Commentarium In Evangelium Matthaei (Lib. 10-11)
Origen
Origenes. Origenes Werke Vol 10.1. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1935.
Ὀψίας δὲ γενομένης προςῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ (τουτέστιν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, καθ’ ὅν ἔστιν εὐκαίρως εἰπεῖν τὸ »¬’εσχάτη ὥρα ἐστίν ὁ λόγος φασὶν αὐτῷ ὅτι ἔρημός ἐστιν ὁ τόπος, ὀρῶντες τὴν τοῦ θείου [καὶ]νόμου καὶ λόγου ἐρημίαν ἐν τοῖς πολλοῖς. λέγουσι δ´ αὐτῷ τὸ καὶ ἡ ὥρα ἤδη παρῆλθεν, οἱονεὶ παρεληλυθε τὸ εὔκαιρον νόμου καὶ προφητῶν. τάχα δὲ τοῦτο ἔλεγον, ἀναφέροντες τὸν λόγον, καὶ διὰ τὸ [*](1 Jes. 29,8–13 Vgl. Marc. 6,41 Vgl. Matth. 14,14–17 I. Kor. 11, 28–19 f Vgl. I. Kor. 11, 30–22 I. Joh. 2, 18 3 ἐν]ἐπὶ Cluc Nr. 20 8 φησι Η 11 κόμας Η 16 καὶ ἐὰν] κἂν Cluc Nr. 20 17 ἐκ <Μ 18/19 μεταλαμβάνῃ υ Cluc Nr. 20 μεταλαμβάνει ΜΗ 20 ff. Inscr. Ὡριγένους—ια΄ ρ <ΜΗ 25 θείου Kl mit Cluc Nr. 20 θεοῦ καὶ ΜΗ 26 ἤδη Kl mit Cluc Nr. 20 27 άναφέροντες τὸν λόγον]? Κl, Lücke? Koe)
Ὁ μὲν οὖν Ἰησοῦς, δι’ ἣν ἔδωκε δύναμιν καὶ ἑτέρων θρεπτικὴν τοῖς μαθηταῖς, εἶπε· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ μὴ ἀρνούμενοι μὲν τὸ δύνασθαι διδόναι ἄρτους, πολλῷ δὲ ὀλιγωτέρους αὑτοὺς νομίζοντες εἶναι καὶ οὐχ ἰκανοὺς τρέφειν τοὺς ἀκολουθήσαντας τῷ Ἰησοῦ, οὐδὲ θεωροῦντες ὅτι ἕκαστον ἄρτον ἢ λόγον ὁ Ἰησοῦς λαβὼν εἰς ὅσον βούλεται ἐκτείνει, ποιῶν αὐτὸν διαρκὴ πᾶσιν ὅσους ἐὰν θρέψαι θέλῃ, φαςίν· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας,πέντε μὲν ἴσως αἰνισςόμενοι ἄρτους εἶναι τοὺς αἰσθητοὺς τῶν γραφῶν λόγους καὶ διὰ τοῦτο ἰσαρίθμους ταῖς πέντε αἰσθήσεσιν. δύο δὲ ἰχθῦς ἤτοι τὸν [*](1 f Vgl. Luc. 16, 16–31f Vgl. Orig. tom. XIII, 9 in Joh. (IV, 233, 20)— Vgl. Orig. c. Cels. VI, 65(II, 135,19ff) 1 ἀποκεφαλίσθαι Η 2 φασὶν Ηu φησιν ΜΗ Cluc Nr. 20 5 αὐτούς]\ τοὺς ὄχλους Cluc Nr. 20 | ἔκαστος]+κατὰ δύναμιν ὠνήσται ἑαυτοῦ Cluc Nr. 20 6 κομῶν Η 7 ταῦτα] καὶ ταῦτα Cluc Nr. 20 12 συστήματι Μ 13 ὅτε Kl ὅτι ΜΗ 17 ὑμᾶς ἱκανοὺς] ἡμᾶς χρείαν ἔχουσι Μa ὑμᾶς Χ. ἔ. Mc 20 ἐπιστάντες M 27 ἢ Κl Koe 28 βούλεται Η Cluc Nr. 20 δύναται Μ)
Παρατηρητέον μέντοι, ὅτι τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας οἱ μαθηταὶ λέγουσιν ἔχειν παρὰ τῷ Ματθαίῳ καὶ τῷ Μάρκῳ καὶ τῷ Λουκᾷ, οὔθ᾿ ὅτι πύρινοι οὔθ᾿ ὅτι κρίθινοι ἦσαν ὑποσημειωςάμενοι· ὁ δὲ Ἰωάννης μόνος κριθίνους εἶπεν εἶναι τοὺς ἄρτους, διὸ τάχα οὐδὲ οἱ μαθηταὶ ὀμολογοῦσιν ἔχειν αὐτοὺς παρ᾿ ἑαυτοῖς ἐν τῷ τοῦ Ἰωάννου εὐαγγελίῳ, ἀλλὰ λέγουσι παρ᾿ αὐτῷ ὅτι »ἔστι παιδάριον ὧδε ὃς ἔχει πέντε ἄρτους κριθίνους καὶ δύο ὀψάρια«. καὶ ὅσον μὲν οἱ πέντε ἄρτοι οὗτοι καὶ οἱ δύο ἰχθύες οὐκ ἐφέροντο ὑπὸ τῶν μαθητῶν τῷ Ἰησοῦ, οὐκ ηὔξανον οὐδὲ ἐπλήθυνον οὐδὲ ἐδύναντο τρέφειν πλείονας· ὅτε δὲ λαβὼν αὐτοὺς ὁ σωτὴρ πρῶτον ἀνέβλεψεν εἰς τὸν οὐρανόν, ταῖς ἀκτὶσι τῶν ὀφθαλμῶν αὐτοῦ οἱονεὶ καταβιβάζων δύναμιν ἐκεῖθεν, τὴν ἀνακραθησομένην τοῖς ἄρτοις καὶ τοῖς ἰχθύσι, μέλλουσι τρέφειν τοὺς πεντακισχιλίους, καὶ μετὰ τοῦτο ηὐλόγησε τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, τῷ λόγῳ καὶ τῇ εὐλογίᾳ αὔξων καὶ πληθύνων αὐτούς, καὶ τρίτον μερίζων καὶ κλῶν ἔδωκε τοῖς μαθηταῖς, ἵν᾿ ἐκεῖνοι τοῖς ὄχλοις παραθῶσι, τότε διήρκεσαν οἱ ἄρτοι καὶ οἱ ἰχθύες, ὡς φαγεῖν πάντας καὶ κορεσθῆναι καί τινας τῶν εὐλογηθέντων ἄρτων μὴ χωρῆσαι φαγεῖν. ἐπερίσσευσε γὰρ τοῖς ὄχλοις τοσαὐτα, ἃ κατὰ μὲν τοὺς ὄχλους οὐκ ἦν, κατὰ δὲ τοὺς δυναμένους μαθητὰς ἆραι τὸ περισσεῦον τῶν κλασμάτων καὶ ἀποθέσθαι εἰς κοφίνους πληρουμένους τῶν περισσευμάτων, ὄντας τὸν ἀριθμὸν τοσούτους ὅσαι αἱ φυλαὶ τοῦ Ἰσραήλ. περὶ μὲν οὖν τοῦ Ἰωσὴφ ἐν Ψαγμοῖς γέγραπται· »αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν«, περὶ δὲ τῶν Ἰησοῦ μαθητῶν ὅτι ἦραν τὸ περισσεῦον τῶν κλασμάτων οἱ δύδεκα (οἶμαι) δώδεκα [*](1f Vgl. Harnack TU. 42, 4, 93–3 Vgl. Luc. 24, 42 – 4f Vgl. Luc. 24, 18ff ? 49ff ? – 15 Joh. 6, 9 – 24 Vgl. Marc. 6, 41 – 30 Psal. 80, 7) [*](2 αἰσθητῶς C luc Nr. 20 3 ἰχθύος ὀπτοῦ ἔφαγεν Μ 5 ἡμεῖς ΜΗ c.r. ὑμεῖς Η a 6 ἐπιβαλεῖν ρ ἐπιβάλλειν ΜΗ | εἰκῶς Η a 14 <ἔχειν< Kl 15 ὃς] ὃ υ 17 τῷ Kl τοῦ ΜΗ 23 τρίτον ΜΗ c τρίτων Η a 27 ἃ] ὅσα ? Diehl | ἧν + <ἀναλῶσαι< ? Koe 30 oὖν H c s. l. <MH a)
Καὶ ταῦτα δέ ἡμῖν λέλεκται διὰ τὸ οἱ ἐσθίοντες ἦσαν ἄνδρες πεντακισχίλιοι χωρὶς παιδίων καὶ γυναικῶν· ὅπερ ἀμφίβολόν ἐστιν· ἢ γὰρ οἱ φαγόντες ἦσαν ἄνδρες πεντακισχίλιοι καὶ οὐδεὶς ἦν ἐν τοῖς ἐσθίουσι παιδίον ἢ γυνή, ἢ ὅτι μόνον ἄνδρες πεντακισχίλιοι ἦσαν μὴ ἀριθμουμένων μήτε παίδων μήτε γυναικῶν. τινὲς μέν οὖν, ὡς φθάσαντες εἰρήκαμεν, οὕτως ἐξειλήφασιν, ὅτι οὔτε παιδία οὔτε γυναῖκες παρῆσαν τοῖς ηὐξηκόσι καὶ πεπληθυσμένοις ἀπὸ τῶν πέντε ἄρτων καὶ τῶν δύο ἰχθύων. εἴποι δ’ ἄν τις ὅτι, πολλῶν φαγόντων καὶ κατ᾿ ἀξίαν καὶ δύναμιν μετειληφότων ἀπὸ τῶν τῆς εὐλογίας ἄρτων, οἱ μὲν ἀριθμῶν ἄξιοι ἀνάλογον τοῖς ἐν τῇ βίβλῳ τῶν Ἀριθμῶν ἀριθμηθεῖσιν εἰκοσαετέσιν Ἰσραηλίταις ἄνδρες ἦσαν· οἱ δέ μὴ ἄξιοι τηλικούτου λόγου καὶ ἀριθμοῦ παῖδες ἦσαν καὶ γυναῖκες. τροπολόγει δέ μοι καὶ τοὺς παῖδος κατὰ τὸ οὐκ [*](6f Vgl. Orig. hom. III, 7 in Lev. (VI, 312, 9ff): quinque numerus frequenter, immo paene semper pro quinque sensibiis accipitur u. ö. — 11 Vgl. I. Kor. 13, 11 — 11 f Vgl. I. Kor. 3, 1 — 16ff Vgl. C marc Nr. 2 Or. (Ende) ? — 17ff Ältere “, vgl. Harnack TU. 42, 4, 21 — 20ff Vgl. Hier. in Matth. 106 B: midieres autem et parvoli, sexus fragilis et aetas minor, mimero indigni sunt. unde et in Numerorum lihro . . . servi et mulieres et parvoli et vulgus ignohile ahsque mimero praetermittitur — 22 Vgl. Niim. 1, 18 — 24 I. Kor. 3, 1) [*](5 τῶν1 + 〈πορόντων〉 Diehl Koe 6 αἰσθητῶν] οἰσθήσεων C luc Nr. 20 6f φθάσαντες—αἰσθητῶν] so Μ, vgl. auch C luc Nr. 20 < H 9 ἀλλ᾿ Μ C luc Nr. 20 ἀλλὰ H 10 Ε; Kl mit C luc Nr. 20 11 τῶν νηπίων ἔτι KI mit C luc Nr. 20 ἔτι τῶν νηπίων MH 13 οἱ <H 16 ἢ 〈λεκτέον〉 ὅτι ? Koe 20 εἴποι δ’ ἄν τις] εἰ δὲ πάντες ἐκ τῶν ἄρτων ἔφαγον, εἴποις ἄν C luc Nr. 20 21 1. ἀριθμοῦ? Kl, vgl. Ζ. 23 23 Ἰσραηλίταις M C luc Nr. 20 ἰσραηλίτες H)
Εἶτα ἐπεὶ τάγματα διάφορά ἐστι τῶν δεομένων τῆς ἀπὸ Ἰησοῦ τροφῆς, μὴ πόντων τοῖς ἴσοις λόγοις τρεφομένων, διὰ τοῦτο οἶμαι τὸν μὲν Μᾶρκον πεποιηκέναι· » καὶ ἐπέταξεν αὐτοῖς πᾶσιν ἀνακλιθῆναι συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ ἀνὰ ἑκατὸν κοὶ πεντήκοντα«, τὸν δέ Λουκᾶν· » εἶΠε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ · κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα«. ἔδει γὰρ τοὺς ἀναπαυσομένους ἐπὶ τοῖς Ἰησοῦ τροφαῖς ἤτοι ἐν τάγματι εἶναι τῶν ἑκατόν, 〈ὄντος〉 ἱεροῦ ἀριθμοῦ καὶ τῷ θεῷ διὰ τὴν μονάδα ἀνακειμένου, ἢ ἐν τάγματι τῶν πεντήκοντα, ἀριθμῷ περιέχοντι τὴν ἄφεσιν κατὰ τὸ μυστήριον τοῦ Ἰωβηλαίου, γινομένου διὰ πεντηκονταετίας, καὶ τῆς κατὰ τὴν Πεντηκοστὴν ἑορτῆς. οἶμαι δέ ὅτι οἱ δώδεκα κόφινοι ἦσαν παρὰ τοῖς μαθηταῖς, πρὸς οὕς εἴρηται· »καθήσεσθε ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ«. καὶ ὥσπερ λέγοιτο ἄν μυστήριον εἶναι θρόνος κρίνοντος φυλὴν Ῥουβεὶμ κοὶ θρόνος κρίνοντος φυλὴν Συμεὼν καὶ ἄλλος φυλὴν [*](2 II. Kor. 11, 2 — 3 I. Kor. 13, 11 — 12 Jes. 40, 6 — 13 öm. 8, 6 — 17 Marc. 6, 39 f — 19 Luc. 9, 14 — 22 ff Vgl. zur Zahlensymbolik Orig. Sel. in Psalmos (11, 370 Lo): κοὶ τὴν μονάδα δὲ πολὺ πρότερον, τήν τε πρώτην οὐτὴν καὶ τὴν ἐν δεκάσιν κοὶ τὴν ἐν ἑκατοντάσιν, κατά τινος οὐ τοὺς τυχόντας λόγους, vgl. Harnack TU. 42, 4, 110 ff — Vgl. Philo de mut. nom. § 228 (I, 613 Μ): ἡ παντελὴς εἰς ἐλευθερίαν ἄφεσις (Lev. 25, 10), ἧς σύμβολον ὁ πεντηκοστὸς λόγος ἱερός — 24 Vgl. Lev. 23, 15; Deut. 16, 9 — 26 Matth. 19, 28) [*](1 ἡμῖν Μ 4 δὲ Diehl 9 σημαίνει Benz Diehl Koe σημαίνοι Μ 14 Ε; ἰς Kl mit V C luc Nr. 20 17 1. πάντας ? Kl, vgl. S. 68, 4 21 τῶν ἑκατῶν H | 〈ὅντος〉 Koe 24 πεντίκοντα ἐτίας H | πεντικοστὴν H 25 τοῖς + ιβ΄ ? ΚΙ)
Καὶ εὐθέο)ς ἠνάγκασε τοὺς μαθητὰς ἐμβῆναι εἰς πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἔως οὗ ἀπολύσει τοὺς ὄχλους (14, 22 —36]).
