In Jeremiam (Homiliae 12-20)

Origen

Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

(19,) πάντα τὰ ἀναγεγραμμένα περὶ τοῦ θεοῦ κἂν ἐπεμφαίνοντα αὐτόθεν ᾖ, χρὴ ἄξια νοῆσαι εἶναι θεοῦ ἀγαθοῦ. τίς γὰρ οὐκ ἐρεῖ ἀπεμφαίνοντα εἶναι ἀναφερόμενα ἐπὶ θεὸν τὸ ἔχειν αὐτὸν ὀργήν, τὸ χρῆσθαι αὐτὸν θυμῷ, τὸ μεταμελεῖσθαι αὐτόν, ἤδν δὲ καὶ τὸ ὑπνοῦν αὐτόν; ἀλλ᾿ ἕκαστον τούτων παρὰ τῷ εἰδότι >ἀκούειν σκοτεινῶν λόγων< εὑρεθήσεται ἔξιον θεοῦ. ἡ γὰρ ὀργὴ μὲν αὐτοῦ οὐκ ἄκαρπός ἐστιν, ἀλλ’ ὡς ὁ λόγος αὐτοῦ παιδεύει, οὕτως καὶ ἡ ὀργὴ αὐτοῦ παι- δεύει· τοὺς γὰρ μὴ παιδευθέντας λόγῳ παιδεύει ὀργῇ. καὶ ἀναγκαῖόν ἐστι τὸν θεὸν χρῆσθαι τῇ καλουμένῃ ὀργῇ, ὡς χρῆται τῷ ὀνομαζο- μένῳ λόγῳ· οὐδὲ γὰρ ὁ λόγος αὐτοῦ τοιοῦτός ἐστιν, ὁποῖος ὁ πάντων λόγος. οὐδενὸς γὰρ ὁ λόγος »ζῶον«, οὐδενὸς ὁ λόγος »θεός«, οὐδενὸς [γὰρ] ὁ λόγος »ἐν ἀρχῇ« πρὸς ἐκεῖνον ἠν, οὑ ὁ λόγος ἠν, κἂν εἰ μόνος † ἀπό τινος ᾖ ἀρχῆς. οὕτω δὲ καὶ ἡ ὀργὴ τοῦ θεοῦ ὀργὴ λέγεται οὐχὶ ὡς ἡ οὑτινοσοῦν τινος] ὀργή. καὶ ὥσπερ ξένον τι ἔχει ὁ λόγος τοῦ θεοῦ παρὰ πάντα τὸν οὑτινοσοῦν λόγον, καὶ ἔχει ξένον τὸ εἶναι [*](1 Vgl. Matth. 25, 46. — Vgl. Mark. 9, 43 u. ö. — 13/14 Vgl. in Matth. Tom. 17, 18 (Lo 4, 125): τὸν γὰρ ἀναγεγραμμένον ἐν ταῖς προφητείαις ὕπνον αὐ- τοῦ ἤτοι οὐ παρετήρησαν ἢ ὁμολογήσουσιν εἶναι παραβολήν. — 13 Vgl. Jerem. 38, 26. — 14 Vgl. Prov. — 20 Vgl. Act. Paul. w. e. seh. Vgl. de princ. I, 2, 3 (Lo 21, 46): sermo ille qui in Actibus Pauli scriptus est, quia »hie est verbum animal vivens«. etc. Vgl. Harnack TU NF V, 3, 103f. — 20. 24 Vgl. Job. 1, 1. — 20/21 Vgl. Job. 1, 1. 2.) [*](6 Ἀμήν] † ὁμιλία ιη΄ S vgl. zu S. 165, 1 Ι 7 – 9 Εές— κί] < S, lässt aber freien Raum, vgl. S. 125, 7 | 11 εἶναι] οἶμαι Gb Co; unrichtig, vgl. z. B. in Mattb.Tom.17,31 (Lo 4, 150): ὅτι μὲν οὖν σεμνόν τι εἶναι καὶ αἰδοῦς ἄξιον χρὴ πεπεῖσθαι πάντα νόμον ἐπαγγελλόμενον εἶναι θεοῦ . . . πᾶς ὁ μὴ πάντῃ ἀσύνετος ὁμολογήσαι ἄν. | 19 οὺδὲ] οὔτε S | 20 ζῶν Gb nach Hebr. 4, 12, doch siebe ob. | 21 ὁ 2] < Gb | εἰ] οὐ Gh ἦν Co | 22 ᾖ] ἦν Co | 22/23 λέγεται — ἡ] Lücke von 15 Bb in SV | 23 οὑτινοσοῦν] vgl. Ζ. 24 οὐδενὸς οὔτινος S, seine Vorlage vielleicht: ΟΥΔΕΝΟΣΟΥΝ)

