐδὲν λογισθήσεται«, ἤ »τέλειος« τῇ σωφροσύνῃ, ὡς »ἐν υἱοῖς ἀνθρ;φωπων, τῆς ἀπὸ σοῦ« σωφροσύνης »ἀπούσης, εἰς οὐδὲν λογισθήσεται«, ἤ »τέλειος« ἐν δικαιοσύνῃ καὶ ταῖς λοιπαῖς ἀρεταῖς, »τῆς ἀπὸ σοῦ« δικαιοσύνης ἀπού σης καὶ τῶν ἀπὸ σοῦ λοιπῶν ἀρετῶν »εἰς οὐδὲν λογισθήσεται«. ὅθεν »μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, μηδὲ ὁ ἰδχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ«· τὸ γὰρ καυχήσεως ἄξιον οὐχ ἡμέτερον, ἀλλὰ δῶρόν ἐστι τοῦ θεοῦ ἡ ἀπ' αὐτοῦ σοφία καὶ ἡ ἀπ' αὐτοῦ αὐτοῦ ἰσχὺς καὶ οὕτω τὰ λοιπά.

Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρώδης ὁ τετράρχης Ἰωάννης ὁ βαπτιστής
(14, 1. 2[—11]).

Παρὰ δὲ τῷ Μάρκῳ οὕτως καὶ παρὰ τῷ Λουκᾷ οὕτως. διαφόρους δόξας εἶχον περὶ τῶν πραγμάτων Ἰουδαῖοι, τινὰς μὲν ψευδεῖς, ὁποίας [*](6f Marc. 6, 5 — 10 Vgl. Orig. de princ. III, 1, 19 (V, 232, 6) — 15 Gen. 1, 11 — 16f Vgl. I. Kor. 12, 10 — 20ff sap. sal. 9, 6 — 26 Jer. 9, 23 — 32 Vgl. Harnack TU. 42, 4, 84 A. 1 6 οἷπεν + μόμνον Koe 11 1. περιέχον? Hu 16 ῆ Kl δὲ Μ Η 22—23 ἤ—λογισθήσεται < Μ 24/25 ἀπούσης Hu 27 τοῦ < Η)

27
ἐφρόνουν οἱ Σαδδουκαῖοι περὶ ἀναστάσεως νεκρῶν ὡς οὐκ ἐγειρομένων, καὶ περὶ ἀγγέλων ὡς οὐχ ὑπαρχόντων, ἀλλὰ τροπολογουμένων τῶν περὶ αὐτῶν ἀναγεγραμμένων μόνον καὶ μηδὲν ὡς πρὸς τὴν ἱστορίαν ἀληθὲς ἐχόντων· ἑτέρας δὲ [ὡς] ἀληθεῖς, ὡς περὶ ἀναστάσεως νεκρῶν ὅτι ἐγείρονται, ἐδίδασκον οἱ Φαρισαῖον, τὸ οὖν ζητούμενον κατὰ τὸν τόπον ἐστίν, εἰ τοιαύτη τις ἦν περὶ ψυχῆς δόξα, ἥν ἐφρόνει Ἡρώδης ἐσφαλμένως καί τινες τῶν ἀπὸ τοῦ λαοῦ, ὅτι ὁ πρὸ ὀλίγου ἀναιρεθεὶς ὑπ' αὐτοῦ Ἰωάννης ἀνέστη ἀπὸ τῶν νεκρῶν μετὰ τὸ ἀποκεφαλισθῆναι, καὶ ἦν αὐτὸς ἑτέρῳ ὀνόματι χρώμενος καὶ καλούμενος νῦν Ἰησοῦς, δεκτικὸς τῶν αὐτῶν δυνάμεων, αἵ πρότερον ἐνήργουν ἐν τῷ Ἰωάννῃ. ποίαν οὖν ἔχει πιθανότητα τὸν ἐπὶ τοσοῦτον γνώριμον παντὶ λαῷ καὶ διαβόητον ἐν ὅλῃ τῇ Ἰουδαίᾳ, ὅν ἔκλεγον υἱὸν εἶναι »τοῦ τέκτονος« καὶ Μαρίας καὶ ἀδελφοὺς ἔχειν τοιούσδε καὶ ἀδελφάς, νομίζεσθαι εἶναι οὐχ ἕτερον Ἰωάννου, ᾧ πατὴρ ἦν Ζαχαρίας καὶ μήτηρ Ἐλισάβετ, οὐδ' αὐτοὶ ἄσημοι ἐν τῷ λαῷ; εἰκὸς δ' ὅτι ὁ λαὸς φρονοῦντες περὶ τοῦ Ἰωάννου »ὅτι ὄντως προφήτης ἦν«, καὶ τοσοῦτοι τυγχάνοντες, ὡς φοβεῖσθαι τοὺς Φαρισαίους (διὰ τὸ μὴ δυσάρεστον δοκεῖν τῷ λαῷ λέγειν) ἀποκρίνεσθαι, πότερον »ἐξ οὐρανοῦ ἦν ἤ ἐξ ἀνθρώπων« τὸ βάπτισμα αὐτοῦ, οὐκ ἠγνόουν υἱὸν αὐτὸν τυγχάνειν Ζαχαρίου. τάχα δὲ καὶ εἴς τινας ἔφθασεν αὐτῶν τὰ τῆς ἑωραμένης ὀπτασίας ἐν τῷ ναῷ, φανέντος τῷ Ζαχαρίᾳ τοῦ Γαβριήλ. ποίαν δὴ οὖν ἔχει πιθανότητα ἡ τοῦ εἴτε Ἡρώδου εἴτε τινῶν ἀπὸ τοῦ λαοῦ ἀπάτη, πρὸς τὸ νομίσαι, ὅτι οὐ δύο τινὲς γεγόνασιν ὁ Ἰωάννης καὶ ὁ Ἰησοῦς, ἀλλ' εἷς καὶ ὁ αὐτὸς ὤν Ἰωάννης, ἀναστὰς, μετὰ τὸ ἀποκεφαλισθῆναι ἐκ τῶν νεκρῶν, ἐκλήθη Ἰησοῦς;