Παρατηρητέον ποσάκις εἴρηται κατὰ τοὺς αὐτοὺς τόπους τὸ ὄνομα οἱ ὄχλοι καὶ ἄλλο ὄνομα οἱ μαθηταί, ἵν᾿ ἐκ τῆς παρατηρήσεως καὶ τῆς περὶ τούτου συναγωγῆς θεωρηθῇ, ὅτι τὸ προκείμενον τοῖς εὐαγγελισταῖς ἦν διὰ τῆς εὐαγγελικῆς ἱστορίας παραστῆσαι διαφορὰς τῶν προσερχομένων τῷ Ἰησοῦ· ὦν οἱ μέν εἰσιν ὄχλοι καὶ οὐ χρηματίζουσι μαθηταί, ἕτεροι δὲ οἱ μαθηταὶ κρείττους τυγχάνοντες τῶν ὄχλων. ἀρκεῖ δὲ ἐπὶ τοῦ πορόντος ὀλίγα ῥητὰ ἡμᾶς παραθέσθαι, ἵνα ἀπὸ τούτων κινηθείς τις τὸ ὅμοιον ποιήσῃ ἐπὶ ὅλων τῶν εὐαγγελίων. γέγραπται τοίνυν, ὡς κάτω τῶν ὄχλων τυγχανόντων, τῶν δὲ μαθητῶν ἀναβάντι εἰς τὸ ὄρος τῷ Ἰησοῦ δυναμένων προσελθεῖν ( ἔνθα οὐχ οἶοί τε ἦσαν οἱ ὄχλοι γενέσθαι), τοιαῦτα· »ἰδὼν δὲ τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ · καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων · μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι« καὶ τὰ ἑξῆς. κοὶ πόλιν ἐν ἄλλῳ τόπῳ, ὡς τῶν ὄχλων δεομένων θεραπείας, λέλεκται· » ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτούς«. οὐχ εὕρομεν δέ περὶ τῶν μαθητῶν ἀναγεγραμμένην θεραπείαν · ἐπεὶ εἴ τίς ἐστιν ἤδη μαθητὴς τοῦ Ἰησοῦ, ὑγιαίνει ἐκεῖνος καὶ καλῶς ἔχων Ἰησοῦ τοῦ Ἰησοῦ οὐχ ᾗ ἰατροῦ, ἀλλὰ κατὰ τὰς ἄλλας αὐτοῦ δυνάμεις. πόλιν ἐν ἄλλῳ τόπῳ · »λαλοῦντος αὐτοῦ τοῖς ὄχλοις, ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ εἱστήκεσαν ἔξω ζητοῦντες λαλῆσαι αὐτῷ« · ὅπερ αὐτῷ ἐδηλώθη, πρὸς ὅν ἀπεκρίνατο »ἐκτείνας τὴν χεῖρα«, οὐκ ἐπὶ τοὺς ὄχλους ἀλλ᾿ » ἐπὶ τοὺς μαθητὰς, καὶ εἶπεν · ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου«, καὶ μαρτυρῶν τοῖς μαθηταῖς ὡς ποιοῦσι τὸ θέλημα τοῦ ἐν οὐρανοῖς πατρὸς καὶ διὰ τοῦτο ἀξιωθεῖσι τῶν συγγενῶν καὶ οἰκειοτάτων ὀνομάτων πρὸς τὸν Ἰησοῦν, ἐπιφέρει τῷ » ἰδοὺ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου«· »ὅστις ἄν ποιήσῃ τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς, αὐτός μου [*](18 Matth. 5, —3 — 22 Matth. 12, 15 — 24 Vgl. Luc. 5, 31 — 26 ff Matth. 12, 46—50) [*](2 Λευῒ] 1. Ἰούδα ? KI, vgl. Ζ. 1 13 εἰσιν + οἱ Μ | 1. χρηματίζοντες Koe 23 τῶν <H 24 1. ὑγιαίνων ? ΚΙ 25 οὐχ’ ᾖ] οὐχὶ υ 28 ἐδηλώδη] 1. 〈ὑπό τινος〉 ἐδηλώθη ? Koe ἐδήλου τις ? KI | ὅν I. ὁ ὅ? KI 30 — 33 ἐν οὐρa- νοῖς — θέλημο τοῦ <H 33 ποιήσῃ KI ποιήσει M | Ε; Benz Diehl)
Οὗ δὲ ἕνεκεν ταῦτα παρειλήφαμεν, ἐστὶ τὸ προκίμενον ὅτι, χωρίσας ὁ Ἰησοῦς τῶν ὄχλων τοὺς μαθητὰς ἠνάγκασεν αὐτοὺς ἐμβῆναι εἰς [*](2 Matth. 13, 2f — 3ff Matth. 13, 10 f — 7 Luc. 8, 10 — 8ff Vgl. Matth. 13, 11 — llff Matth. 13, 11 — 13 ff Matth. 13, 36 — 16 ff Matth. 14, 13—15 —22 —25 Vgl. C marc Nr. 3 Or. — 23 ff Matth. 14, 19—21) [*](2 f αὐτοῖς πολλὰ ἐν παραβολαῖς Μ H c ἐν παραβολαῖς αὐτοῖς πολλά H a 4 οὐχὶ] ov H 8 τῷ M H c.r. το H a | τοῦ <Μ 13 f καὶ ἔρχεται εἰς τὴν οἰκίον, οὐχὶ δὲ τοὺς μαθητάς Μ H ~ KI 26 δεχομένης H a 28 *** Koe, der etwa änzt 〈διοφοραὶ τῶν ὄχλο)ν κοὶ τῶν μαθητῶν Ἰησοῦ φανεραί εἰσιν〉 vgl. S. 39, 12 29 τοῦτο Hu ταύτας Μ H ταύτας τὰς λέξεις Κoe)
Ἐπειδὴ δέ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ὀλίγον δ᾿ τὴν λέΞιν ἀνέγραψε κοὶ ὀ Μᾶρκος ποιήσας · »καὶ εὐθέως ἠνάγκασε τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν εἰς Βηθσαϊδᾶ«), ἀναγκαῖον ἐπιστῆσαι τῷ ἠνάγκασεν, ἐπὰν πρότερον ἴδωμεν τὰ τῆς παραλλαγῆς Παραλλαγῆς τοῦ Μάρκου, ὡρισμένον πλεῖον ἐμφαίνοντος διὰ τῆς τοῦ ἄρθρου προσθήκης · οὐ γὰρ ταὐτὸν ἐμφαίνεται ἀπὸ τοῦ εὐθέως ἠνάγκασε τοὺς μαθητός, ἔχει δέ τι πλεῖον τὸ »τοὺς μαθητὰς αὐτοῦ« παρὰ τῷ Μάρκῳ γεγραμμένον παρὰ τὸ ἁπλῶς τοὺς μαθητάς. τάχα οὖν ἕνα καὶ τῇ λέξει Παραστῶμεν, οἱ μέν μαθηταὶ δυσαποσπάστως ἔχοντες τοῦ Ἰησοῦ οὐδὲ κατὰ τὸ τυχὸν αὐτοῦ χωρίζεσθαι δύνανται, βουλόμενοι παρεῖναι αὐτῷ· ὁ δέ κρίνας αὐτοὺς πεῖραν λαβεῖν κυμάτων κοὶ ἐναντίου ἀνέμου, οὐκ ἄν γενομένου εἰ ἦσαν μετὰ τοῦ Ἰησοῦ, ἀνάγκην αὐτοῖς ἐπήρτησε χωρισθεῖσιν αὐτοῦ ἐμβῆναι εἰς πλοῖον. ἀναγκάζει μέν οὖν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον τῶν πειρασμῶν ὁ σωτὴρ καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν κοὶ ἐπέκεινα τῶν περιστάσεων διὰ τὸ νικᾶν αὐτὰς γενέσθαι. οἱ δὲ εἰς τὸ μέσον τῆς θαλάσσης κοὶ τῶν ἐν πειρασμοῖς γενόμενοι κυμάτων , καὶ τῶν ἐναντίων ἀνἐμων κωλυόντων αὐτοὺς ἀπελθεῖν εἰς τό πέραν, παλαίοντες οὐ δεδύνηνται χωρὶς τοῦ Ἰησοῦ νικῆσαι τὰ κύματα καὶ τὸν ἐναντίον ἄνεμον καὶ φθάσαι εἰς τὸ πέραν. διόΠερ ἐλεήσας αὐτοὺς ὁ λόγος πάντα τὰ παρ’ ἑαυτοῖς πράξαντας, ἔνα εἰς τὸ πέραν γένωνται, ἦλθε πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν, αὐτῷ μὴ ἔχουσαν κύματα οὐδέ ἄνεμον ἐναντιοῦσθαι δυνάμενον, εἰ καὶ ἐβούλετο. κοὶ γὰρ οὐ γέγραπται ἦλθε πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὰ κύματα, ἀλλ᾿ ἐπὶ τὰ ὕδατα. ὁ δέ Πέτρος εἶπε· κέλευσόν με ἐλθεῖν πρός σε, οὐκ ἐΠὶ τὰ κύματα, ἀλλ᾿ ἐπὶ τὰ ὕδατα· ὅστις κατὰ τὰς ἀρχὰς εἰπόντος αὐτῷ τοῦ Ἰησοῦ ἐλθέ) καταβὰς ἀπὸ τοῦ πλοίου περιεπάτησεν, οὐκ ἐπὶ τὰ κύματα, ἀλλ᾿ ἐπὶ τὰ ὕδατα, ἐλθεῖν πρὸς τὸν [*](6. H Marc. 6, 45 —10 Zu ἄρθρον: Hautsch TU. 34, 2a, 46 — 13 ff Vgl. Hier. in Matth. 106 C: ostenditur invitos eos a domino recessisse, dum amore praeceptoris ne punctum quidem temporis ab eo volunt separari — 20 Vgl. Marc. 6, 47) [*](3 κοὶ <H 4 μαθητὰς + αὐτοῦ M 5—7 ὀλίγον — πέραν < 5 Ε; Kl 9 πλεῖον] πλοῖον Μ 20 αὐτὰς Koe αὐτοὺς Μ H 22 παλαίοντες] 1 παλαίοντος, ? Kl, παλαίοντες 〈κύμοσι κοὶ Ε; ? Koe 24 ἑαυτοῖς Kl ἑαυτοὺς MH 28 — 29 ὁ δὲ — ὕδατα < H)
Καὶ τότε οἱ μαθηταὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρέτ , ἧς τὴν ἑρμηνείαν εἰ ἔγνωμεν, καὶ ἀπ᾿ αὐτῆς ὠνάμεθα ἄν τι πρὸς τὴν τῶν προκειμένων διήγησιν. παρατήρει δέ ἐπεὶ »πιστὸς ὁ θεός«, οὐκ ἐῶν πειρασθῆναι τοὺς ὄχλους ὑπέρ ὃ δύνανται), τίνα τρόπον ὁ υἱὸς τοῦ θεοῦ τοὺς μὲν μαθητὰς ἠνάγκασεν ἐμβῆναι εἰς τὸ πλοῖον , ὡς ἰσχυροτέρους καὶ δυναμένους ἐπὶ τὸ μέσον τῆς θαλάσσης φθάσαι καὶ ὑπομεῖναι τὴν ἀπὸ τῶν κυμάτων βάσανον (ἕως ἄξιοι τῆς θείας γένωνται καὶ ἴδωσι τὸν Ἰησοῦν καὶ ἀκούσωσιν <λαλοῦντος αὐτοῦ καὶ ἀναβάντος αὐτοῦ διαπεράσει καὶ ἐλθεῖν εἰς τὴν γῆν Γενησαρέτ), τοὺς δὲ ὄχλους ἀπολύσας , οὐ λαβόντας πεῖραν ὡς ἀσθενεστέρους πλοίου κοὶ κυμάτων καὶ ἐναντιουμένου ἀνέμου, ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίον προσεύξασθαι. περὶ τίνος δέ προσεύξασθαι, ἢ τάχα περὶ μὲν τῶν ὄχλων, ἵνα ἀπολυθέντες μετὰ τοὺς τῆς εὐλογίας ἄρτους μηδὲν ἐναντίον τῇ ἀπὸ τοῦ Ἰησοῦ ἀπολύσει πράξωσι, περὶ δέ τῶν μαθητῶν, ἔνα ἀναγκασθέντες ὑπ᾿ αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν μηδὲν πάθωσιν ἐν τῇ θαλάσσῃ, μήθ’ ὑπὸ τῶν βασανιζόντων τὸ πλοῖον αὐτῶν κυμάτων μήθ’ ὑπὸ τοῦ ἐναντίου ἀνέμου; καὶ θαρρήσας εἴποιμι ἄν ὅτι ὅτι τὴν τοῦ Ἰησοῦ πρὸς τὸν πατέρα περὶ τῶν μαθητῶν εὐχὴν οὐδὲν πεπόνθασιν οὗτοι, θαλάσσης κοὶ κυμάτων καὶ ἐναντίου ἀνέμου αὐτοῖς ἀντιπρασσόντων.