177
θεὸς καὶ τὸ εἶναι λόγος ὢν] ζῶον, τὸ ὑφεστηκέναι καθ’ ἑαυτό, τὸ ὑπηρετεῖν τῷ πατρί, οὕτως ἐπεὶ ἅπαξ ὠνομάσθη θεοῦ ἡ καλουμένη αὐτοῦ ὀργή, ξένον τι ἔχει καὶ ἀλλότριον πάσης τῆς τοῦ ὁριζομένου ὀργῆς. οὕτως καὶ ὁ θυμὸς αὐτοῦ ἴδιόν τι ἔχει· ἒστι γὰρ ὁ τῆς προθέσεως τῆς τοῦ θυμῷ ἐλέγχοντος, βουλομένης τὸν ἐλεγχόμε- νον διὰ τοῦ ἐλέγχου ἐπιστρέφειν. ἐλέγχει καὶ λόγος, ὡς παιδεύει λόγος· ἀλλ’ οὐχ οὕτως ἐλέγχει λόγος, ὡς ἐλέγχει θυμός. οἱ γὰρ τῷ ἀπὸ τοῦ λόγου ἐλέγχῳ μὴ ὠφεληθέντες δεήσονται ἐλέγχου τοῦ ἀπὸ τοῦ θυμοῦ.

Ἐλέγομέν τινα εἶναι καὶ μεταμέλειαν θεοῦ αὐτόθεν ἀπεμφαί- νουσαν, ἐπεὶ γέγραπται· »μεταμεμέλημαι ὅτι ἔχρισα τὸν Σαοὺλ εἰς βασιλέα.«. ἀξίως δὲ ζητήσεις καὶ τὴν μεταμέλειαν, καὶ μὴ νομίσῃς συγγένειάν τινα ἔχειν τὴν μεταμέλειαν αὐτοῦ τῇ μεταμελείᾳ τῶν μεταμελουμένων. ὡς γὰρ ἐξαίρετόν τι εἶχεν ὁ λόγος αὐτοῦ, τι ἡ ὀργὴ αὐτοῦ, ὑπερέχον τι ὁ θυμὸς αὐτοῦ, καὶ οὐδὲν τούτοις συγγενὲς ἦν τοῖς ὁμωνύμοις, τὸν αὐτὸν τρόπον καὶ ἡ με- ταμέλεια αὐτοῦ ὁμώνυμόν ἐστι τῇ ἡμετέρᾳ μεταμελείᾳ· ὁμώνυμα δέ ἐστιν, ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα τῆς οὐσίας λόγος ἕτερος. μόνον οὖν ὄνομα κοινὸν θυμοῦ θεοῦ καὶ θυμοῦ οὑτινοσοῦν, καὶ μόνον ὄνομα κοινὸν ὀργῆς οὑτινοσοῦν καὶ ὀργῆς θεοῦ. οὕτως καὶ ἐπὶ μεταμελείας νοητέον. καὶ ζητήσει ὁ δυνάμενος, τί μεταμέλεια ἐργάζεται θεοῦ, τί ἐργάσατο. τὸν Σαοὺλ καθεῖλε βασιλεύοντα παρα- νόμως, ἀνέστησε βασιλέα τῷ λαῷ τὸν κατὰ τὴν καρδίαν τοῦ θεοῦ· εἶπε γὰρ διὰ τὴν ἀγαθὴν ἐκείνην μεταμέλειαν· »εὗρον ἄνδρα κατὰ τὴν καρδίαν μου, Δαβὶδ υἱὸν Ἰεσσαί«. ἀλλὰ ταῦτά μοι προοίμια πάντα ἐστὶ διὰ τὸ τὴν ἀρχὴν τῆς ἀπὸ τοῦ Ἱερεμίου ἀναγνώσεως οὕτως ἔχειν· »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«.