Λέγοι δ' ἄν τις τὴν τῆς μετενσωματώσεως ψευδοδοξίαν γεγονέναι ἐν τῷ Ἡρώδῃ καί τισι τῶν ἀπὶ τοῦ λαοῦ, ἀφ' ἧς ᾤοντο τόν ποτε Ἰωάννην ἐν γενέσει γενέσθαι καὶ ἐκ νεκρῶν ἐληλυθέναι εἰς τὸν βίον ὡς Ἰησοῦν. ἀλλ' οὐδὲ ταύτην τὴν ψευδοδοξίαν πιθανὴν ἐᾷ νομισθῆναι ὁ μεταξὺ χρόνος τῆς γενέσεως Ἰωάννου καὶ Ἰησοῦ, οὐ πλεῖον μηνῶν ἕξ τυγχάνων. τάχα δὲ μᾶλλον τοιαύτη τις ὑπόληψις ἦν ἐν τῷ Ἡρώδῃ, ὅτι αἱ ἐνεργήσασαι [*](12 Vgl. Matth. 13, 55g (vgl. Marc. 6, 3 var. lect.) — 15 Marc. 11, 32 — 17 Marc. 11, 30 — 19f Vgl. Luc. 1, 22. 19 — 25—28, 8 C1 Nr. 186 Or. II 163, 1ff An. Hier. in Matth. 100 C: quidam ecclesiasticorum interpretum causas quaerit, quare Herodes ista sit suspicatus etc. — 28f Vgl. Luc. 1, 24—26. 36 4 [ὡς] Kl vgl. S. 26, 33 8 αὐτὸς] ὁ αὐτὸς υ 9 αὐτῶν Hu αὐτοῦ Μ Η 11 παντὶ] + τῷ ? Kl 20 ναῷ Μ Η c. r. λαῷ Η a V | δὴ < Μ 22 ὁ 30 Hc < M Ηα 23 ἐκ] ἀπὸ Μ 29 πλεῖων Η)

28
δυνάμεις ἐν τῷ Ἰωάννῃ μετέστησαν ἐπὶ τὸν Ἰησοῦν, ἀφ' ὧν ὁ Ἰωάννης βαπτιστὴς εἶναι πεπίστευτο ἐν τῷ λαῷ. καὶ χρήσαιτό τις ἐπιχειρήματι τοιούτῳ· ὥσπερ διὰ τὸ πνεῦμα καὶ τὴν δύναμιν Ἠλίου καὶ οὐ διὰ τὴν ψυχὴν αὐτοῦ περὶ Ἰωάννου λέγεται· »αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι«, τοῦ ἐν Ἠλίᾳ πνεύματος καὶ τῆς ἐν ἐκείνῳ δυνάμεως μετεληλυθυιῶν ἐπὶ τὸν Ἰωάννην, οὕτως ᾤετοὁ Ἡρώδης τὰς ἐν Ἰωάννῃ δυνάμεις ἐν μὲν τῷ Ἰωάννῃ ἐνηργηκέναι τὰ τοῦ βαπτίσματος καὶ τῆς διδασκαλίας (»Ἰωάννης γὰρ ἐποίησε σημεῖον οὐδὲ ἕν«), ἐν δὲ τῷ Ἰησοῦ τὰς τεραστίους δυνάμεις. τὸ δ' ὅμοιόν τις φήσει ὑπειληφέναι τοὺς εἰρηκότας Ἠλίαν πεφηνέναι ἐν τῷ Ἰησοῦ, ἤ προφήτην ἕνα »τῶν ἀρχαίων« ἐγηγέρθαι, οὐδὲν δὲ ζητήσεως ἔχεται τὸ δόγμα τῶν εἰρηκότων »ὅτι προφήτης ὡς εἷς τῶν προφητων« ἦν Ἰησοῦς. ψευδὴς μὲν οὖν ὁ τοῦ εἴτε Ἡρώδου λόγος, ὅς περὶ τοῦ Ἰησοῦ ἐστιν ἀναγεγραμμένος, εἴτε ὁ ὑπό τινων εἰρημένος. πλὴν δοκεῖ μοι μᾶλλον ἔχεσθαι πιθανότητος τὸ ἀνάλογον τῷ »ἐν πνεύματι καὶ δυνάμει Ἠλίου« προεληλυθέναι τὸν Ἰωάννην τοῖς νῦν ὑπονοουμ;νοις περὶ Ἰωάννου καὶ Ἰησοῦ ὑπὸ τούτων. ἐπεὶ δὲ πρῶτον μὲν ἐμάθομεν ὅτι μετὰ τὸν πειρασμὸν ὁ σωτὴρ »ἀκούσας ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν«, δεύτερον δὲ ὅτι Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ τυγχάνων, ἀκούσας τὰ περὶ τοῦ Ἰησοῦ, »πέμψας δύο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· σὺ εἶ ὁ ἐρχόμενος, ἤ ἕτερον προσδοκῶμεν«; καὶ τρίτον ἁπαξαπλῶς ὅτι Ἡρώδης εἶπε περὶ τοῦ Ἰησοῦ, ὅτι α'τυός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, οὐδαμόθεν δὲ προέγνωμεν τὸν τρόπον τῆς ἀναιρέσεως τοῦ βαπτιστοῦ, διὰ τοῦτο νῦν καὶ τοῦτο ἀνέγραψεν ὁ Ματθαῖος, καὶ ὁ Μᾶρκος δὲ αὐτῷ παραπλησίως· ὁ δὲ Λουκᾶς τὰ πολλὰ τῆς παρὰ τούτοις παρεσιώπησεν ἱστορίας.