Ὁ μέν οὖν ἁπλούστερος ἀρκείσθω τῇ ἱστορίᾳ· ἡμεῖς δέ, δέ, ποτε ἀνάγκαις πειρασμῶν περιπίπτομεν, ἀναμιμνησκώμεθα ὅτι ἠνάγκασεν ἡμᾶς ὁ Ἰησοῦς ἐμβῆναι εἰς τὸ πλοῖον, αὐτὸν βουλόμενος ἡμᾶς προάγειν εἰς τὸ πέραν. οὐ γὰρ δυνατὸν μὴ πειρασμοὺς ὑπομείναντος κυμάτων καὶ ἀνέμου ἐναντίου εἰς τὸ πέραν φθάσοι. εἶτ᾿ ἐπειδὰν ἴδωμεν πολλὰ τὰ περιεστηκότα ἡμᾶς πράγματα καὶ χαλεπὰ καὶ κάμνοντες μετρίως [*](6 ff Die von Hieronymus wiederholte Wendung scheint doch zu bedeuten, daB in ᾿ Exemplar der ἑρμηνεία das Wort Γενησαρέτ fehlte (vgl. z. B. Wutz, Onom. sacra 182 ΚΗΠΟΣ ΑΡΧΟΝΤΩΝ), aber wohl nicht, dafi zu ᾿ Zeit ,,das neutestamentliche Onomastikon noch gar nicht vorhanden “ (so Wutz a. Ο. XX, A. 1) — Vgl. Hier. in Matth. 109 A: si scirernus ( !), quid in nostra lingua resonaret Gennesareth etc. — 7 Vgl. I. Kor. 10, 13 — 10 Vgl. Marc. 6, 47 — —22 Vgl. Cc Nr. 49 Or. ? — 25 f Vgl. Jac. 1, 2) [*](8 ὁ Μ H c i. m. ὧν H a 12 λαλοῦτος — Ε; KI 20 f μήθ’ — κυμάτων <H | μήθ’ Kl Koe μηδ’ M(H) 26 ἀνάγκαι H 27 αὐτὸν M c αὐτῶν M a H)
καὶ ἐπὶ τούτοις γε Λ·οὶ ὁ Ἰησοῦς καὶ ὁ Πέτρος ἀναβήσονται [*](1 Vgl. Orig. Exh. 14 (I, 14, 8) zu διανήχεσθαι — 3. 8 Vgl. I. Tim. 1, 19 — 9 f Vgl. II. Thess, 2, 3 f — 12 öm. 13, 12 — 19 Vgl. Hebr. 6, 1 — 25 Vgl. Jes. 58, 9) [*](4 βλέπωμεν υ βλέπομεν Μ H 4/5 ἐννοήσομεν Koe 5 ἐναντίως H a 11 πιστεύωμεν Kl Koe, vgl. Ζ. 1. 4 πιστεύομεν MH 20 τῶν πειρασμῶν M a | ἐκείνου <Μ 30 ἐδίστασας] + ἦν ἦν γὰρ Koe | κλίνον H 31 ἀναβήσονται Koe, vgl. Matth. 14, 32 ἀναβήσεται Μ H)
Ἐπὰν δὲ ἐν τούτοις ὅλοις γενώμεθα διαπεράσαντες, ἐλευσόμεθα εἰς τὴν γὴς, ἔνθα προάγειν ἡμῖν ἐκέλευσεν ὁ Ἰησοῦς. τάχα δὲ καὶ δηλοῦταί τι ἀπόρρητον καὶ κεκρυμμένον μυστήριον περί τινων σεσωσμένων ὑπὸ τοῦ Ἰησοῦ ἀπὸ τοῦ καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου, δῆλον δ᾿ ὅτι τοῦ ἐν τῷ πέραν, ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, περίχωρον τοῦ πέραν (οὐκ ἐν αὐτῷ τῷ πέραν, ἀλλὰ περὶ αὐτό), καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας. ἐν τούτῳ δὲ τήρει ὅτι προσήνεγκαν αὐτῷ οὐ πολλοὺς κακῶς ἔχοντας μόνον, ἀλλὰ πάντας τοὺς ἐν τῇ περιχώρῳ ἐκείνῃ. οἱ δὲ προσενεχθέντες αὐτῷ κακῶς ἔχοντες παρεκάλουν αὐτὸν ἵνα κἂν μόνον ἅψωνται τοῦ κραστέδου τοῦ ἱματίου αὐτοῦ, χάριν ἀπ᾿ αὐτοῦ αἰτοῦντες ταύτην, ἐπεὶ μὴ ἦσαν ὁποία ἡ »αἱμορροοῦσα γυνὴ τὰ δώδεκα ἔτη« καὶ »προσελθοῦσα ὄπισθεν« καὶ ἁψαμένη »τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ«, ὅτι »ἔλεγεν ἐν ἑαυτῇ·εἰ μόνον ἅψομαι τοῦ ἱματίου αὐτοῦ, σωθῄ- σομαι« — τήρει γὰρ 〈τὸ σύμφωνον〉 ἐν τοῖς περὶ τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ—διὸ »παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς«. οἱ δὲ ἀπὸ τῆς περιχώρου τῆς γῆς Γενησαρέτ, εἰς ἣν διαπεράσαντες ἦλθον ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ, οὐκ ἀφ᾿ ἑαυτῶν προσῆλθον τῷ Ἰησοῦ ἀλλὰ προσήχθησαν ὑπὸ τῶν ἀποστειλάντων, ἅτε μὴ δυνάμενοι διὰ τὸ σφόδρα κακῶς ἔχειν προσελθεῖν ἀφ᾿ ἑαυτῶν, καὶ οὐδὲ μόνοι ἥψαντο τοῦ κρασπέδου, ὡς ἡ αἱμορροοῦσα, ἀλλὰ παρακαλεσάντων ἐκείνων. πλὴν καὶ τούτων ὅσοι ἥψαντο διεσώθησαν. εἰ δὲ ἔστι τις διαφορὰ τοῦ διεσώθησαν ἐπὶ τούτων εἰρημένου πρὸς τὸ σωθῆναι ἐκείνην (εἴρηται γὰρ πρὸς τὴν αἱμορροοῦσαν· »ἡ πίστις σου σέσωκέ σε«), καὶ αὐτὸς ἐπιστήσεις.
Τότε προσέρχονται αὐτῷ ἀπὸ Ἱεροσολύμων Ξαρισαῖοι καὶ γραμματεῖς λέγοντες· διὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπονται τὰς χεῖρας ὅταν ἄρτον ἐσθίωσιν(15, 1.2 [ — 9]).[*](3 Vgl. Matth. 8, 28 — 17ff Matth. 9, 20f — 21 Luc. 8, 44 — 29 Matth. 9, 22)[*](8 σεσωσμένων H c.r. ἐσομένων MH a | ὑπὸ]ἀπὸ Μ a 11 τῷ Kl 19 ὄτι Kl ὅτε M H 20 〈τὸ σύμφωνον〉 Elt 22 τῆς Diehl τοῦ Μ H 25 μόνον M 27 ὅ́ση H 28 εἰρημένου Hu εἰρημένη Μ H | 〈ἐκνην〉 Elt 33 ἐσθίωσι Μ)
Ὁ παρατηρήσας κατὰ ποῖον καιρὸν προσῆλθον τῷ Ἰησοῦ ἀπὸ Ἱεροσολύμων Φαρισαῖον καὶ γραμματεῖς λέγοντες· διὰ τί οἱ μαθηταί σου παραβαίνουσι τὴν παράδοσιν τῶν καὶ τὰ ἑξῆς, εἴσεται ὅτι ἀναγκαίως ὁ Ματθαῖος οὐχ ἁπλῶς ἀνέγραψε προσεληλυθέναι τοὺς ἀπὸ Ἱεροσολύμων Φαρισαίους καὶ γραμματεῖς τῷ σωτῆρι πυνθανομένους αὐτοῦ τὰ ἐκκείμενα, ἀλλὰ πεποίηκε· τότε προσέρχονται αὐτῷ ἀπὸ Ἱεροσολύμων. πότε οὖν τότε, κατανοητέον. ἡνίκα »διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρὲτ« τῷ πλοίῳ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ, κοπάσαντος τοῦ ἀνέμου ἀφ᾿ οὗ ἐπιβέβηκεν ὁ Ἰησοῦς τῷ πλοίῳ, καὶ ὅτ᾿ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, καὶ παρεκάλουν ἵνα κἄν μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὄσοι ἥψαντο διεσώθησαν«, τηνικάδε προσῇλθον αὐτῷ ἀπὸ Ἱεροσολύμων Φαρισαῖοι καὶ γραμματεῖς, μὴ κααπλαγέντες τὴν ἐν τῷ Ἰησοῦ δύναμιν ἰασαμένην τοὺς κἄν »μόνον τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ« ἁψαμένους, φιλαιτίως δέ ἐγκαλοῦντες ἐπὶ τοῦ διδασκάλου, οὐ περὶ παραβάσεως ἐντολῆς θεοῦ ἀλλὰ παραδόσεως μιᾶς Ἰουδαϊκῶν πρεσβυτέρων. καὶ εἰκὸς ὅτι αὐτὸ τὸ τῶν φιλαιτίων ἔγκλημα παρίστησι τὴν τῶν μαθητῶν Ἰησοῦ εὐλάβειαν, μηδεμίαν ἀφορμὴν διδόντων ἐπιλήψεως ὡς περὶ παραβάσεως ἐντολῶν θεοῦ τοῖς Φαρισαίοις καὶ γραμματεῦσιν, οἵτινες οὐκ ἄν προσήνεγκαν τὸ περὶ παραβάσεως τοῖς μαθηταῖς Ἰησοῦ ἔγκλημα ὡς παραβαίνουσι τὴν ἐντολὴν τῶν πρεσβυτέρων , εἴπερ εἶχον ἐπιλαμβάνεσθαι τῶν ἐγκαλουμένων καὶ ἀποδεικνύναι αὐτοὺς παραβαίνοντας ἐντολὴν θεοῦ.
Μὴ νομίσῃς δὲ ταῦτα κατασκευαστικὰ εἶναι τοῦ δεῖν τηρεῖσθαι τὸν κατὰ τὸ γράμμα Μωσέως νόμον, ἐπεὶ οἱ τοῦ Ἰησοῦ μαθηταὶ ἕως τότε αὐτὸν ἐφύλαττον · οὐ γὰρ πρὸ τοῦ παθεῖν »ἐξηγόρασεν ἡμᾶς ἐκ τῆς κατάρας τοῦ νόμου« ὁ ἐν τῷ παθεῖν ὑπέρ ἀνθρώπων γενόμενος ὑπέρ ἡμῶν κατάρα«. ἀλλ’ ὡσπερεὶ καθηκόντως καὶ Παῦλος τοῖς Ἰουδαίοις Ἰουδαῖος« ἐγένετο, »ἵνα Ἰουδαίους κερδήσῃ«, τί ἄτοπον τοὺς ἀποστόλους ἐν Ἰουδαίοις ποιουμένους τὰς διατριβάς, κἂν τὰ πνευματικὰ νοῶσι τοῦ νόμου, χρῆσθαι τῇ συμπεριφορᾷ, ὡς καὶ Παῦλος Τιμόθεον περιτεμὼν καὶ θυσίαν κατά τινα νομικὴν εὐχὴν προσαγαγών, ὡς ἐν ταῖς τῶν ἀποστόλων γέγραπται Πράξεσι [*](8 Matth. 14, 34 — 9 Vgl. Matth. 14, 32 — 10 Matth. 14, 35 f — 15 Vgl. Matth. 14, 36 — 27 Gal. 3, 13 — 29 I. Kor. 9, 20 — 32 Vgl. Act. 16, 3 — Vgl. Act. 18; 21, 23 ff) [*](1 Ὁ < H 6 ἀπέρχονται H 14 τὴν ἐν ] μὲν τὴν M 16 ἐγκαλοῦντες + τοῖς μαθητοῖς〉 Lo (vgl. Hu) 21 τὸ περὶ s. 1. H c.)