(19,) ζητοῦμεν γάρ, μήποτε ὡς ὁ πάντων θυμὸς κακὸς ὁ δὲ τοῦ θεοῦ ἐλεγκτικός, καὶ πάντων μὲν ἡ όργὴ χαλεπὴ ἡ δὲ καλουμένη τοῦ θεοῦ παιδευτική, [*](1 Vgl. Act. Paul. — 2 ff. Vgl. in Mattli. Tom. 15, 11 (Lo 3, 349): ἀγαθοῦ θεοῦ ὀνομαζόμενος θυμὸς ἔργον σωτήριον ποιεῖ ἐλέγχ(ον, καὶ ἡ λεγομένη ὀργὰ αὐτοῦ, ἐπεί ἐστιν ἀγαθοῦ θεοῦ, παιδεύει. — 111 Sam. 15, 11. — 17 — 19 Vgl. Aristot. Cat. 1; wörtliches Citat. — 24 Vgl. Act. 13, 22 (Psal. 88, 21 I Sam. 16, 12. 13 13, 14).) [*](1 ὢν] ζῶον] ὁ ζῶν Ru vgl. zu S. 176, 20 Ι 4 ὀργῆς] hierauf wird eine Angabe vermisst, was das ξένον der göttlichen όργή sei, wie das beim λόγος S. 176, 23 ff. und θυμός Ζ. 4 ff. geschieht. Das Eigentümliche der göttlichen ὀργή besteht darin, dass sie παιδευτική ist (vgl. S. 176. 16 u. Z. 28. 29 u. ob.) Ι ἐ)στι Gh Ι 6 ἐπιστρέφειν Gh Co ἐπιστρέφει S | 7 λόγος 1] όργή Diels Ι 8 λόγου übergesch. Scorr. | 10 ἐλέγομέν] ἔλεγχον μὲν S ἔλεγον μὲν Gh | 12 μεταμέλειαν GhCo ἐπιμέλειαν S | 14 μεταμε- λουμένων Co | 15 τι 1 Ru vgl. S. 3, 27 Anm. | 16 1. τούτων? | 21 μεταμελειἆ S w. e. seh. | 26 τὸ Co τί S | 27 οὕτως Co οὐχ’ ὡς S ἥτις Gh Ι ἔχειν Co ἔχει S | 28 κα- κὸς] κακὸν S.)

178
καὶ πάντων μὲν ἡμῶν ἡ μεταμέλεια κατηγορεῖ ἀσθενείας τοῦ τοῦ πρὸ τῆς μεταμελείας, ἐπὶ δὲ τοῦ θεοῦ οὐ τοῦ θεοῦ κατηγορεῖ ἡ μεταμέλεια αὐτοῦ, ἀλλὰ τῶν ἔξω πραγμάτων ἐφ’ οἶς ἡ μεταμέλεια λαμβάνεται, οὕτω δεῖ νοῆσαι καὶ τὴν ἀπάτην τοῦ θεοῦ ἑτερογενῆ τυγχάνουσαν παρὰ τὴν ἡμετέραν ἀπάτην, ἣν ἀπατῶμεν. τίς οὖν ἡ παρὰ την τοῦ θεοῦ ἀπάτη, ἥντινα νοήσας ὁ προφήτης, ὅτε ἐπαύσατο ἀπατώμενος, φησὶ γνοὺς τὴν ὠφέλειαν τὴν ἀπὸ τοῦ ἠπατῆσθαι τὸ »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«;