Ἔχει δὲ οὕτως ἡ τοῦ Ματθαίου λέξις· ὁ γὰρ Ἡρώδης κρατήσας τὸν Ἰωάννην, ἔδησεν αὐτὸν ἐν τῇ φυλακῇ, εἰς ταῦτ' οὖν δοκεῖ μοι ὅτι, ὥσπερ »ὁ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννυ«, μεθ' ὅν ἔληξεν ἡ προφητικὴ ἀπὸ Ἰουδαίων χάρις, οὕτως ἡ τῶν βασιλευσαντων ἐν τῷ λαῷ ἐξουσία (μέχρι τοῦ ἀναιρεῖν τοὺς νομιζομένους ἀξίους θανάτου αὐτοῖς ὑπάρχουσα) ἕως Ἰωάννου ἦν, καὶ ἀναιρεθέντος τοῦ τελευταίου τῶν προφητῶν παρανόμως ὑπὸ τοῦ Ἡρώδου ἀφῃρέθη ὁ Ἰουδαίων βασιλεὺς τῆς τοῦ ἀναιρεῖν ἐξουσίας. ἐι γὰρ μὴ ἀφῄρητο αὐτὴν ὁ Ἡρώδης, οὐκ ἄν ἐδίκασεν ὁλκή [*](3. 4. 14 Vgl. Luc. 1, 17 — 4 Matth. 11, 14 — 7 Joh. 10, 41 — 9f Vgl. Luc. 9, 8 — 11 Marc. 6, 15 — 17 Matth. 4, 12 — 18f Matth. 11, 2f — 23 Vgl. Marc. 6, 17ff — 28 Matth. 11, 13. Vgl. S. 29, 9f. 27; Hautsch TU. 34, 2a, 43 1 ὁ < Η 2 τις ἄν Diehl 12 ὅς Diehl Koe 14 τῷ Kl τὸ ΜΗ 18 Ἰωάννης Koe 20 εἶπεν Η 27 ταῦτα Μ)

29
Πιλᾶτος τὸν Ἰησοῦν τὴν ἐπὶ θανάτῳ, ἁλλ'ἤρκεσεν ἂν εἰς τοῦτο Ἡρώδης μετὰ τῆς ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ εἰς τοῦτο βουλῆς. καὶ τότε (οἶμαι) πεπλήρωται τὸ ὑπὸ τοῦ Ἰακὼβ πρὸς Ἰούδαν τοῦτον εἰρημένον τὸν τρόπον. »οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἠγούμενος ἐξἸσραήλ, ἔως ἂν ἔλθῃ ᾦ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν«. τάχα δὲ καὶ ἀφῃρέθησαν τὴν ἐξουσίαν ταύτην Ἰουδαῖοι, τῆς θείας παρασχούσης προνοίας τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ ἐν τῷ λαῷ νομήν, ἵνα, κἄν κωλύηται ὑπὸ Ἰουδαίων αὕτη, ἀλλὰ μὴ μέχρι ἀναιρέσεως τῶν πιατευόντων χωρῇ, δοκούσης τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ ἐν τῷ λαῷ νομήν, ἵνα, κἂν κωλύηται ὑπὸ Ἰουδαίων αὕτη, ἀλλὰ μὴ μέχρι ἀναιρέσεως τῶν πιστευόντων χωρῇ, δοκούσης κατὰ νόμον γίγνεσθαι. Ἡρώδης δὲ κρατήσας τὸν Ἰωάννην ἔδησεν ἐν φυλακῇ καὶ ἀπέθετο, σύμβολον ποιῶν τοῦ (τὸ ὅσον ἐφ'ἑαυτῷ καὶ τῇ κακίᾳ τοῦ λαοῦ) κατᾳδῆσαι καὶ κατακλεῖσαι λόγον τὸν προφητικὸν καὶ κωλῦσαι αὐτὸν ἔτι μένειν τῆς ἀληθείας κήρυκα ἐπ'ἐλευθερίᾳ, ὡς τὸ πρότερον. τοῦτο δὲ πεποίηκεν Ἡρώδης διὰ Ἡρωδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. ἔλεγε γὰρ αὐτῷ ὁ Ἰωάννης. οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. οὖτος δὲ ὁ Φίλιππος ἦν τετράρχης »τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας«. τινὲς μὲν οὖν οἴονται ὅτι ἀποθανόντος Φιλίππου, θυγατέρα καταλιπόντος Ἡρωδιάδα, ἔγημα τὴν τοῦ ἀδελφοῦ γυναῖκα ὁ Ἡρώδης, τοῦ νόμου τὸν γάμον ἐν ἀπαιδίᾳ συγχωροῦντος. ἡμεῖς δέ, μηδαμῆ σαφῶς εὑρίσκοντες τεθνηκέναι τὸν Φίλιππον, μεῖζον ἔτι τὸ παρανόμημα τῷ Ἡρώδῃ λογιζόμεθα γεγονέναι, ὅτι καὶ ζῶντος ἀπέστησε τοῦ ἀδελφοῦ τὴν γυναῖκα.