Ὁ δέ Ἰησοῦς οὐκ ἐγκαλεῖ περὶ παραδόσεως αὐτοῖς Ἰουδαίων, ἀλλὰ περὶ τῶν ἐντολῶν θεοῦ ἀναγκαιοτάτων δύο, ὧν ἡ μέν ἑτέρα πέμπτη ἦν τῆς δεκαλόγου οὕτο)ς ἔχουσα · » τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵν’ εὖ σοι γένηται, καὶ γένη μακροχρόνιος ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεός σου δίδωσί σοι«, ἡ δέ λοιπὴ ἐν τῷ Λευϊτικῷ τοῦτον ἐγέγραπτο τὸν τρόπον » ἐὰν ἄνθρωπος κακῶς εἴπῃ τὸν πατέρα αὐτοῦ κοὶ τὴν αὐτοῦ, θανάτῳ θανατούσθω · πατέρα αὐτοῦ ἢ μητέρα κακῶς εἶΠεν, ἔνοχος ἔσται«. ἀλλ᾿ ἐπεὶ αὐτὴν θέλομεν ἰδεῖν τὴν λέξιν, ἥν ἐξέθετο ὀ Ματθαῖος, ὅτι ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω, ἐπίστησον μήποτε ἐλήφθη ἀπὸ τοῦ τόπου ἔνθα γέγραπται · »ὅς τύπτει πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ τελευτάτω« κοὶ ὁ κακολογῶν Μέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ τελευτάτω«. οὕτως μέν οὖν εἶχον αἱ ἀπὸ τοῦ νόμου λέξεις περὶ τῶν δύο ἐντολῶν. ὁ δὲ Ματθαῖος ἐκ μέρους καὶ ἐπιτετμημένως αὐτὰς ἐξέθετο καὶ οὐκ αὐταῖς λέξεσι.
Τί δὲ ἐγκαλεῖ τοῖς ἀπὸ Ἱεροσολύμων Φαρισαίοις καὶ γραμματεῦσιν ὁ σωτήρ, λέγων αὐτοὺς παραβαίνειν τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν ἑαυτῶν παράδοσιν , κατανοητέον. κοὶ ὁ μὲν θεὸς εἶπε· »τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου«, διδάσκων τὴν δέουσαν τιμὴν ἀπονέμειν γονεῦσι [*](9 Vgl. Rom. 2, 27 ? — 10 ff Vgl. Hier. in Matth. 110 A: »manus«, id est opera, non corporis sed animae lavandae sunt, ut fiat in illis verhum dei — 13 f Vgl. Luc. 11,5 — 14 f Vgl. Marc. 7, 2 — 18 Ex. 20, 12 — 21 Lev. 20, 9 — 25 Ex. 21, 15 f — 32 Ex. 20, 12) [*](1 πάνυ] πόλιν H 5 ὅ〈τι〉 Koe 6 παράδωσις H a, corr. H c 9 Ε; Elt 10 πρεσβυτέρων παρ᾿ ἐκείνοις Μ 33 γονεῦσιν Μ)
Εἴ τις οὖν καὶ τῶν λεγομένων ἐν ἡμῖν πρεσβυτέρων ἢ ὅπως ποτέ ἀρχόντων τοῦ λαοῦ μᾶλλον τῷ ὀνόματι τοῦ κοινοῦ βούλεται διδόναι τοῖς πένησιν ἤπερ τοῖς οἰκείοις τῶν διδόντων, εἰ τύχοιεν τῶν ἀναγκαίων χρῄζοντες καὶ μὴ δύναιντο οἱ διδόντες ἀμφότερα ποιεῖν, ἀδελφὸς ἄν οὗτος ἐνδίκως λέγοιτο τῶν ἀκυρωσάντων τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ἑαυτῶν Φαρισαίων κοὶ ἐλεγχθέντων ὑπὸ τοῦ σωτῆρος ὑποκριτῶν. καὶ σφόδρα γε ἀποτρεπτικά ἐστιν ἐκ τοῦ λόγου τῶν πενήτων λαμβάνειν τινὰ προθύμως καὶ νομίζειν »πορισμὸν εἶναι τὴν ἑτέρων εὐσέβειαν«, οὐ μόνα δὲ ταῦτα, ἀλλὰ καὶ τὰ περὶ τοῦ προδότου Ἰούδα γεγραμμένα, ὅς μὲν δοκεῖν ἐπρέσβευε περὶ τῶν πενήτων καὶ ἀγανακτῶν ἔλεγεν · »ἠδύνατο τὸ μύρον πραθῆναι δηναρίων τριακοσίων καὶ δοθῆναι πτωχοῖς«, τὸ δ’ ἀληθὲς »κλέπτης ἦν κοὶ τὸ γλωσσόκομον ἔχων τὰ βαλλόμενα ἐβάστα- ζεν«. εἴ τις οὖν καὶ νῦν τὸ τῆς ἐκκλησίας ἔχων γλωσσόκομον λέγει μέν ὡς καὶ ὁ Ἰούδας) ὑπέρ πενήτων, τὰ δέ βαλλόμενα βαστάζει, τὴν μερίδα ἑαυτῷ τιθείη μετὰ τοῦ ταῦτα πράξαντος᾿ Ἰούδα. δι᾿ ἅ ὡς γάγγραινα) νομὴν ἐσχηκότα ἐν τῇ ψυχῇ αὐτοῦ ὁ διόβολος ἔβαλεν αὐτοῦ »εἰς τὴν καρδίαν« τὸν σωτῆρα παραδοῦναι, καὶ παραδεξάμενον »τὸ πεπυρωμένον« περὶ τούτου »βέλος« ὕστερον αὐτὸς εἰσελθὼν εἰς τὴν ψυχὴν αὐτοῦ) ἐπλήρωσεν αὐτόν. [*](8 ff Vgl. Theophylakt : καὶ οὕτως ἐμέριζον οὐτοὶ μετὰ τῶν παιδίων τὰ χρήματα, καὶ οἱ γονεῖς κατελιμάνοντο ἀγηροκόμητοι. — 11 Luc. 16, 14 — 20 I. Tim. 6, 5 — 22 Marc. 14, — 24 Joh. 12, 6 — 25 ff Vgl. Harnack TU. 42, 4, 136 — 28 Vgl. Joh. 13, 2 — 29 Vgl. Eph. 6, 16 — 30 Vgl. Lue. 22. 3; Joh. 13, 27) [*](1 οὐχ ὡς Μ 1 f umzustellen : παράδοσιν ὡς οὐχ ὑγιῶς ἔχουσαν? 1 Koe 8 ἄν <H 11 πάντα] auch V, fehlt jetzt in Μ infolge Beschneidung des Randes 18 σωτῆρος Ε; Koe 21 Ε; Koe 22 Περὶ] Η τὰ ρ 23 τριακοσίων δηναρίων Μ 24 ἔχο)ν + καὶ H 26 ὁ <H 27 ἑαυτοῦ Μ τιθείη ἂν Diehl Koe)
Ἀλλὰ γὰρ ἐπανέλθωμεν ἐπὶ τὰ προκείμενα, ἐν οἷς ὁ σωτὴρ δύο ἀπὸ τοῦ νόμου ἐπιτεμόμενος ἐντολὰς ἐξέθετο, τὴν μέν ἀπὸ τῆς δεκαλόγου ἀπὸ τῆς Ἐξόδου, τὴν δέ ἀπὸ τοῦ Λευϊτικοῦ ἢ τῶν ἄλλων ἀπό τινος τῶν ἐν τῇ Πεντατεύχῳ. εἶτα ἐπεὶ διηγησάμεθα πῶς ἠκύρωσαν τὸν λόγον τοῦ θεοῦ (φάσκοντα· τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου) λέγοντες· οὐ τιμήσει τὸν πατέρα ἢ τὴν μητέρα αὐτοῦ, ὅς ἄν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρὶ αὐτοῦ· δῶρον ὅ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, ζητήσαι τις ἄν, πῶς οὐ παρέλκει τὸ ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω. ἔστω γάρ, οὐ τιμᾷ τὸν πατέρα καὶ τὴν μητέρα τῷ καλουμένῳ κορβᾶν ἀνατιθεὶς τὰ δοθησόμενα ἂν εἰς τιμὴν πατρὸς κοὶ μητρός, πῶς οὖν ἡ τῶν Φαρισαίων παράδοσις ἀκυροῖ κοὶ τὸν λέγοντα· ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω; ἀλλὰ μήΠοτε ὅς ἐὰν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· δῶρον ὅ ἄν ἐξ ἐμοῦ ὠφεληθῇς ὡσπερεὶ λοιδορίαν ἐπιφέρει τῷ πατρὶ ἢ τῇ μητρί οἷον ἱεροσύλους λέγων τοὺς γονεῖς λαμβάνοντας τὰ ἀνακείμενα τῷ κορβᾶν ἀπὸ τοῦ ἀνατεθεικότος αὐτὰ αὐτῷ. Ἰουδαῖοι οὖν υἰοὺς ὡς κακολογοῦντας πατέρα ἢ μητέρα τοὺς λέγοντας τῷ πατρὶ ἢ τῇ μητρί· δῶρον, ὅ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς κολάζουσι κατὰ τὸν νόμον· ὑμεῖς δέ τῇ ὑιᾷ ὑμῶν παραδόσει δύο ἐντολὰς τοῦ θεοῦ ἀκυροῦτε. εἶτα οὐκ αἰδεῖσθε ἐγκαλοῦντες τοῖς ἐμοῖς μαθηταῖς οὐδεμίαν μέν ἐντολὴν παραβαίνουσι πορεύονται γὰρ »ἐν πάσαις ταῖς ἐντολαῖς αὐτοῦ καὶ δικαιώμασιν ἀμέμπτως«), παραβαίνουσι δέ πρεσβυτέρων παράδοσιν εὐλαβείᾳ τοῦ μὴ παραβῆναι ἐντολὴν θεοῦ. ὅπερ εἰ καὶ ὑμῖν προέκειτο, τὴν μέν Περὶ τιμῆς πατρὸς κοὶ μητρὸς ἐντολὴν ἐφυλάξατε ἄν καὶ τὴν λέγουσαν ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω , τὴν δὲ ἐναντιουμένην ταῖς ἐντολαῖς ταύταις τῶν πρεσβυτέρων παράδοσιν οὐκ ἄν ἐφυλάξατε.