Καὶ πρῶτον χρήσομαι παραδόσει Ἑβραϊκῇ, ἐληλυθυίᾳ εἰς ὴμᾶς διά τινος φυγόντος διὰ τὴν Χριστοῦ πίστιν καὶ διὰ τὸ ἐπαναβεβη- κέναι ἀπὸ τοῦ νόμου καὶ ἐληλυθότος ἔνθα διατρίβομεν. ἔλεγε δή τινα εἴτε μῦθον φαινόμενον εἴτε λόγον δυνάμενον προσάγειν τοὺς ἀκούοντας τῷ »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην.«. ἔλεγε δή τινα τοιαῦτα· ὀ θεὸς οὐ τυραννεῖ, ἀλλὰ βασιλεύει, καὶ βασιλεύων οὐ βιάζεται, ἀλλὰ πείθει, καὶ βούλεται ἑκουσίως παρέχειν ἑαυτοὺς τοὺς ὑπ’ αὐτῷ τῇ οἰκονομίᾳ αὐτοῦ, ἵνα μὴ κατὰ ἀνάγκην τὸ ἀγαθόν τινος ᾖ, ἀλλὰ κατὰ τὸ ἑκούσιον αὐτοῦ. ὅπερ καὶ ὁ Παῦλος ἐπιστάμενος ἔλεγεν έν τῇ πρὸς Φιλήμονα ἐπιστολῇ τώ Φιλήμονι περὶ τοῦ Ὀνησίμου· »ἵνα μὴ κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ ἀλλὰ κατὰ ἑκούσιον«. ἠδύνατο τοίνυν ὁ τῶν ὅλων θεὸς ποιῆσαι νομιζόμενον ἀγαθὸν ἐν ἡμίν, ἴνα ἐξ ἀνάγκης ἐλεημοσύνας διδῶμεν καὶ ἐξ ἀνάγκης σωφρο- νῶμεν, ἀλλ’ οὐ βεβούληται. διὸ μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης προσ- τάσσει ὴμῖν ποιεῖν ἃ ποιοῦμεν, ἴνα ἑκούσιον ᾖ τὸ γινόμενον. ὁδὸν οὖν, ἱν οὕτως εἴπω, ζητεῖ πῶς ἂν ἑκουσίως τις ποιήσαιι ἃ ὁ θεὸς βούλεται. ἔλεγεν οὖν μοι ἡ παράδοσις καὶ τοιοῦτόν τι· ἐβούλετο τὸν Ἱερεμίαν πέμψαι προφητεύσοντα πᾶσι τοῖς ἔθνεσι καὶ πρὸ πάν- των τῶν ἐθνῶν τῷ λαῷ. ἐπεὶ δὲ αἱ προφητεῖαι σκυθρωπότερόν τι εἶχον ἀπήγγελλον γὰρ κολάσεις, ὃς ἕκαστος κατὰ τὴν ἀξίαν κο- λασθήσεται) , καὶ ᾔδει τὴν προαίρεσιν τοῦ προφήτου μὴ βουλομένου τὰ χείρονα προφητεῦσαι τῷ λαῷ Ἰσραήλ, διὰ τοῦτο ᾠκονόμησεν εἰ- [*](9 Vgl. Ζ. 25. S. 184, ff. ; ferner Hom. in Jes. 6, 1 9, 1 Hieron. ep. 18, 15 und dazu TU NF 1, 8, – 83. — 11 Vgl. in I Kor. 7, 28 (Cat. Cram. V, 145, 33 f.): πότε φεύξομαι τὸ εἶναι δοῦλος ἀχρεῖος; ἐὰν φιλοτιμώτερος ὢν, ἐὰν ἐπαναβαίνῃς τῶν διατεταγμένων und etwa in Matth. Tom. 12, 37 (Lo 3, 191): ἀναβαίνουσι διά τῶν ἐπαναβεβηκότων ἔργων καὶ λόγων. — 19 Philem. 14. — 20 ff. Vgl. de or. 29, 15 (Orig. II, 390, 23 f.): οὐ γὰρ βούλεται ὁ θεὸς τινι τὸ ἀγαθὸν ὡς κατὰ ἀνάγκην γενέσθαι, ἀλλὰ ἑκουσίως, u. ö. — 25 ff. Vgl. Hier. Comm. 979.) [*](1 ἡμῶν ἡ] ἡ Blass Ι 6 παρὰ ταύτην] oder παρὰ τὴν als Dublette aus der vor. Ζ. zu streichen Ι ἀπάτη Gh Co ἀπάτην S | 10 ἐπαναβεβηκέναι ἀπὸ] ἐπινενοηκέναι τὰ Gh | 11 νόμου] λόγου S, kaum haltbar vgl. ob. | 13 τῷ Gh τὸ S | 24 τις Gh τι S | 27 ἐπεὶ δὲ Gh ἐπειδὴ S.)