Διόπερ προφητικῇ παρρησίᾳ κεκοσμημένος ὁ Ἰωάννης καὶ μὴ καταπληττόμενος τὸ βασιλικὸν ἀξίωμα τοῦ Ἡρώδου, μηδὲ διὰ τὸ δέος τοῦ θανάτου παρασιωπῶν περὶ τοῦ τηλικούτου ἁμαρτήματος, ἔλεγε τῷ Ἡρώδῃθείου πληρωθεὶς φρονήματος. οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. οὐ γὰρ »ἔξεστί σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου«. καὶὁ μὲν Ἡρώδης, κρατήσας τὸν Ἰωάννην, δήσας ἀπέθετο ἐν τῇ φυλακῇ, μὴ τολμῶν πάντη ἀποκτεῖναι »τὸν προφητικὸν λόγον« καὶ ἀνελεῖν ἀπὸ τοῦ λαοῦ. ἡ δὲ τοῦ βασιλέως τῆς Τραχωνίτιδος γυνή, πονηρά τις οὖσα δόξα καὶ μοχθηρὰ διδασκαλία,θυγατέρα ἐγέννησεν ὁμώνυμον, ἦς τὰ δοκοῦντα εὔρυθμα κινήματα ἀρέσαντα τῷ Ἡρώδῃ (τὰ γενέσεως ἀγαπῶντι πράγματα) αἴτια γεγένηται τοῦ μηκέτι εἶναι ἐν τῷ λαῷ κεφαλὴν . μέχρι δὲ τοῦ δεῦρο νομίζω τὰ δοκοῦντα κατὰ τὸν νόμον εἶναι κινήματα τοῦ λαοῦ τῶν [*](3ff Anders in der fälschlich dem Origenes zugeschriebenen Homilie XVII in Gen. - 4 Gen. 49, 10 - 12 Vgl. I. Tim. 2, 7 - 15 Luc. 3, 1 - 16ff d. h. Josephus? Vgl. Harnack TU. 42, 4, 52; dazu slav. Josephus - 18ff Vgl. Deut. 25, 5 - 26 Marc. 6, 18 - Vgl. II Peter. 1, 19 5 ᾦ]ὅ Η 26 καὶ Κl mit V 28 kαὶ <Η 30 διδασκαλεία Η)

30
Ἰουδαίων μὴ ἄλλο τι τυγχάνειν ἢ τῆς Ἡρωδιάδος θυγατρός. ἀλλ'ἡ Ἡρωδιάδος ὄρχησις ἐναντία ἦν ὁρχήσει ἁρίᾳ, ἥν οἱ μὴ ὁρχησάμενοι ὁνειδισθήσονται ἀκούοντες. »ηὑλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε«. καὶ ἐν γενεθλίοις δὲ παρανόμου βασιλεύοντος αὐτῶν λόγου ὀρχοῦνται, ὡς ἀρέσκειν ἐκείνῳ τῷ λόγῳ τὰς κινήσεις αὐτῶν. ἐτήρησε μὲν οὖν τις τῶν πρὸ ἡμῶν τὴν ἀναγεγραμμένην ἐν Γενέσει τοῦ Φαραὼ γενέθλιον καὶ διηγήσατο ὅτι ὁ φαῦλος τὰ γενέσεως ἀγεπῶν πράγματα ἑορτάζει γενέρλιον. ἡμεῖς δὲ ἀπ' ἐκείνου ταύτην εὑρόντες ἀφορμὴν ἐπ'οὐδεμοιᾶς γραφῆς εὔρομεν ὑπὸ δικαίου γενέθλιον ἀγομένην. ἄδικος γὰρμᾶλλον ἐκείνου τοῦ Φαραὼ ὁ Ἡρώδης. καὶ γὰρ ὑπ'ἐκείνου μὲν ἐν γενεθλίῳ ἀρχισιτοποιός ἀναιρεῖται, ὑπὸ δὲ τούτου Ἰωάννης, οὖ »μείζων ἐν γεννητοῖς γυναικῶν οὐδεὶε ἐγήγερται«, περὶ οὗ ὁ σωτὴρ λέγει. »ἀλλὰ τί ἐξεληλύθατε;προφήτην ἱδεῖν;ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου«. ἀλλὰ εὐχαριστητέον τῷ θεῷ, ὅτι, εἰ καὶ ἡ προφητικὴ ἀπὸ τοῦ λαοῦ ἦρται χάρις, ἡ πάσης ἐκείνης μείζων ἐξεχύθη εἰς τὰ ἔθνη διὰ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ, »ὃς ἐγένετο ἐν νεκροῖς ἐλεύθερος«.