Μετὰ δὲ ταῦτα ὅλας τὰς παρὰ Ἰουδαίοις τῶν πρεσβυτέρων παραδόσεις ἀπὸ τῶν προφητικῶν βουλόμενος διαβάλλειν λόγων, παρέθετο ῥητὸν ἀπὸ τοῦ Ἡσαΐου, ὅπερ αὐταῖς λέξεσιν οὕτως ἔχει· »καὶ εἶπε κύριος· ἐγγίζει μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτῶν« καὶ τὰ ἑξῆς. κοὶ προείπομέν [*](1 I. Tim. 6, 10 — 5 Vgl. Ex. 20, 12 — 6 Vgl. Lev. 20, 9 — Vgl. Ex. 21, 16; Deut. 27, 16 — 24 Vgl. Luc. 1, 6 — 32 Jes. 29, 13) [*](1 λέγει H o ἀπὸ τῆς str. Koe 6 τῶν ἄλλων Kl τὴν ἄλλην Μ H 16 ὄν < H 19 υἱοὺς Hu (nach Erasmus) ὑμᾶς M H 27 κακολωγῶν 29 ταύτες H 30 ταύτας H)
Προσλαβὼν τοίνυν τὴν προκειμένην ἐν τῷ εὐαγγελίῳ λέξιν ἐθέμην τινὰ τῶν πρὸ αὐτῆς καί τινα τῶν ἑξῆς αὐτῆς, ἵνα παραστήσωμεν τίνα τρόπον ἀπειλεῖ καμμύσειν »τοὺς ὀφθαλμοὺς« τῶν ἀπὸ τοῦ λαοῦ ὁ λόγος ἐκστάντων καὶ κραιπαλησάντων καὶ πεποτισμένων »πνεύματι κατανύξεως«, ἐπειλεῖ δὲ καμμύσαι καὶ τοὺς προφήτας αὐτῶν καὶ τοὺς ἐπαγγελλομένους ὁρᾶν τὰ κρυπτὰ« ἄρχοντας αὐτῶν. ἅπερ οἶμοι) γεγένηται μετὰ τὴν τοῦ σωτῆρος ἐπιδημίαν ἐν τῷ λαῷ ἐκείνῳ · γέγονε γὰρ αὐτοῖς πάντα τὰ ῥήματα ὅλο)ν μὲν τῶν γραφῶν, καὶ τοῦ Ἡσαΐου δέ, »ὡς λόγοι βιβλίου ἐσφραγισμένου«. τὸ δέ »ἐσφραγισμένου« εἴρηται οἱονεὶ κεκλεισμένου τῇ ἀσαφείᾳ κοὶ μὴ ἠνοιγμένου τῇ σαφηνείᾳ· ὅπερ ἐπίσης τοῖς μηδὲ τὴν ἀρχὴν διὰ τὸ μὴ εἰδέναι γράμματα) ἀναγνῶναι αὐτὸ δυναμένοις κοὶ τοῖς ἐπαγγελλομένοις εἰδέναι γράμματά ἐστιν ἀσαφές, οὐ γινώσκουσι τὸν ἐν τοῖς γεγραμμένοις νοῦν. καλῶς οὖν ἐπιφέρει 〈τού〉τοις ὅτι, ἐπὰν ἐκλυθεὶς ἀπὸ τῶν ἁμαρτημάτων ὁ λαὸς καὶ ἐκστλὰς μανῇ κοτ’ αὐτοῦ, οἶς καὶ κραιπαλήσει κατ᾿ αὐτοῦ »πνεύματι κατανύξεως«, ὅ ποτισθήσεται ὑπὸ τοῦ κυρίου καμμύοντος αὐτῶν τοὺς ὀφθαλμοὺς ὡς ἀνξίους τοῦ βλέπειν) κοὶ τῶν προφητῶν αὐτῶν καὶ τᾶ)ν ἀρχόντων αὐτῶν τῶν ἐπαγγελλομένων βλέπειν τὰ κρυπτὰ τῶν ἐν ταῖς θείαις γραφαῖς μυστηρίων, καὶ ἐπὰν καμμύσωσιν αὐτῶν οἱ ὀφθαλμοί, τότε αὐτοῖς ἔσται τὰ προφητικὰ ῥήματα ἐσφραγισμένα καὶ ἐπικεκρυμμένα· ὅπερ πεπόνθασιν ὁ λαὸς ὁ τῶν μὴ πιστευόντων εἰς τὸν Ἰησοῦν ὡς Χριστόν. ἐΠὰν δέ γέ- [*](5 Jes. 29, —13 — 14 Jes. 29, 15 — —52, 5 Vgl. Jes. 29, —13 — 24 ff Vgl. Orig. tom. V, 7 in Joh. (IV, 104, 8 ff) u. ö.) [*](28 〈τού〉τοις Kl I ἀπὸ ρ ὑπὸ MH 30 ποτισθήσεται M H c ποτεσθήσεται H a 33 ἔστοι αὐτοῖς Μ 34 1. πέπονθε νῦν ? Kl)
Καὶ νῦν μάλιστα, ἐξ οὗ τὸν σωτῆρα ἡμῶν ἠρνήσαντο, λεχθείη ἄν ὑπὸ τοῦ θεοῦ περὶ αὐτῶν τὸ μάτην δέ σέβονταί με· οὐκέτι γὰρ διδάσκουσιν ἐντάλματα θεοῦ. ἀλλὰ ἀνθρώπων καὶ διδασκαλίας οὐκέτι τὰς ἀπὸ τῆς τοῦ πνεύματος σοφίας, ἀλλὰ τὰς ἀνθρωπίνας. ὅθεν τούτων αὐτοῖς συμβαινόντων, μετέθηκεν ὁ θεὸς τὸν τῶν Ἰουδαίων λαὸν καὶ ἀπώλεσε τὴν σοφίαν« αὐτῶν τῶν παρ’ αὐτοῖς σοφῶν οὐκέτι γάρ ἐστι σοφία παρ᾿ αὐτοῖς ὡς οὐδέ προφητεία), ἀλλὰ κοὶ »τὴν σύνεσιν τῶν συνετῶν« τοῦ λαοῦ κατορώρυχέ που κοὶ ἔκρυφεν ὁ θεός, καὶ οὐκέτι ἐστὶ λαμπρὰ καὶ ἐπιφανής. διὸ κἄν δοκῶσι βουλήν τινα »βαθέως« ποιεῖν, οὐ διὰ τοῦ κυρίου αὐτὴν ποιοῦντες ταλανίζονται · κἄν κρυπτά τινα ἐπαγγέλλωνται βουλῆς θείας, ψεύδονται, ἐπεὶ τὰ ἔργα αὐτῶν οὐ φωτός ἐστιν καὶ ἡμέρας, ἀλλὰ σκότους διὰ βραχέων δέ ἔδοξεν ἡμῖν ἐκθέσθαι τὴν προφητείαν καὶ τὴν ἐπὶ ποσὸν σαφήνειαν αὐτῆς, ἐπείπερ ἐμνήσθη αὐτῆς ὁ Ματθαῖος. ἐμνήσθη δὲ καὶ Μᾶρκος, ἀφ᾿ οὗ χρησίμως παραστησόμεθα περὶ τῆς παραβάσεως τῶν πρεσβυτέρων δοξάντων νίπτειν τὰς χεῖρας, ὅταν ἄρτον ἐσθίωσιν οἱ Ἰουδαῖοι, τὰ κατὰ τὸν τόπον οὕτως ἔχοντα· »οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ Πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσι, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων, καὶ ἀπ᾿ ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσι, κοὶ ἄλλα τινά ἐστιν ἅ παρέλαβον κρατεῖν, βαΠτισμοὺς ποτηρίων καὶ ξεστῶν κοὶ χαλκείων καὶ κλινῶν«.
Καὶ προσκαλεσάμενος τὸν ὄχλον, εἶπεν αὐτοῖς· ἀκούετε καὶ συνίετε καὶ τὰ ἑξῆς(15, 10 — 20).
Σοφῶς διὰ τούτων ὑπὸ τοῦ σωτῆρος διδασκόμεθα, ἀναγινώσκοντες ἐν τῷ Λευϊτικῷ καὶ ἐν τῷ Δευτερονομίῳ τὰ περὶ καθαρῶν καὶ ἀκαθάρτων βρωμάτων, ἐφ’ οἷς ὡς παρανομοῦσιν ἐγκαλοῦσιν ἡμῖν οἱ σωματικοὶ Ἰουδαῖοι καὶ οἱ ὀλίγῳ διαφέροντες αὐτῶν Ἐβιωναῖοι, μὴ νομίζειν τὸν σκοπὸν εἶναι τῇ γραφῇ τὸν πρόχειρον περὶ τούτων νοῦν. εἰ γὰρ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐξερχόμενον ἐκ [*](8 f Vgl. I. Kor. 2, 4 f. 13 — 9 ff Vgl. Jes. 29, 14. 15 — 16 Vgl. Joh. 3, 19 ff — 21 Marc. 7, 3. 4 — 29 Vgl. Lev. 11; Deut. 14 — 30 ff Vgl. Harnack TU. 42, 4, 78) [*](10 τῶν τῶν H a 12 οὐδὲ Diehl Koe οὔτε MH 15 ἐπαγγέλονται Μ ἐπαγγέλωνται H 16 <καὶ ἡμέρος〉 Diehl 18 Ε; καὶ mit ρ 20 οἱ < 31 ὀλίγῳ] λόγω M 32 τὸν <H)
Εἰ δέ χρὴ ὑπογράψαι τὰ κατὰ τὸ εὐαγγέλιον ἀκάθαρτα βρώματα, φήσομεν ὅτι τοιαῦτά ἐστι τὰ ἀπὸ πλεονεξίας πεπορισμένα καὶ ἀπὸ αἰσχροκερδείας περιγεγενημένα καὶ ἀπὸ φιληδονίας λαμβανόμενα καὶ ἁπὸ τοῦ θεοποιεῖσθαι τιμωμένην τὴν γαστέρα, ὅταν αὐτὴ καὶ αἱ κοτ’ αὐτὴν ὀρέξεις καὶ μὴ ὁ λόγος ἄρχῃ τῆς ἡμῶν. ἡμῶν. ἀλλὰ καὶ γινώσκοντες δαιμονίοις κεχρῆσθαί τινα ἢ μὴ γινώσκοντες μέν, ὑπονοοῦντες δέ) καὶ διακρινόμενοι περὶ τούτου, εἰ χρησαίμεθα τοῖς τοιούτοις, οὐκ »εἰς δόξαν θεοῦ« αὐτοῖς [*](2 Marc. 7, 19 — 4 f Vgl. Prov. 15, 7 — 5 Vgl. Sir. 28, 25 — 14 ff Vgl. Rom. 2, 25 f — 18 Tit. 1, 15 — 25 I. Kor. 10, 31 — 33 Vgl. I. Kor. 10, 31) [*](1 κοὶ ἐν TcJ) <H | ἐν rco κατὰ s. 1. M c | τὸν <Μ 1/2 ἔλεγεν ταῦτα H 12 f ἀγαθὰ — λεγόμενα < M 12 ἐστι + τὸν ? Koe 13 ἀκάθαρτα] 14 μὲν Diehl 17 εἰς] εἰς] Μ 22 ἡ < Μ 23 οὐ γὰρ H 25 ἄλλο τι Μ)
Ὥσπερ δὲ ἐν πολλοῖς κατανοητέον τὸ θαυμαζόμενον παρὰ Ἰουδαίοις ἐπὶ τοῖς τοῦ σωτῆρος λόγοις ὅτι ἐν ἐξουσίᾳ ἐλέγοντο, οὕτως καὶ ἐπὶ τῶν κατὰ τὸν τόπον. τόν ὄχλον γοῦν προσκαλεσάμενος εἶπεν αὐτοῖς· ἀκούετε καὶ συνίετε καὶ τὰ ἑξῆς, καὶ τοῦτ’ ἔλεγε Φαρισαίων σκανδαλιζομένων ἐπὶ τούτῳ τῷ λόγῳ, ὡς διὰ τὰ μοχθηρὰ δόγματα καὶ τὴν φαύλην περὶ τοῦ νόμου ἐκδοχὴν οὐκ ὄντων φυτείας τοῦ ἐν οὐρανοῖς ἑαυτοῦ πατρὸς καὶ διὰ τοῦτο ἐκριζουμένων · ἐξερριζώθησαν γὰρ μὴ παραδεξάμενοι τὴν ἀπὸ τοῦ πατρὸς γεωργουμένην ἄμπελον ἀληθινὴν Ἰησοῦν [*](3 Röm. 14, 23 — 5 ff Vgl. Rom. 14, 23 — 6 Vgl. Act. 15, 20. 29; 21, 25 — 7 ff I. Kor. 10, 20 — 8 f Vgl. I. Kor. 8, 7 — 12 I. Kor. 8, 8 — 18 Kol. 2, 16 — 20 ff Vgl. Hebr. 10, 1 — 23 Hebr. 10, 1 — 25 ff Vgl. Matth. 7, 28 f — 32 Vgl. Joh. 15, 1) [*](5 εἰδωλείοις ρ εἰδωλίοις MH 9 κοινωνισάντων H 16/17 οἶμαι ἐν διαφόροις <M 17 ἀδιαφορεῖν Hu οὐ διαφορεῖν Μ ἐνδιαφορεῖν H 19 ὑμᾶς λ ἡμᾶς MH 30 Περὶ Kl vgl. S. 56,34 παρὰ MH)