179
πεῖν· »λάβε τὸ ποτήριον τοῦτο, καὶ ποτιεῖς πάντα τὰ ἔθνη ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτούς«. προσέταξεν οὐν ὁ θεὸς τῷ Ἱερεμίᾳ λαβεῖν ποτήριον, προτρεπόμενος δὲ αὐτὸν ἐπὶ τὸ λαβεῖν τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου<, φησί· >καὶ ἐξαποστελῶ σε πρὸς πάντα τὰ ἔθην ἔχοντα τοῦτο τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου<. ἀκούσας δὲ ὁ Ἱερεμίας ὅτι ἀποστέλλεται πρὸς πάντα τὰ ἔθνη, ὅτι διακονήσων αὐτοῖς ποτήριον ὀργῆς, ποτήριον κολάσεων, μὴ ὑπο- νοήσας ὅτι καὶ Ἰσραὴλ μέλλει πίνειν ἀπὸ τοῦ τῆς κολάσεως ποτη- ρίου, ἀπατηθεὶς ἔλαβε τὸ ποτήριον τοῦ ποτίσαι πάντα τὰ ἔθνη λαβὼν τὸ ποτήριον ἤκουσε· καὶ ποτιεῖς πρῶτον τὴν . ἐπεὶ οὖν ἄλλο μὲν προσεδόκησεν, ἄλλο δὲ αὐτῷ ἀπήντησεν, ἐπὶ τούτῳ δή φησιν· »ἠπατησάς με, κύριε, καὶ ἠπατήθην«.

Παραπλήσιον ταύτῃ τῇ διηγήσει ἀπεδίδου καὶ ἐν τῷ Ἡσαΐᾳ· κἀ- κεῖνος γὰρ οὐκ εἰδὼς τί μέλλει προστάσσεσθαι λέγειν τῷ λαῷ, ἀκούει τοῦ θεοῦ κατὰ τὰ γεγραμμένα λέγοντος· »τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον;(( ὁ δέ, φησίν, ἀπεκρίνατο· »ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με«, ἀκούει· »πορεύθητι καὶ εἶπον λαῷ τούτῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου« καὶ τὰ ὲξῆς. ἐπεὶ οὐν μὴ εἰδὼς ὃ μέλλει προφητεύειν καὶ ὅτι μέλλει ἀπει- λεῖν τῷ λαῷ τοιάδε εἶπεν· »ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με«, διὰ τοῦτο, φησίν, ἐν τοῖς ἑξῆς »φωνὴ λέοντος· βόησον((, ὀ δὲ οὐκ ἀπεκρίνατο ὡς πρόθυμος ποιῆσαι τὸ προστασσόμενον, ἀλλ εἰπε· »τί βοήσω;« εὐλαβεῖτο γὰρ μήποτε πάλιν ἀκούσῃ ὡς ἐπὶ τῆς προτέρας προφητείας· «πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε.« »τί« οὗν »βοήσω;« »πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου« καὶ τὰ ἑξῆς. οὐδὲν ἤκουσεν ἐν τού- τοις κατὰ τοῦ Ἰσραήλ. ταῦτ’ ἔλεγεν ἡμῖν ἐκεῖνος παραδιδοὺς τὸ »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«.