»εἰ γὰρ καὶ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ«. Ἔτι δὲ ὅρα τὸν λαόν, παρ'ᾦ καθαρὰ μὲν καὶ ἀκάθαρτα ἐξετάζεται βρώματα, καταφρονεῖται δὲ προφητεία ἐπὶ πίνακι ἀντὶ ὅφου προσαγομένη. τὴν δὲ κεφαλὴν τῆς προφητείας Ἰουδαῖοι οὐκ ἔχουσι, τὸ κεφάλαιον πάσης προφητείας Χριστὸν Ἰησοῦν ἀρνούμενοι. καὶ ἀποκεφαλίζεται ὁ προφήτης δἱ ὅρκους, ἐφ' οἶς μᾶλλον ἐπιορκεῖν ἢ εὐορκεῖν ἔδει. οὐ ταὐτὸν γὰρ ἦν ἔγκλημα προπετείας ὅρκων καὶ τῆς διὰ τὴν προπέτειαν ἐπιορκίας καὶ τὸ δἰ εὐορκίας ἔγκλημα ἀναρέσεως προφητικῆς. καὶοὐ διὰ τοῦτο μόνον ἀποκεφαλίζεται, ἀλλὰ καὶ διὰ τοὺς συνανκειμένους, βουλομένους μᾶλλον ἀναιρεθῆναι τὸν προφήτην ἤ ζῆν. συνανάκεινται δὲ καὶ συνεστιῶνται λόγῳ μοχθηρῷ Ἰουδαίων βασιλεύοντι οἱ ἐπὶ τῇ γενέσειαὐτοῦ εὐφραινό- [*](3 Matth. 11, 17; Luc. 7,32 - 5ff Philo de ebr.§ 208 (I, 388M); Harnack TU. 42, 4, 21 verkennt die Beziehung auf Philo. Vgl. Orig. hom . VIII, 3 in Lev. (VI, 396,22ff) - 7 ff Vgl. Orig. in Lev. Hom. VIII, 3 (VI, 396,21ff); Orig. Sel. in Gen. 40, 20 (8,85 Lo). Vgl. Hier. in Matth. 101 C: nullum innenimus alium obseruasse diem natalis sui, nisi Herodem et Pharaonem - 10 Vgl. Gen. 40, 22 - 11 Matth. 11,11; Luc. 7, 28 - 12 Matth. 11,9; Luc.7,26 - 15 Psal. 87, 5f - 16 II. Kor. 13, 4 - 17- 31,3 Vgl. II 163, 13ff An. Cb Nr.28 Or. - 19ff Vgl.Hier.in Matth. 102E: nos Autem usque hodie cernimus in capite Iohannisprophetae Iudaeos Christum, qui caput prophetarum est, perdidisse 9 γὰρ]l.δὲ Κοe l. γοῦν? Κl 13 εἰ s. l. Hc 17 λαόν Κl λόγον ΜΗ 18f προσαγομένη]nuch Π 22 καὶ—εὐορκίας Κl nach Π 163, 19f (oὐ γὰρ ταὺτὸν ἔγκλημα ἐκ προπετείας ὄρκων καὶ ἀναίρεσις προφητικὴ δἰ εὐορκίας) 24 διὰkl)

31
μενοι. χρήσῃ δέ ποτε χαριέντως τῷ ῥητῷ πρὸς τοὺς προπετῶς ὁμνύοντας καὶ θέλοντας ἐμεδοῦν ὄρκους ἐπὶ παρανομίᾳ παραληφθέντας, λέγων ὅτι οὑ πᾶσα τήρησις ὅρκων ἐστὶ καθήκουσα, ὡς οὑδὲ ἡ τοῦ Ἡρώδου. ἔτι δὲ πρόσχες ὅτι οὐ μετὰ παρρησίας, ἀλλὰ κρύφα καὶ ἐν φυλακῇ φονεύει τὸν Ἰωάννην ὁ Ἡρώδης. καὶ γὰρ οὐ μετὰ παρρησίας ἀρνεῖται ὁ νῦν Ἰουδαίων λαὸς τὰς προφητείας, δυνάμει δὲ καὶ ἐν κρυπτῷ αὐτὰς ἀρνεῖται καὶ ἐλέγχεται αὐταῖς ἀπιστῶν. ὥσπερ γὰρ εἰ ἐπίστευον Μωσῇ, τῷ Ἰησοῦ ἐπίστευσαν ἄν, οὕτως εἰ ἐπίστευον τοῖς προφήταις, προσήκαντο ἂν τὸν προφητευόμενον. ἀπιστοῦντες δὲ τούτῳ κἀκείνοις ἀπιστοῦσι καὶ ἀποτέμνουσιν ἐν φυλακῇ κατακλείσαντες »τὸν λόγον τὸν προφητικόν«,καὶ ἔχουσιν αὐτὸν νεκρὸν καὶ διαιρεθέντα καὶ μηδαμοῦ ὑγιῃ, ἐπεὶ μὴ νοοῦσιν αὐτόν. ἀλλ'ἠμεῖς ὁλόκληρον ἔχομεν τὸν Ἰησοῦν, πληρωθείσης τῆς περὶ αὐτοῦ λεγούσης προφητείας. »ὁστοῦν αὐτοῦ οὐ συντριβήσεται«.

Οἰ μαθηταὶ δὲ ἐλθόντες τοῦ Ἰωάννου θάττουσιν αὐτοῦ τὸ λείψανον, καὶἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ. ὁδὲ ἀνεχώρησεν εἰς ἔρημον τόπον, τὰ ἔθνη. καὶ μετὰ τὴν τῶν προφητῶν ἀνάρεσιν ὄχλοι αὐτῷ ἡκολούθησαν ἁπὸ τῶν πανταχοῦ πόλεων. ὅντινα πολὺν ὅντα θεασάμενος ἐσπλαγχνίαθη καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν, καὶ μετὰ τοῦτο τρέφει τοῖς εὐλογηθεῖσι καὶ πλεονάσαιν ἐξ ὀλίγων ἄρτων τοὺς ἀκολουθήσαντας αὐτῷ. ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ'ἰδίαν
(14,12.13[-14]).