Μετὰ ταῦτα ἄξιον ἰδεῖν λέξιν συκοφαντουμένην ὑπὸ τῶν φασκόντων οὐ τὸν αὐτὸν εἶναι νόμου καὶ εὐαγγελίου Ἰησοῦ Χριστοῦ θεόν· οἵτινές φασιν ὅτι οὐκ ἔστιν ὁ Ἰησοῦ Χριστοῦ οὐράνιος πατὴρ γεωργὸς τῶν κατὰ τόν Μωσέως νόμον οἰομένων θεὸν εὐσεβεῖν. αὐτὸς εἶπεν ὁ Ἰησοῦς τοὺς Φαρισαίους, οἵ ἦσαν λατρεύοντες τῷ κτίσαντι τόν κόσμον καὶ τὸν νόμον θεῷ, οὐκ] εἶναι φυτείαν ἥν οὐκ ἐφύτευσεν ὁ οὐράνιος αὐτοῦ πατήρ, καὶ διὰ τοῦτο αὐτὴν ἐκριζοῦσθαι. εἴποιεν δ’ ἄν καὶ ταῦτα ὅτι οὐκ ἄν, εἴπερ πατὴρ ἦν τοῦ Ἰησοῦ ὁ »εἰσαγαγῶν« καὶ φυτεύσας τὸν ἀπὸ Αἰγύπτου ἐκκξελθόντα λαὸν »εἰς ὄρος κληρονομίας« ἑαυτοῦ, εἰς ἕτοιμον κατοικητήριον« ἑαυτοῦ, εἶπεν ἄν ὁ Ἰησοῦς ἐπὶ τοῖς Φαρισαίοις ὅτι ππασα φυτεία ἥν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. πρὸς ταῦτα δὲ φήσομεν, ὅτι ὅσοι διὰ τὴν μοχθηρὰν περὶ τῶν κατὰ τὸν νόμον ἐκδοχὴν οὐκ ἦσαν φυτεία τοῦ ἐν οὐρανοῖς πατρός, οὗτοι τετύφλωντο »τὰ νοήματα«, ὡς μὴ πιστεύοντες τῇ ἀληθείᾳ ἀλλὰ εὐδοκοῦντες τῇ ἀδι- [*](2 Kol. 2, 21 f — 5 Vgl. Kol. 3, 1 f — 11 Psal. 7, 16 — 13 Matth. 5, 1 — 27 Ex. 15, 17 — 32 f Vgl. II. Kor. 4, 4 — II. Thess. 2, 12) [*](5 Ε; λ 14 οὐτῶ̣ <H 22 ὁ ιݲ ςݲ χݲ ςݲ ὁ οݲυݲνݲιݲοݲςݲ Μ 23 αὐτὸς Ε; Koe 25 οὐκ1] KI Koe | οὐκ2 Μ H <ρ 26 εἴποιεν KI vgl. φοσιν Ζ. 22 εἴποιε Μ H 1 οὐκ ἄν] κἂν H 29 ἑπὶ] zu str, Koe | ὅτι] τὸ H)
Ἑξῆς δέ τούτοις γέγραπται τίνα τρόπον ὁ Πέτρος ἀποκριθεὶς εἶπε τῷ σωτῆρι ὡς μὴ νοήσας τὸ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον , ἀλλὰ τὸ ἐκΠορευόμενον ἐκ τοῦ στόματος) τὸ φράσον ἡμῖν τὴν παραβολήν. πρὸς ὁ ὁ σωτήρ φησι τὸ ἀκμὴν κοὶ ὑμεῖς ἀσύνετοί ἐστε, οἱονεὶ τοσούτῳ μοι συνόντες χρόνῳ ἔτι οὐ συνίετε τοῦ βουλήματος τῶν λεγομένων, κοὶ ἔτι οὐ νοεῖτε ὅτι διὰ τοῦτο οὐ κοινοῖ τὸν ἄνθρωπον , ἐπεὶ τὸ εἰσερχόμενον αὐτοῦ εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ κοὶ προχωροῦν ἀπ᾿ αὐτῆς εἰς ἀφεδρῶνα βάλλεται. οὐ παρὰ τὸν νόμον, ᾧ πιστεύειν ἐδόκουν, οὐκ ἦσαν φυτεία τοῦ πατρὸς Ἰησοῦ Φαρισαῖοι, ἀλλὰ παρὰ τὴν μοχθηρὰν περὶ τοῦ γόμου κοὶ τῶν ἐν αὐτῷ γεγραμμένων ἐκδοχήν. δύο γὰρ νοουμένων [*](2 Vgl. II. Kor. 4, 4 — 4 ff Vgl. Phil. 3, 19 — 5 f Joh. 16, 11 — 7 Vgl. Rom. 8, 15 — 8 f Vgl. Luc. 20, 35. (36) — 11 ff II. Kor. 4, 4. 6) [*](2 τοῦ παύλου Μ 3 ἡμῶν Hu ἡμᾶς Μ H 17 αὐτοὺς Hu αὐτῶν M Η | αὑτῶν υ οὐτῶν Μ αυτῶν H 22 τὸν K1 28 ἡμεῖς Η)
Εἴποι δ’ ἄν τις κατὰ τὸν τόπον γενόμενος ὅτι, ὥσπερ οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, κἄν νομίζηται εἶναι ὑπὸ Ἰουδαίων κοινόν· οὕτως οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα ἁγιάζει τὸν ἄνθρωπον, κἄν ὑπὸ τῶν ἀκεραιοτέρων νομίζηται ἁγιάζειν ὁ ὀνομαζόμενος ἄρτος τοῦ κυρίου. καὶ ἔστιν οἶμαι) ὁ λόγος οὐκ εὐκαταφρόνητος καὶ διὰ τοῦτο δεόμενος σαφοῦς διηγήσεως, οὕτο)ς ἐμοὶ δοκούσης ἔχειν. ὥσπερ οὐ τὸ βρῶμα, ἀλλ᾿ ἡ συνείδησις τοῦ μετὰ διακρίσεως ἐσθίοντος κοινοῖ τὸν φαγόντα (»ὁ« γὰρ »διακρινόμενος ἐὰν φάγῃ κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως«), καὶ ὥσπερ οὐδέν καθαρὸν οὐ παρ’ αὐτό ἐστι τῷ μεμιασμένῳ κοὶ ἀπίστῳ, ἀλλὰ παρὰ τὸν μιασμὸν αὐτοῦ καὶ τὴν ἀπιστίαν, οὕτως τὸ ἁγιαζόμενον »διὰ λόγου θεοῦ καὶ ἐντεύξεως« οὐ τῷ ἰδίῳ λόγῳ ἁγιάζει τὸν χρώμενον. εἰ γὰρ τοῦτο, ἡγίαζεν ἄν καὶ τόν ἐσθίοντα »ἀναξίως« τοῦ κυρίου, καὶ οὐδεὶς ἄν διὰ τὸ βρῶμα τοῦτο ἀσθενὴς ἢ ἄρρωστος ἐγίνετο ἢ ἐκοιμᾶτο τοιοῦτον γάρ τι ὁ Παῦλος παρέστησεν ἐν τῷ »διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί«). καὶ ἐπὶ τοῦ ἄρτου τοίνυν τοῦ κυρίου ἡ ὠφέλεια τῷ χρωμένῳ ἐστίν, ἐπὰν ἀμιάντῳ τῷ νῷ καὶ καθαρᾷ τῇ συνειδήσει μεταλαμβάνῃ τοῦ ἄρτου. οὕτω δέ οὔτε ἐκ τοῦ μὴ φαγεῖν, παρ’ αὐτὸ τὸ μὴ φαγεῖν ἀπὸ τοῦ ἁγιασθέντος λόγῳ θεοῦ καὶ ἐντεύξει ἄρτου, »ὑστερούμεθα« ἀγαθοῦ τινος οὔτε ἐκ τοῦ φαγεῖν »περισσεύομεν« ἀγαθῷ τινι. τὸ γὰρ αἴτιον τῆς ὑστερήσεως ἡ κακία ἐστὶ καὶ τὰ ἁμαρτήματα, καὶ τὸ αἴτιον τῆς περισσεύσεως ἡ δικαιοσύνη ἐστὶ καὶ τὰ κατορθώματα · ὡς τοιοῦτο εἶναι τὸ πορὰ τῷ Παύλῳ λεγόμενον ἐν τῷ »οὔτε ἐὰν φάγωμεν περισσεύομεν, οὔτε ἐὰν μὴ φάγωμεν ὑστερούμεθα«. [*](1ff Vgl. II. Kor. 3, 7 — 4 Rom. 7, 14 — 5 Rom. 7, 12 — 7 Vgl. II. Kor. 3, 6 — 7 ff Vgl. II. Kor. 3, 14 —16 — 9 II. Kor. 3, 16 f — 17 Vgl. I. Kor. 8, 7 — 18 Rom. 14, 23 — 21 Vgl. I. Tim. 4, 5 — 22/23 Vgl. I. Kor. 11, 27 — 24 I. Kor. 11, 30 — 28 ff Vgl. I. Kor. 8, 8 — 33 I. Kor. 8, 8) [*](22 ἡγίαζεν] ἡγίαζε γὰρ H 22/23 ἀναξίως] + τὸν ἄρτον ρ (cf. in notis))
Ἑξῆς τούτῳ ἴδωμεν πῶς τὰ ἐκπορευόμενα καὶ κοινοῦντα τὸν ἄνθρωπον οὐ παρὰ τὸ ἐκ τοῦ στόματος ἐκπορεύεσθαι κοινοῖ τὸν ἄνθρωπον , ἀλλὰ τὴν αἰτίαν ἔχει τῆς κοινώσεως ἐν τῇ καρδίᾳ, ὅτε ἐξέρχονται ἀπ᾿ αὐτῆς πρὸ τῶν ἐκπορευομένων διὰ τοῦ στόματος) διαλογισμοὶ πονηροί, ὧν ἐν εἴδει εἰσὶ φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι· ταῦτα γάρ ἐστι τὰ κοινοῦντα τὸν ἄνθρωπον , ὅτε ἐξέρχεται ἀπὸ τῆς καρδίας καὶ ἐξελθόντα ἀπ᾿ αὐτῆς διαπορεύεται διὰ τοῦ στόματος — ὡς εἰ ἔξω τῆς καρδίας μὴ ἐγίνετο ἀλλ᾿ αὐτοῦ που περὶ τὴν καρδίαν κατείχετο, οὐκ ἐπιτρεπόμενα διὰ τοῦ στόματος λαλεῖσθαι, τάχιστα ἄν ἠφάνιστο καὶ οὐκέτι ἄνθρωπος ἐκοινοῦτο. πηγὴ οὖν καὶ ἀρχὴ πόσης ἁμαρτίας διαλογισμοὶ πονηρί· μὴ γὰρ ἐπικρατησάντων τούτων, οὔτε φόνοι οὔτε μοιχεῖαι οὔτ᾿ ἄλλο τι τῶν τοιούτων ἔσονται. διὰ τοῦτο πάσῃ φυλακῇ τηρητέον ἑκάστῳ τὴν ἑαυτοῦ καρδίαν· κοὶ γὰρ ἐν ἡμέρᾳ κρίσεως ἐλθὼν ὁ κύριος« »φωτίσει τὰ κρυπτὰ τοῦ σκότους καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν«, »μεταξὺ« Πόντων »τῶν λογισμῶν« ἀνθρώπων »κατηγορούντων ἢ καὶ ἀπολογουμένων«, ἡνίκα ἐὰν κυκλώσῃ αὐτοὺς τὰ διαβούλια ἑαυτῶν. τοιοῦτοι δ’ εἰαὶν οἱ πονηροὶ διαλογισμοί, ὡς ἔσθ᾿ ὅτε καὶ τὰ δοκοῦντα ἀγαθὰ καὶ ( ὅσον ἐΠὶ τῇ κρίσει τῶν πολλῶν) ἐπαινετὰ ψεκτὰ ποιεῖν. ἐὰν γοῦν ποιῶμεν »ἐλεημοσύνη« ἔμπροσθεν τῶν ἀνθρώπων«, ἐν τοῖς [*](3 Vgl. I. Tim. 4,5 — 5 Vgl. Rom. 12, 6 — 7 Vgl. I. Kor. 11, 27 — 10. 12 Vgl. Joh. 1, 14 — 10 f Vgl. Joh. 6, 55. 51. 57 — 13 Joh. 6, 51. 58 — 17 —26 Vgl. C v Nr. 16 Or. = C marc Nr. 4 Or. ? — 27/28 Vgl. I. Kor. 4, 5 — 29 Rom. 2, 15 — 33 ff Vgl. Matth. 6, 1 f) [*](2 ἐκβάλεται H 12 ἐσθίηβν H 18 λογισμοί Μ 22 που] τοῦ H 26 οὔτε ἄλλο Μ 27 ἑκάστῳ] πάντα πιστὸν V < H 33 οὖν ποιοῦμεν Η)
Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου κοὶ Σιδῶνος. καὶ ἰδοὺ γυνὴ Χαναναία(15, 21. 22 [ — 28]).