(19,) Ἐγὼ δὲ εὔχομαι, ἃ λαμβάνω ἀπὸ τῶν διδόντων μὴ τηρῆσαι μόνον μηδὲ κατορύξαι τὸ τάλαντον τῶν λεγόντων μοι εἰς τὴν γῆν< μηδὲ >τὴν μνᾶν τῶν διδασκόντων τι χρήσιμον ἀποδῆσαι ἐν σουδαρίῳ<, [*](1 Jerem. 32, 1. — 3ff. Vgl. Jeren. 32, 1. — 10 Vgl. Jerem. 32, 4? — 15 Jes. 6, 8. — 17 Jes. 6, 8. — Jes. 6, 9. 10. — 21 Jes. 6, 8. — 21ff. Jes. 40, 6. — 25 Jes. 6, 9. — 26 Jes. 40, 6. — 31 Vgl. Matth. 25, 25. — 32 Vgl. Luk. 19, 20.) [*](3 ἱερεμίωι S* ἱερεμία Scorr. | 9 τοῦ] übergesch. Scorr. | 12 δή Gh δέ S | 17 ἐγὼ Co | 18 βλέψητε S* βλέψετε Scorr. | 20 ὅ, τι? Koetschau | 27 αὐτῆς] so Α΄Σ΄Θ΄, vgl. Hexapla; vgl. de or. 17, 2 (Orig. II, 339, 11. 14), in Psal. 36 Hom. 1, 2 (Lo 12, 157) und Tischendorf über cod. c zu Mark. 1, 3 ἀνθρώπον LXX | 28 παραδιδοὺς Blass vgl. S. 184, 22 παραδοὺς S | 31 μόνον] μόνα S.)

180
ἀλλὰ πλεονασμὸν ποιῆσαι τῶν μαθημάτων ὧν λαμβάνω ἀπὸ τοῦ παραδιδόντος καὶ δυναμένου παραδοῦναι χρήσιμα. εὔχομαι τὴν μνᾶν εἴτε εὐαγγελίου εἴτε ἀποστόλου εἴτε προφήτου εἴτε νόμου ποιῆσαι πολλαπλασίονα. ταῦτ᾿ οὖν ἀκούσας ἐσκόπουν κατ᾿ ἐμαυτὸν περὶ τοῦ »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«. καὶ σκοπῶν εὔχομαι εὑρίσκειν τι εἰς τὸν τόπον ἀληθές. μήποτε οὖν, ὡς πατὴρ υἱὸν ἔτι νήπιον ὄντα ἀπατᾶν ἐπὶ συμφέροντι βούλεται, οὖν ἄλλως δυνάμενον ὠφεληθῆναι ἐὰν μὴ ὁ παῖς ἀπατηθῇ, ὡς ἰατρὸς ἀπατᾶν τὸν κάμνοντα πραγματεύεται, μὴ δυνάμενον θεραπευθῆναι ἐὰν μὴ ἀπάτης παραδέξηται λόγους, οὕτω καὶ ὁ τῶν ὅλων θεός, ἐπεὶ προκείμενον ἔχει ὠφελῆσαι τὸ τῶν ἀνθρώπων γένος. λεγέτω ὁ ἰατρὸς τῷ κάμνοντι· τμηθῆναί σε δεῖ, καυτηριασθῆναί σε δεῖ, ἄλλα χαλεπώτερα παθεῖν σε δεῖ· οὐκ ἂν παράσχοι ἑαυτὸν ἐκείνος. ἀλλ᾿ ἐνίοτε ἄλλο λέγει, καὶ ἔκρυψεν ὑπὸ τὸν σπόγγον ἐκεῖνο τὸ τέμνον, τὸ διαιροῦν σιδήριον, καὶ πάλιν κρύπτει, ἵν᾿ οὕτως ὀνομάσω, ὑπὸ τὸ μέλι τὴν τοῦ πικροῦ φύσιν καὶ τὸ ἀηδὲς φάρμακον, βουλόμενος οὐ βλάψαι ἀλλ᾿ ἰάσασθαι τὸν θεραπευόμενον. τοιούτων φαρμάκων πεπλήρωται ὅλη ἡ θεία γραφή. καὶ τινὰ μέν ἐστι χρηστὰ κρυπτόμενα, τινὰ δέ ἐστι πικρὰ κρυπτόμενα. ἐὰν ἴδῃς πατέρα ἀπειλοῦντα ὡς μισοῦντα τὸν υἱὸν καὶ λέγοντα τῷ υἱῷ φοβερὰ καὶ μὴ ἐπιδεικνύμενον τὴν φιλοστοργίαν, ἀλλὰ κρύπτοντα τὴν ἀγάπην τὴν πρὸς τὸν υἱόν, ὄψει ὅτι ἀπατᾶν βούλεται τὸ νήπιον· οὐ γὰρ συμφέρει τῷ υἱῷ τὸ ἐπίστασθαι τὴν ἀγάπην τοῦ πατρός, τὴν προαίρεσιν τὴν φιλικήν· ἐκλυθήσεται γὰρ καὶ οὐ παιδευθήσεται. διὰ τοῦτο κρύπτει μὲν τὸ γλυκὺ τῆς φιλοστοργίας, δείκνυσι δὲ τὸ πικρὸν τῆς ἀπειλῆς.