Τὸ μὲν ῥητὸν διδάσκει ἡμᾶς ὅση δύναμις ἀπὸ τῶν διωκόντων καὶ τῆς προσδοκίας τοῦ διὰ τὸν λόγον ἐπιβουλεύεσθαι ἀναχωρεῖν. τοῦτο μὲνλ γὰρ κατὰ τὸ εὐλόγιστον γένοιτ'ἄν, τὸ δὲ δυνάμενονλ ἔξω εἶναι τῶν περιστατικῶν ὁμόσε χωρεῖν σὐυοῖς προπετές ἐστι καὶ θρασύ. τίς δὲ ἔτι ἀμφιβάλοι ἂν περὶ τοῦ ἐκκλίνειν τὰ τοιαῦτα, τοῦ Ἰησοῦ οὐ μόνον ἐπὶ τοῖς κατὰ τὸν Ἰάννην ἀναχωρήσαντος, ἀλλὰ καὶ διδάσκοντος καὶ λέγοντος. »ἐὰν διώκσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν«. ἐπελθόντα μὲν οὖν οὐ παρ' ἡμᾶς πειρασμὸν ἀναγκαῖον ὑπομένειν εὐγενῶς λίαν καὶ τεθαρρηκότως. παρὸν [*](7 Vgl. Joh. 5, 46 - 10 Vgl. Π. Peter. 1, 19 - 11 Vgl. Tit. 2, 8 – 13 Joh. 19, 36 – 15-19 Vgl. Π 164, 18ff An. - 22 - 28 Vgl. C luc Nr.19 Or.(Π 164, 19 app. An.) Vgl. Hier. in Matth. 103 B: siue ideo recessit, ut nobis praeberet exemplum uitandae ultro tradentium se temeritatis — 26ff Vgl. Orig. c. cels. I, 65 (I, 118, 5ff); tom. XXVIII, 23 in Joh. (IV, 418, 24ff) — 28 Matth. 10, 23 2 ὅρκους +πρὸς τοὺς Μ 3 χρῆσις Π 6 λαὸς Κl λόγος Μ Η 12 πληρωθήσεις Η 13 αὐτοῦΚl mit Π 21 ἐν πλοίω ἐκεῖθεν Η 24 τὸν λόγον] auch C luc Nr. 19 τῶν λόγων Η 25 γένοιτο Μ 27 τοῦ Ἰησοῦ οὐ μόνον ἐπὶ τοῖς κατὰ τὸν Ἰωάννην Κl mit C luc Nr. 19 οὑ μ. ἐ. τ. κ. τ. Ἰ. τοῦ Ἰησοῦ Μ Η)

32
δὲ ἐκκλίνειν, τοῦτο μὴ ποιεῖν τολμηρόν. ἐπεὶ δὲ μετὰ τὸ ἡρτὸν καὶ κατὰ ἀναγωγὴν τὸν τόπον ἐξεταστέον, λεκτέον ὅτι ἐπιβουλευθείσης παρὰ Ἰουδαίοις τῆς προφητείας καὶ ἀναιρεθείσης, διὰ τὸ τιμᾶσθαι παρ'αὐτοῖς τὰ γενέσεως πράγματα καὶ κατὰ ἀποδοχὴν κενῶν κινήσεων (γεγενημένων, ὡς μὲν παρ'ἀληθείᾳ δικαζούσῃ, ἀρρύθμων καὶ ἐκμελπων, ὡς δ'ὑπολαμβάνει ὁ τῶν φαύλων ἄρχων καὶ οἱ συνεστιώμενοι αὐτῷ, εὐρύθμων καὶ ἀρεσκόντων ἐκείνξοις), ἀναχωρεῖ ὁ Ἰησοῦσ ἀπὸ τοῦ τόπου ἐν ᾦν προφητεία ἐπιβουλευθεῖσα κατεδικάσθη. ἀναχωρεῖ δὲ εἰς τὸν ἔρημον θεοῦ παρὰ τοῖς ἔθνεσι τόπον, ἵνα ὁ τοῦ θεοῦ λόγος, αἰρομένης τῆς βασιλείας ἀπ'΄ ἐκείνων καὶ διδομένης »ἔθενι ποιοῦντι τοὺς καρποὺς αὐτῆς«, γἐνηται ἐν τοῖς ἔθνεσι, καὶ δἰ αὐτὸν »πολλὰ«γένηται »ἢ τῆς ἐχούσης τὸν ἄνδρα«, τὸν νόμον.