Πόθεν ἐκεῖθεν ἢ ἀπὸ γῆς Γενησαρέτ, περὶ ἧς προείρητο · »καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρέτ« ; ἀνεχώρησε δὲ τάχα διὰ τὸ σκανδαλίζεσθαι τοὺς Φαρισαίους ἀκούσαντας ὅτι οὐ τὸ εἰσερχόμενον, ἀλλὰ τὸ ἐκπορευόμενον κοινοῖ τὸν ἄνθρωπον«. ὅτι δέ διὰ τοὺς ὑπονοουμένους ἐπιβουλεύειν , εἴ ποτε, ἀνεχώρησε, δῆλον ἐκ τοῦ »ἀκούσας δέ ὅτι [*](5 f Vgl. Matth. 6, 4 — 6 ff Vgl. Harnack TU. 42, 4, 135 A. 1: ,,berechnende, ürdige Askese und Lehrausübung“ — 10 f Vgl. I. 12, 28 — 12 Vgl. I. Tim. 3, 1 — 14 ff Vgl. I. Tim. 3, 1 f — 27 Matth. 14, 34 — 28 f Vgl. Matth. 15, 12 — 29 Matth. 15, 11 —31 Matth. 4, 12) [*](2 τὸν] τῶν H 2/3 μισθὸν ἀπὸ τῶν ἀνθρώπων Μ 4 συνειδότως H a 7 ἢ] κοὶ Μ 10 ὑπὸ Kl Koe ἀπὸ Μ H 13 κολακίαν ἢ τῶν H 17 δόξωμεν Μ 25 Κοὶ] vorher : Περὶ τῆς Χαναναίας H 27 f περὶ— Γενησαρέτ < 30 ὅτι] ἔτι Μ 31 εἴ ποτε] εἶπε τὸ H)
Ἐνταῦθα μέν οὖν ὅρια εἴρηταί τινα Τύρου καὶ Σιδῶνος , ἐν δὲ τῇ Ἐξόδῳ ὅρια τοῦ Φαραώ, ἐν οἶς φασὶ) γίνονται αἱ κατὰ τῶν Αἰγυπτίων [*](2 Marc. 7,24 — 4 f Vgl. Matth. 15, 12 — —61, 16 Vgl. C b Nr. 31 Or. — 8 Vgl. Wutz, Onom. sacra 713 u. ö. — 10 Vgl. Wutz, Onom. sacra 747. 146 f — 13 — 23 Vgl. C v Nr. 17 Or. : ἀλληγορικῶς μὲν ὁ σωτὴρ ἔρχεται οὐκ eIq τὰ ὅρια ἀλλ᾿ εἰς τὰ μέρη Τύρου κοὶ Σιδῶνος«, ἡ δὲ Χαναναία »ἐξελθοῦσα ἀπὸ τῶν ὁρίων ἐκείνων ἔχραξα λέγουσα ἐλέησόν με, κύριε«. μένουσα δὲ ἐν τοῖς ὁρίοις οὐκ ἐδύνατο ἐκπικαλεῖσθαι τὸν κύριον κτλ. — 16 Marc. 7, 24 — 17 Vgl. Ζ. 9 — 21 ff Vgl. Hier. in Matth. 115 C: inde novit vocare filium David, quia egressa iam fuerat de finihus suis etc. — 23 Vgl. Rom. 12, 6 — 24 Deut. 32, 8 — 28 Vgl. Ex. 8, 2) [*](3 (Kaiy Kl 8 — 10 Σόρ — μεταλαμβάνεται < H 20 〈κύριε〉 21 ὅτι ου κἂν H 22 ἠδύνατο M c 25 ἀριθμῶν H a 27 οὖν <Μ)
Συνάγαγε δέ ἀπὸ τῶν εὐαγγελίων, τίνες μὲν αὐτὸν καλοῦσιν υἱὸν Δαυίδ, ὡς αὕτη καὶ οἱ ἐν Ἰεριχοῖ τυφλοί, τίνες δέ υἱὸν θεοῦ καὶ ἤτοι χωρὶς τῆς ἀληθῶς προσθήκης, ὡς οἱ δαιμονιζόμενοι λέγοντες · »τί ἡμῖν καὶ σοι. υἱὲ τοῦ θεοῦ«, τίνες δέ μετὰ τῆς ἀληθῶς προσθήκης, ὡς οἱ ἐν τῷ πλοίῳ προσκυνοῦντες, » ἀληθῶς θεοῦ υἱὸς εἶ« λέγοντες αὐτῷ. καὶ γὰρ χρήσιμος οἶμοι) ἔσται σοι ἡ τούτων συναγωγὴ πρὸς τὸ ἰδεῖν τὴν διαφορὰν τῶν προσιόντων, τίνες μέν οἱονεὶ τῷ γενομένῳ »ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα« προσίασι, τίνες δέ τῷ ὁρισθέντι υἰῷ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης«, καὶ τούτων τίνες μὲν μετὰ τοῦ ἀληθῶς τίνες δέ χωρὶς τούτου. εἶτα πρόσχες ὅτι ἡ Χαναναία μὲν οὐ περὶ υἱοῦ ὅν οὐδὲ τὴν ἀρχὴν γεγεννηκέναι φαίνεται) ἀλλὰ περὶ θυγατρὸς παρακαλεῖ δεινῶς δαιμονιζομένης, [*](5 Vgl. Deut. 32, 9 — —17 Vgl. C c I, 123, 20 ff An. : τινἐς δὲ καὶ ἀλληγοροῦντές φασιν, ὅτι ὅτε ἐξῆλθεν ἐκ τῆς Ἰουδαίας ὁ Χριστός, τότε αὐτῷ προσελθεῖν ἐτόλμησεν ἡ ἐκκλησία αὐτὴ ἐκ τῶν ὁρίων αὐτῆς ἐξελθοῦσα κτλ. — 11 Vgl. Wutz, Onom. sacra 742. 398 f — 12 Vgl. Matth. 25, 34 — 15 Vgl. Rom. 6, 12 — 20 Vgl. Matth. 20, 30 — 21 Matth. 8, 29 — 23 Matth. 14, 33 — 25 Vgl. Rom. 1, 3 — 26 f Vgl. Rom. 1, 4) [*](3 μεταβαλλόντα H μεταβαλοντα λ Μ 12 μὲν] γὰρ C b Nr. 31 | τῇ λ ἐν Μ H 14/15 ἑτοιμαζόντων Μ H I. ἑτοιμάζοντες ? Kl ἑτοιμαζουσῶν Hu 15 1. αὑτοὺς? Koe 17 ἡτοιμασθῆναι H 20 αὕτη KI αὐτὴ M H 23 υἱὸς θεοῦ Μ 28/29 γεγενηκέναι Μ 29 παρακαλεῖ Kl παρεκάλει Μ H)
Γένους μέν οὖν χάριν ἡ Χαναναία οὐδὲ ἀποκρίσεως ἀξία ἦν τῆς ἀπὸ Ἰησοῦ τυχεῖν, ὁμολογοῦντος οὐκ ἐπ᾿ ἄλλο τι ἀπεστάλθαι παρὰ τοῦ πατρὸς ἢ πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ, γένος ψυχῶν διορατικῶν ἀΠολωλός. προαιρέσεως δὲ ἕνεκα καὶ τοῦ προσκεκυνηκέναι Ἰησοῦ υἱῷ τοῦ θεοῦ ἀποκρίσεως τυγχάνει, ἐλεγχούσης αὐτῆς τὴν δυσγένειαν καὶ τὴν ἀξίαν αὐτῆς παριστάσης, ὅτι ψιχίων ὡς κυνίδιον καὶ οὐκ ἄρτων ἦν ἀξία. ὡς δέ ἐπιτείνασα τὴν προαίρεσιν καὶ παραδεξαμένη τὸν Ἰησοῦ λόγον ἐπιδικάζεται, κἄν ὡς κυνίδιον τυχεῖν ψιχίων, καὶ ὁμολογξεῖ κυρίους τοὺς εὐγενεστέρους, τότε τυγχάνει ἀποκρίσεως δευτέρας μαρτυρούσης αὐτῆς τῇ πίστει ὡς μεγάλῃ καὶ ἐπαγγελλομένης ἔσεσθαι αὐτῇ ὅ βούλεται. ἀνάλογον δ’ οἶμαι τῇ »ἄνω Ἱερουσαλὴμ« ἐλευθέρᾳ, μητρὶ Παύλου καὶ τῶν παραπλησίων αὐτῷ, δεήσει νοῆσαι τὴν Χαναναίαν, μητέρα τῆς δεινῶς δαιμονιζομένης, σύμβολον τυγχάνουσαν μητρὸς τοιᾶσδε ψυχῆς. καὶ ἐπίστησον εἰ μὴ εὔλογόν ἐστιν εἶναι καὶ πολλοὺς πατέρος κοὶ πολλὰς μητέρας, ἀναλογον τοῖς πατράσιν Ἀβραάμ, Πρὸς οὕς ἀπῄει ὁ πατριάρχης, καὶ τῇ Ἱερουσαλὴμ μητρὶ ὡς Παῦλός φησι περὶ ἑαυτοῦ) καὶ τῶν ὁμοίων [*](1f Vgl. Luc. 7, 11 ff — Vgl. Luc. 8, 41 f Par. — 3 f VgL Joh. 4, 46 f — 9 Vgl. Joh. 4, 48 — 15 f Vgl. Orig. de princ. IV, 3, 8 (V, 334, 16 ff): sed intellegimus genus esse animarum, quae Israhel nominantur . . . Israhel namque mens videns deum . . . interpraetatur. Vgl. Wutz, Onom. sacra 709 u. ö. — 16 Vgl. S. 63,7.17 — 23 ff Vgl. Hier. in Matth. 115 C: ego filiatn ecclesiae puto animas esse credentium, quae male daemonio vexahantur, ignorantes creatorem etc — 23 Vgl. Gal. 4, 26 — 26 VgL Orig. Exhort. 14 (I, 14, 26) — 27 VgL Gen. 15, 15 — 28 VgL GaL 4, 26) [*](9 οἱ s. L Hc 10 δὲ Koe (vgl. Ζ. 9 μὲν) γὰρ M H | πότε υ 12 Ἰησοῦ] + Ε; Koe 15 Ἰσραήλ] + 〈τουιέστι Πρὸς〉 Koe, vgL S. 63, 7 18 παράστάσης H)
Ἐλθοῦσα δὲ ἡ Χαναναία προσεκύνει ὡς θεῷ τῷ Ἰησοῦ λέγουσα· κύριε, βοήθησόν μοι. ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐκ ἔξεστι λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. ζητήσαι δ’ ἄν τις τὸ βούλημα καὶ ταύτης τῆς λέξεως, ἐπεὶ μέτρου μὲν παρόντος ἄρτων, ὡς μὴ δύνασθαι καὶ τὰ κέκνα ἐσθίειν ἄρτους κοὶ κυνίδια τῆς οἰκίας, ἢ κάλλους ἄρτων εὖ εἰργασμένων, ὡς οὐχ οἶόν κατὰ τὸ εὔλογον κυνιδίοις δίδοσθαι τροφὴν τὸν καλῶς εἰργασμένον τῶν τέκνων ἄρτον, οὐδὲν δὴ τοιοῦτον φαίνεται ἐπὶ τῆς Ἰησοῦ δυνάμεως, ἀφ᾿ [*](7. 17 Vgl. zu S. 62, 15 f — 8 Vgl. I. Kor. 10, 18 — 11 Vgl. I. Tim. 2, 7; Eph. 4, 25? — II. Kor. 5, 16 — 15 Vgl. Rom. 11, 5 — 16 I. Kor. 1, 27 — 18. 20 Vgl. I. Kor. 1, 28 — 18 Vgl. Rom. 10, 19 (Deut. 32, 21) — 19 f Vgl. I. Kor. 1, 21 — 20 f Psal. 8, 3) [*](1 ἐξεληλυθεῖαν H a 5 ὁ καὶ Μ ~ H | ὅτε δεῖ] ὅτ᾿ ἔδει ? Kl ὅ ἔδει Koe 12 γινώσκομεν Kl γινώσκοντες MH 28 κάλλους Μ H a καὶ ἄλλους H c. r. | Ε; Koe, vgl. Ζ. 27 29 f τὸν κ. εἰργασμένον τ. τ. ἄρτον Μ H c τῶν κ. εἰργασμένων τ. τ. ἄρτων H a 30 δὴ Kl δὲ M H)
Ἀλλοι μέν οὖν ὑπολαμβανέτωσαν , ξένοι τοῦ ἐκκλησιαστικοῦ λόγου, μεταβαίνειν τὰς ψυχὰς ἀπὸ σωμάτων ἀνθρωπίνων ἐπὶ σώματα κύνεια κατὰ τὴν διάφορον κακίον. ἡμεῖς δέ μηδαμῶς τοῦτο εὑρίσκοντες ἐν τῇ θείᾳ γραφῇ, φαμέν ὅτι κατάστασις λογικωτέρα μεταβάλλει εἰς ἀλογωτέραν, ἐκ πολλῆς ῥᾳθυμίας καὶ ἀμελείας τὸ τοιοῦτον πάσχουσα · ὁμοίως δὲ καὶ ἀλογωτέρα προαίρεσις παρὰ τὸ τοῦ λόγου ἠμεληκέναι ἐπιστρέφει ποτὲ εἰς τὸ λογικὴ τέρα ὡς τό ποτε κυνίδιον τὸ ἀγαπῶν ἐσθίειν ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτοῦ, ἥκειν εἰς κατάστασιν τέκνου. μέγα γὰρ συμβάλλεται ἀρετὴ μὲν πρὸς τὸ ποιῆσαι τέκνον θεοῦ, κακία δέ καὶ τὸ λυσσῶδες ἐν λόγοις ὑβριστικοῖς καὶ τὸ ἀναιδὲς πρὸς τὸ ποιῆσαί τινα χρηματίσαι κατὰ τὸν τῆς γραφῆς λόγον) κύνα. τὸ δ’ ὅμοιον νοήσεις καὶ ἐπὶ τῶν λοιπῶν ὀνομάτων τῶν κατὰ τὰ ἄλογα ζῶα. πλὴν ὁ ἐλεγχθεὶς ὡς κύων καὶ μὴ ἀγανακτήσας ἐπὶ τῷ ἀνάξιος εἶναι λέγεσθαι ἄρτου τέκνων κοὶ μετὰ πόσης ἀνεξικακίας εἰπὼν τὸν τῆς Χαναναίας ἐκείνης λόγον τὸν φήσαντα· ναί , κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει [*](3 Vgl. Phil. 2, 7 — 6 Luc. 8, 46 — 15 ff Vgl. Ex. 22, 31 — — 65, 5 frei iibersetzt in Pamphikis Apol. c. Χ (Migne PG 17, 610) — 21 ff Vgl. Orig. c. Cels. I, 20 (I, 71, 21 ff) III, 75(1,267, 12); de princ. I, 8, 4 (V, 104, 7 ff) u. 6.) [*](2 τῶν ἄρτων H a | τέκνον H 7 τὸ μέτρον Μ 8 f πλείονα ἐπιδιδοὺς κοὶ καλουμένοις υἱοῖς Μ H ~ Koe 17 παραλειφθῇ Kl παραληφθη MH καταλειφθῇ Koe 19 ἀνθρωπίνων KI nach humanis Pamph ἀνθρώπων Μ H 23 μὴ ἠμεληκέναι Hu 32 φίσαντα Ηa)
Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς δῆλον δέ ἐκ τῶν προειρημένων, ὅτι ἀπὸ τῶν μερῶν Τύρου »Τύρου Σιδῶνος«) ἦλθε παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας ἥτις ἥτις ἡ συνήθως ὀνομαζομενη Γενησαρῖτις λίμνη), Λ·αὶ πάλιν ἀνέβη εἰς τὸ ὄρος (ἔνθα ἀναβὰς(15, 29 [ —31]).