Τοιοῦτόν τι ποιεῖ ἐκ τοῦ ἀνὰ λόγον πατρὶ καὶ ἰατρῷ ὁ θεός. ἔστι πικρά τινα, ἅ καὶ τὸν δικαιότατον μὲν ἰᾶται καὶ τὸν σοφώτατον . . . πάντα γὰρ τὸν ἁμαρτήσαντα ἐπὶ ταῖς ἁμαρτίαις κολασθῆναι δεῖ. »μὴ πλανᾶσθε, θεὸς οὐ μυκτηρίζεται«. >εἴτε πόρνος εἴτε μοιχὸς εἴτε μαλακὸς εἴτε αρσενοκοίτης εἴτε κλέπτης εἴτε μέθυσος εἴτε λοίδορος εἴτε ἅρπαξ, βασιλείαν θεοῦ οὐ κληρονομήσουσι<. τοῦτο ἐὰν νοηθῇ καὶ ἀκριβωθῇ ὑπὸ τῶν μὴ δυναμένων ἰδεῖν τὸ ἰατρικὸν σιδήριον ὑπὸ τὸν σπόγγον, ὑπὸ τῶν μὴ δυναμένων νοῆσαι τὸ [*](8 Vgl. Clem. Alex. Strom. VII, 9, 53: καθάπερ ἰατρὸς πρὸς νοσοῦντας ἐπὶ σωτηρίᾳ τῶν καμνόντων ψεύσεται. — 11 Vgl. Philo quod deus sit immut. I, 282. 283 M: τίς γὰρ ἂν τῶν εὖ φρονούντων εἴποι τῷ θεραπευομένῳ ὦ οὖτος, τετμήσῃ, κεκαύ ῃ, ἀκρωτηριασθήσῃ κτλ. — 23f. Vgl. Prov. 3, 11. — 29 Gal. 6, 7. — Vgl. I Kor. 6, 9. 10.) [*](13 παράσχοι Hu παράσχοιεν S | 26 ἀνὰ λόγον Diels vgl. S. 161, 5 ἀναλόγου Co ἀνάλογον S | 27 καὶ1] zu streichen? Blass | σοφώτατον] dahinter fehlt ein Satz mit δὲ | 33 νοῆσαι] πιεῖν Co.)