Ὅτε μὲν οὖν πάλαι ὁ λόγος παρὰ Ἰουδαίοις ἦν, οὐχ οὕτως ἦν παρ' αὐτοῖς, ὡς παρὰ τοῖς ἔθνεσι. διὸ λέ/λεκται ἐν πλοίῳ, τουτέστι τῷ σώματι, εἰς τὸν ἔρημον τόπον κατ'ἰδίαν΄γεγονέναι, ἀκούσαντα περὶ τῆς ἀναιρέσεως τοῦ προφήτου. κατ'ἰδίαν δέ, γενόμενος εἰς τὴν ἔρημον, ἦν ἐν αὐτῇ, τῷ ἰδιάζοντα εἶναι τὸν λόγον καὶ τὴν διδασκαλίαν αὐτοῦ παρὰ τὰ εἰθισμένα ἐν τοῖς ἔθενσι γίνεσθαι καὶ νενομισμένα. και οἱ ἐν τοῖς ἔθνεσιν ὅχλοι ἀκούσαντεσ λόγον ἐπιδεδημηκέναι τῇ ἐρήμῳ αὐτῶνλ καὶ τοῦτον κατ' ἰδίαν τυγχάνειν (ὡς προαποδεδώκαμεν) ἠκολούθησαν αὐτῷ ἀπὸ τῶν ἰδίων πόλεων τῷ ἕκαστον καταλελοιπέναι τὰ πάτρια τῆς δεισιθαιμονίας ἔθη καὶ τῷ τοῦ Χριστοῦ προσεληλθέναι νόμω. πεξῆ δὲ αὐτῷ, καὶ οὑκ ἐν πλοίῳ ἠκολούθησαν ἅτε μὴ τῷ σώματι, ἀλλὰ γυγνῇ τῇ ψυχῇ καὶ τῇ ἀπὸ τοῦ λόγου πεισθείῃ προαιρ΄έσει ἠκολουθηκότες τῇ εἰκονι τοῦ θεοῦ. καὶ πρὸς τούτους γε ὁ Ἰησοῦς ἐξέρχεται μὴ χωροῦντας προσιέναι πρὸς ἀτόν ἵνα τοῖς ἔω εξω γενόμενος, ἔσω τοὺς ἔξω εἰσαγάγῃ. πολὺς δὲ [*](1 ff Vgl. Hier. in Matth. 103 C: postquam a Iudaeis rege Iudaeorum prophetae truncatum est caput . . . , Iesus transiit ad desertum ecclesiae lecum, quae uirum antea non habuerat — 8ff Vgl. Theophklakt: εἰς ἕρημονλ τόπον, εἰς τὰ ἔθνη τὰ ἔρημα τοῦ θεοῦ — 9ff Vgl. Matth. 21,43 — 11 Gal. 4, 26 — 11ff Vgl. Orig. hom. IX, 3 in Jer. (III,67, 13ff): <ἔρημος μὲν ἠ ἐκκλησίαx003E;ἔρημος αὕτη νόμου, ἔρημος αὔτη θεοῦ ἦν. ἔχουσα δὲ ἄνδρα τὸν νόμον ἐκείνη ἡ συναγωγὴ λέλεκται — 20φφ Vgl. Hier. in Matth. 104 A: secutae sunt eum trubae relinquentes civitates siaw. hoc est pristinas conyersationes et varietates dogmatum. egressus autem Iesus significat, quod turbe . . uires perueniendi non habuerint —24 Vgl. Kol. 1, 15; Π. Κοr. 4, 4 –26–38,27 Vgl. C luc Nr. 20 Or. 1 1. μετὰ τὸ ἐκτεθεῖθαιτὸ ῥητὸν?Κοe 5 ἀρώυμων ΜΗ 13 λόγος]νόμος Μ 26 ἔξω Κl, vgl. Orig. in Prov. 1,6 (Lomm. 13,221): oὐ μόνον δὲ ἐξέρχεται τῆς οἰκίας αὐτῶν ὁ Ἰησοῦς, ἵνα τοῖω γενόμενος λαλήσῃ τὰς παραβολὰς κτλ.)

33
ὁ ἔξω ὄχλος, εἰς ὃν ἐξέρχεται ὁ τοῦθεοῦ λόγος, καὶ ἐκχάς τὸ φῶς τῆς ἐπισκοπῆς αὐτοῦ εἰς αὐτὸν εἶδεν αὐτόν, καὶ ἰδὼν τοῦ ἐλεεῖσθαι μᾶλλον αὐτοὺς ἀξίους διὰ τὸ ἐν τοιοῖσδέ τισι εἶναι, ὡς φιλάνθρωπος πέπονθεν ὁ ἀπαθὴς τῷ σπλαγχνισθναι, καὶ οὐ μόνον ἐσπλαγχνίσθη ἀλλὰ καὶ τοὺς ἀρρώστους αὐτῶν ἐθεράπευσεν ἔχοντας πικίλα καὶ παντοδαπὰ δαπὰ ἀπὸ τῆς κακίας ἀρρωστήμαμτα.