Ἔστιν οὖν εἰπεῖν ὅτι εἰς τὸ ὄρος τοῦτο, ὅΠου καθέζεται ὁ Ἰησοῦς. οὐχ ὑγιαίνοντες ἀναβαίνουσι μόνον, ἀλλὰ μετὰ τῶν ὑγιαινόντων καὶ οἱ διάφορα πάθη πεπονθότες. καὶ τάχα τοῦτο τὸ ὄρος, ἔνθα ἀναβὰς καθέζεται ὁ Ἰησοῦς, ἡ κοινοτέρως ἐστὶν ὀνομαζομένη ἐκκλησία, ἀνεστηκυῖα διὰ τὸν λόγον τοῦ θεοῦ παρὰ τὴν λοιπὴν γῆν καὶ τοὺς ἐπ᾿ αὐτῆς· ὅπου προσέρχονται οὐχ οἱ μαθηταὶ καταλιπόντες τοὺς ὄχλους ὡς ἐπὶ τῶν μακαρισμῶν) ἀλλὰ πολλοὶ ὄχλοι, οἵτινες αὐτοὶ μέν οὐ κατηγοροῦνται ὡς κωφοὶ ἤ τι πεπονθότες, ἔχουσι δὲ μεθ’ ἐαυτῶν τοὺς τοιούτους. καὶ γὰρ ἔστιν ἰδεῖν μετὰ τῶν προσερχομένων ὄχλων εἰς τοῦτο τὸ ὄρος, ἔνθα ὁ υἱὸς καθέζεται τοῦ θεοῦ, τινὰς μὲν κεκωφωμένους πρὸς τὰ ἐπαγγελλόμενα, ἄλλους δέ τυφλοὺς τὴν ψυχὴν κοὶ μὴ βλέποντος »τὸ ἀληθινὸν φῶς«, καὶ ἄλλους χωλοὺς καὶ μὴ δυναμένους κατὰ λόγον πορεύεσθαι, καὶ ἄλλους κυλλοὺς καὶ μὴ δυναμένους κατὰ λόγον ἐργάζεσθαι. οὗτοι τοίνυν οἱ ταῦτα κατὰ ψυχὴν πεπονθότες, οἱ μετὰ τῶν ὄχλων εἰς τὸ ὄρος ἀναβάντες, ἔνθα ἦν ὁ Ἰησοῦς, ὅσον μέν ἔξω τῶν ποδῶν εἰσι τοῦ Ἰησοῦ, οὐ θεραπεύονται ὑπ᾿ αὐτοῦ· ἐπὰν δέ, ὡς τοιαῦτα πεπονθότες, ῥιφῶσιν ὑπὸ τῶν ὄχλων παρὰ τοὺς Πόδας οὐτοῦ καὶ τὰ τελευταῖα τοῦ σώματος τοῦ Χριστοῦ, οὐδὲ τούτων ἄξιοι τὸ ὅσον ἐφ’ ἑαυτοῖς) τυγχάνοντες, τότε ὑπ αὐτοῦ θεραπεύονται.
Καὶ ἐπὰν ἴδης ἐν τῷ τῆς κοινότερον ἐκκλησίας λεγομένης ἀθροίσματι ἐρριμμένους μετὰ τοὺς τελευταίους αὐτῆς, οἱονεὶ καὶ παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ σώματος, τῆς ἐκκλησίας, τοὺς κατηχουμένους προσελθόντας μετὰ τῆς ἰδίας κωφότητος κοὶ τυφλότητος χωλότητός τε λαὶ κυλλότητος, καὶ τῷ χρόνῳ θεραπευομένους κατὰ τὸν λόγον, οὐκ ἄν ἁμάρτοις τοὺς [*](7 Vgl. Matth. 15, 21 — 8 Vgl. Luc. 5, 1 — 16 Vgl. Matth. 5, 1 — 21 Vgl. Joh. 19) [*](6 Κοὶ] vorher : Περὶ τῶν θεραπευθέντων ὄχλων H 8/9 Γενησαρῖτις Kl γενησαρέτις Μ γενησαρέτ τις H 12 οὐχ Ε; Diehl 16 οὐχ < Μ | ὡς < 17 κατηγορῦνται Kl κατηγοροῦντο MH 18 κοφοὶ H 20 ἀπαγγελλόμενα Μ 30 κοινώτερον H 33 κουφότητος H a)
Ταῦτα δέ βλέποντες οἱ ὅχλοι ἐδόξαζον τὸν θεὸν Ἰσραήλ, καὶ δοξάζουσι πειθόμενοι ὅτι ὁ αὐτὸς θεὸς πατήρ ἐστι τοῦ θεραπεύσαντος τοὺς προειρημένους καὶ θεὸς τοῦ Ἰσραήλ· οὐ γὰρ »Ἰουδαίων μόνον ὁ θεός« ἐστιν, ἀλλὰ »καὶ ἐθνῶν«. ἀναβιβάζωμεν οὖν μεθ’ ἑαυτῶν ἐπὶ τὸ ὄρος, ἔνθα καθέζεται ὁ Ἰησοῦς, τὴν ἐκκλησίαν αὐτοῦ, τοὺς βουλομένους ἀναβαίνειν ἐπ᾿ αὐτὸ μεθ’ ἡμῶν κωφούς, τυφλούς, χωλούς , κυλλούς , καὶ ἑτέρους πολλούς, καὶ ῥίπτωμεν αὐτοὺς παρὰ τοὺς πόδας [*](5 ff Vgl. Orig. c. Cels. II, 48 (I, 170, 15 ff): ἀεὶ γὰρ ἀνοίγονται ὀφθαλμοὶ τυφλῶν τὴν ψυχήν, . . . πολλοὶ δὲ καὶ χωλοὶ τὰς βάσεις τοῦ . . . ἔσω ἀνθρώπου . . . οὐχ ἁπλῶς ἅλλοται, ἀλλ᾿ »ὡς ἔλαφος«, πολέμιον τῶν ὄφεων ζῶον καὶ κρεῖττον παντὸς ἰοῦ τῶν ἐχιδνὼν. — 6 Vgl. Matth. 11, 5 — 7. 9. (12) Jes. 35, 6 — 9 Vgl. Orig. hom. XVIII, 9 in Jer. (III, 163, 2): πολέμιος τῷ τῶν ὄφεων γένει u. 6., vgl. Harnack TU. 42, 4, 100, Lauchert, Gesch. d. Physiologus 71 — 14. 15 Jes. 42, 18 — 17 Sap. Sal. 13, 5 — 18 Rom. 1, 20 — 21 —24 Vgl. Nr. 197 Or. (?) (Ende): θεὸν δὲ οὐχ ἕτερον ἀλλὰ τὸν τοῦ Ἰσραὴλ δοξάζουσιν· οὐδὲ γὰρ ἔστιν ἕτερος κατὰ τὴν Μαρκίωνος ἄνοιαν, ἀλλ᾿ αὐτὸς μόνος (?) — 23 Vgl. Rom. 3, 29) [*](2 Ε;θαι ρ 7 ἁλεῖτε H a 8 — 9 κοὶ — χωλός < H 8 nach λ, vgl. Ζ. 13 f μογγιλάλου Μ 12 1. ἁλουμένους? 1 Kl)
Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν(15, 32 [-39]).
Ἀνωτέρω μὲν ἐπὶ τῆς ὁμοίας ταύτῃ περὶ τῶν ἄρτων ἱστορίας πρὸ τῶν ἄρτων »ἐξελθὼν (ὁ Ἰησοῦς) εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτὸν καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτὼν. καὶ ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα παρῆλθεν ἤδη· ἀπόλυσον αὐτοὺς« καὶ τὰ ἑξῆς· νῦν δὲ μετὰ τὴν θεραπείαν τῶν κωφῶν καὶ τῶν λοιπῶν σπλαγχνίζεται ἐπὶ τὸν ὄχλον τρεῖς ἤδη ἡμέρας προσμένοντα αὐτῷ καὶ μὴ ἔχοντα φαγεῖν. καὶ ἐκεὶ μὲν οἱ μαθηταὶ περὶ τῶν πεντακισχιλιων ἀξιοῦσιν, ἐνθάδε δὲ ἀφ᾿ ἑαυτοῦ περὶ τῶν τετρακισχιλιων λέγει. κἀκεῖνοι μὲν ὀψίας τρέφονται ἠμέραν αὐτῷ συνδιατοίψαντες. οὗτοι δὲ μαρτυρηθέντες ὅτι αὐτῷ τρεῖς ἡμέρας προσέμειναν μεταλαμβάνουσι τῶν ἄρτων, ἵνα μὴ ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. κἀκεὶ μὲν »πέντε δρτους καὶ δύο ἰχθύας« φοσὶν οἱ μοθηταὶ ἔχειν μόνους οὐ πυ- [*](4 Matth. 15, 32 — 14 Vgl. I. Kor. 2, 13 — 19—68, 24 C marc Nr. 5 Or. — 19ff Vgl. Hier. in Matth. 118 D: supra legimus »vespere facto . . . desertus est locus« et reliqua. hic discipulis convocatis ipse dominus loquitur: »misereor turbae, quia triduo iam perseverant mecum« etc. Vgl. auch Hilarius zur Stelle — 20 Matth. 14, 14 f — 30 Matth. 14, 17) [*](4ιݲςݲ Μ, vgl Ζ. 17 χς H 9 〈οἴτινες〉 Diehl | μετ᾿ οὐτὸν Μ 17 Ὁ] vorher: Περὶ τῶν ἐπτὰ ἄρτων H 19 τούτης H 20 τῶν] + ἄλλων C marc Nr. 5 21 οὐτὸν] οὐτῶ Ma 25 κἀκεῖ C marc Nr. 5 27 κἀκεῖ C marc Nr. 5)
Προσέχων οὖν τῇ διαφορᾷ τῶν κατὰ τοὺς τόπους ἐπὶ τοῖς ἄρτοις γεγραμμένων, τούτους νομίζω τάγματος εἶναι διαφέροντος παρ’ ἐκείνους· διόπερ οὗτοι μὲν ἐν ὄρει τρέφονται ἐκεῖνοι δέ ἐν ἐρήμῳ τόπῳ, καὶ οὗτοι μὲν τρεῖς παραμείναντες τῷ Ἰησοῦ ἡμέρας ἐκεῖνοι δὲ μίαν, ἧς ἐν τῇ ἑσπέρᾳ ἐτράφησαν. ἔτι δὲ εἰ μὴ ταὐτόν ἐστι τὸ ἀφ᾿ ἑαυτοῦ ποιῆσαι τὸν Ἰησοῦν τῷ ἀπὸ τῶν μαθητῶν ἀκούσαντα πρᾶξαι, ὅρα εἰ μὴ διαφέρουσιν οἱ εὐεργετηθέντες ὑπὸ τοῦ Ἰησοῦ αὐτόθεν ἐΠὶ τῶ εὐεργετῆσαι θρέψαντος αὐτοὺς***. εἰ δὲ κατὰ τὸν Ἰωάννην κρίθινοι ἦσαν οἱ ἄρτοι, ἀφ᾿ ὧν »ἐπερίσσευσαν« οἱ δώδεκα κόφινοι, οὐδὲν δέ τοιοῦτον Περὶ τούτων λέγεται, πῶς οὐ βελτίους οὗτοι παρὰ τοὺς προτέρους; κἀκείνων μέν »τοὺς ἀρρώστους ἐθεράπευσεν«, ἐνταῦθα δέ τοὺς μετὰ τῶν ὄχλων οὐκ ἀρρώστους θεραπεύει, ἀλλὰ τυφλοὺς καὶ χωλοὺς καὶ κωφοὺς καὶ κυλλούς · διὸ καὶ ἐπὶ τούτοις μὲν θαυμάζουσιν οἱ τετρακισχίλιοι, ἐπὶ δέ τοῖς ἀρρώστοις ουδεν τοιοῦτον λέλεκται. κρείττους δέ εἰσιν ( οἶμαι) οἱ φαγόντες ἀπὸ τῶν ἑπτὰ εὐχαριστηθέντων ἄρτων τῶν φαγόντων ἀπὸ τῶν πέντε εὐλογηθέντων, καὶ οἱ φαγόντες ἀπὸ τῶν ὀλίγων ἰχθυδίων παρὰ τοὺς φαγόντος ἀπὸ τῶν δύο · τάχα δὲ κοὶ οἱ ἀναπεσόντες ἐπὶ τὴν γῆν <παρὰ τοὺς ἀνακλιθέντας »ἐπὶ ἐΠὶ τοῦ [*](2 f Vgl. Matth. 14, 19 — 3 Luc. 9, 14 — 4 Marc. 6, 39 — 6 Matth. 14, 19 Parr. — 9 Vgl. Matth. 14, 19 — 12 Joh. 6, 10 — Joh. 6, 11 — 22 f Vgl. Joh. 6, 9. 13 — 24 Vgl. Matth. 14, 14 — 26 ff Vgl. Matth. 15, 30 f — 28 — 69, 5 Vgl. C c I, 126, 24 An. : ὅμως ἐπὶ τὸ κρεῖττον κατὰ μικρὸν προέκοπτον) [*](2 οὐκ Kl mit C marc Nr. 5 ἤ M H 5 παργγέλλει υ παραγγέλει Μ H | ἀναπεσεῖν Kl mit C marc Nr. 5 ἀνακλιθῆνλαι M H 6 ταῖς Diehl 10 κατοὺς H (sic) 16/17 ἐκείνους υ ἐκείνοις Μ ἐκείνου H 22 *** Koe 29 τῶν2 < H 31 〈πορὰ τοὺς ἀνακλιθέντας ἐΠὶ τοῦ χόρτου〉 Hautsch TU, 34, 2 a, 45)