Εἰ δὲ θέλεις ἰδεῖν παοιά ἐστι τῆς ψυχῆς ἀρρωστήματα, κατανόει μοι τοὺς φιλαργύρους καὶ τοὺς φιλοδόξους καὶ τοὺς φιλόπαιδας καὶ εἴ τίς ἐστι φιλόγυνος. καὶ τούτους γὰρ ἐν τοῖς ὄχλοις ἱδὼν καὶ σπλαγχνισθεὶς ἐπ'αὐτοῖς ἐθεράπευσεν. οὑ πᾶν δὲ ἁμάρτημα νούτου φρουρὰν εἶναι, ἀλλἀ ὅπερ ἐναπέσκλψεν ὅλ}η τῇ ψυχῇ. οὕτω γὰρ ἔστιν ἰδεῖν τοὺς μὲν φιλαργύρους ὅλους τεταμένους ἐπὶ τὸ ἀργύριον και τὴν τούτου φρουρὰν καὶ συναγωγήν, τοὺς δὲ φιλοδόξους ἐπὶ τὸ ἀργύριον καὶ τὴν τούτου φρυρὰν ἀπὸ τῶν πολλῶν καὶ χυδαιοτέρων ἔπαινον. καὶ τὸ ἀνάλογον νοήσεις ἐπὶ ὦν ὠνομάσαμεν λοιπῶν, καὶ εἴ τι ἄλλο τούτοις ἐστὶ παραπλήσιον. ἐπεὶ οὖν διηγούμενοι τὸ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν εἴπομεν μὴ πᾶν ἁμάρτημα εἶναι ἀρρώστημα, ἄξιον ἀπὸ τὴς γραφῆς καὶ περὶ τῆς διαφορᾶς τούτων παραμυθήσασθαι. φησὶ δὴ ὁ ἀπόστολος Κορινθίοις, παικίλα ἔχουσιν ἁμαρτήματα, γράφων. »διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί« ἄκουε γὰρ ἐν τούτοις τοῦ »καὶ« συνδέσμου, πλέκοντος καὶ συμπεπλεγμένον ποιοῦντος ἐκ διαφόρων ἁμαρτημάτων, καθὸ οἱ μέν εἰσιν ἀσθενεῖς, ἕτεροι δὲ ἄρρωστοι πλέονἢ ἀσθενεῖς, καὶ ἄλλοι παρ'ἀμφοτέρους οἱ κοι\μώμενοι. οἱ μὲν γὰρ ὀλισθηρῶς διὰ τὴν τῆς ψυχῆς ἀδυναμίαν πορὸς τὸ ὁτιποτοῦν ἁμαρτάνειν ἔχοντες, κἂν μὴ ὅλοι ὦσιν εἴδους τινὸς ἁμαρτίας ὡς οἱ ἄρρωστοι, ἀσθενεὶς εἰσι μόνον. οἱ δὲ ὅλῃ ψυχῇ καὶ ὅλῃ καρδίᾳ καὶ ὅλῃ διανοίᾶ, ἀντὶ τοῦ τὸν θεὸν ἀγαπᾶν, ἀγαπῶντες ἀργύρια ἢ δοξάρια ἢ γύναια ἢ παῖδας, οὖτοι πλέον ἢ ἀσθενείας πεπόνθασιν καί εἰσιν ἄρρωστοι. κοιμῶνται δὲ οἱ, δέον προσέχειν καὶ ἐγρηγορέναι τῇ ψυχῇ, τοῦτο μὲν οὐ ποιοῦντες, ἀπὸ δὲ πολλῆς ἀπροσεξίας νυσίζοντες τὴν προαίρεσιν καὶ ὑπνώττοντες τοῖς λογισμοῖς. οἵτιντες »ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, καὶ παραβαλλομέναις ἐνυπνίοις, ταῖς περὶ τῶν πραγμάτων, τὰ μὲν ὕπαρ καὶ ἀληθῆ οὐκ ἀποδεχόλμενοι, ὑπὸ δὲ τῶν ἐν ταῖς κεναῖς φαντασίαις ἀπατώμενοι. περὶ ὦν καὶ τῷ Ἡσαΐᾳ λέγεται τὸ [*](19 Ι. Κοr. 11,30—25f Vgl. Matth. 22,37 — 29 Vgl. Matth. 25,5 — 30 Jud. * 1 εἰσέρχεται Μ 4 τῷ]τὸ Ηu 13 δὲ <Η 18 δὴ] δὲ Μ 20 συνδέσμου]auch C luc Nr. 20 σύνδεσμον υ Koe 24 ὅλη Η 25 καρδία] χειρὶ Μ 27 γύναια Κl mit C luc Nr. 20 γυναῖκα Μ Η 32 κεναῖς] πολλαῖς Μ 33 μὲν + γὰρ Μ | ταῖς <Μ)

34
»ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς ὁ πίνων, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐν Ἱερουσαλήμ«. εἰ καὶ ἐδόξαμεν οὖν παρεκβεβηκέναι, διηγούμενοι διαφορὰν ἀσθενῶν καὶ ἀρρώωτων καὶ κοιμωμένων, διὰ τὸ τὸν ἀπόστολον ἐν τῇ πρὸς Κορινθίους εἰρηκέναι ἃ ἐξεθέμεθα, τὴν παρέκβασιν πεποιήμεθα βουληθέντες παραστῦσαι τί σημαίνεται νοητὸν ἐκ τοῦ καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν.

Μετὰ τοῦτό φησιν ὀ λόγος ὅτι ὀψίας δὲ γενομένης προςῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἠ ὥρα παρῆλθεν ἤδη· ἀπόλυσον οὖν τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα
(14,15[–21]).

Καὶ πρῶτόν γε τήρησον ὅτι μέλλων τοῦς τῆς εὐλογίας ἄρτους διδόναι τοῖς μαθηταῖς, ἵνα παραθῶσι τοῖς ὄχλοις, »ἐθεράπευσε τοὺς ἀρρώστους«, ἵν’ ὐγιάναντες τῶν τῆς εὐλογίας μεταλάβωσιν ἄρτων· οὐ γὰρ δύνανται οἱ ἔτι ἄρρωστοι χωρῆσαι τοὺς τῆς Ἰησοῦ εὐλογίας ἄρτους. ἀλλὰ καὶ ἐάν τις, δέον ἀκούειν τοῦ »δοκιμαζέτω δὲ ἕκαστος ἑαυτόν, καὶ οὕτως ἐσθιέτω ἐκ τοῦ ἄρτου« καὶ τὰ λσιπά, τούτων μὲν μὴ κατακούῃκ, ὡς ἔτυχε δὲ μεταλαμβάνῃ ἄρτου κυρίου καὶ ποτηρίου αὐτοῦ, ἀσθενὴς ἢ ἄρρωστος γίνεται ἢ καὶ ἐκ τοῦ (ἵν´ οὕτως εἴπω) καροῦσθαι ὑπὸ τῆς τοῦ ἄρτου δυνάμεως κοιμώμενος.