181
κικρὸν φάρμακον ὑπὸ τὸ μέλι, ἐκκακήσει τις. τίς γὰρ ἡμῶν οὐ σύνοιδεν ἑαυτῷ πιόντι οὐ μετὰ βουλῆς καὶ μεθυσθέντι; τίς ἡμῶν καθαρεύει ἀπὸ κλοπῆς καὶ ἀπὸ τοῦ μὴ πεπορικέναι τὰ ἐπιτήδεια δεόντως; ἀλλ᾿ ὅρα τί λέγει ὁ λόγος· >μὴ πλανᾶσθε, ὅτι οὗτοι βασιλείαν θεοῦ οὐ κληρονομήσουσι<. τὸ κατὰ τὸν τόπον μυστήριον κεκρύφθαι δεῖ, ἵνα μὴ ἐκκακήσῃ ὁ πολύς, ἵνα μὴ μαθὼν τὰ πράγματα προσδοκήσῃ τὴν ἔξοδον οὐχ ὡς ἀνάπαυσιν, ἀλλ᾿ ὡς κόλασιν. ἢ τίς εὑρεθήσεται Παῦλος ὁ δυνάμενος λέγειν· >κάλλιον γὰρ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι<; ἐμὰ ξύλα καυθῆναι ἐν ἐμοὶ δεῖ. οἶδα γὰρ ὅτι ἐὰν ἐξέλθω, τὰ ἐμὰ ξύλα καυθῆναι ἐν ἐμοὶ δεῖ. ξύλα δὲ ἔχω τὰς λοιδορίας, ξύλα ἔχω τὰς μέθας, ξύλα τὰς κλοπάς, καὶ ἄλλα μυρία ξύλα ἐπῳκοδόμησά μου τῇ οἰκοδομῇ. ὁρᾷς ὅτι ταῦτα πάντα λανθάνει τοὺς πολλοὺς τῶν πεπιστευκότων, καὶ καλῶς λανθάνει· καὶ ἕκαστος ἡμῶν οἴεται, ἐπεὶ μὴ εἰδωλολάτρησεν, ἐπεὶ μὴ πεπόρνευκεν (εἴθε κἂν ἐπὶ τῶν τοιούτων καθαρεύοιμεν), ὅτι ἀπαλλαγεὶς τοῦ βίου σωθήσεται. οὐ βλέπομεν ὅτι »τοὺς πάντας ἡμᾶς παρασταθῆναι δεῖ ἔμπροσθαν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον«. οὐ βλέπομεν τὸν εἰρηκότα· »πλὴν ὑμᾶς ἔγνων ἐκ πάντων, τῶν φυλῶν τῆς γῆς· διὰ τοῦτο ἐκδικήσω ἐφ᾿ ὑμᾶς ἐπὶ πάντα τὰ ἐπιτηδεύματα ὑμῶν«, οὐχὶ τινὰ μὲν τινὰ δὲ οὔ.

Ἐπεὶ τοίνυν ὁ ἰατρὸς ἐνίοτε ἀποκρύπτει τὸν ἰατρικὸν σίδηρον ὑπὸ τὸν ἁπαλὸν καὶ τρυφερὸν σπόγγον, κρύπτει δὲ καὶ ὁ πατὴρ τὴν φιλοστοργίαν διὰ τῆς ἐμφάσεως τῆς ἀπειλῆς, καὶ αἱ ἀπάται αἱ μὲν ἀφαιρῦσι τὰ στεατώματα καὶ τοὺς κιρσοὺς καὶ εἴ τι ἄλλο βλάπτει τὴν τοῦ σώματος κατασκευήν, ἡ δὲ περιαιρεῖ τὴν ἀπαιδευσίαν καὶ τὴν χαύνωσιν· τοιοῦτον δή τι νενόηκε ποιεῖν τὸν θεὸν ὁ [*](1ff. Vgl. in I Kor. 5, 10 (Cat. Cram. V, 98, 17—20): ἀλλὰ ταῦτα μὲν δυνάμεθα ἑαυτοῖς συνειδέναι οἱ πολλοὶ ὅτι οὐκ ἔχομεν τὰ κακὰ ταῦτα· ἐπὶ δὲ τῶν ἑξῆς καὶ ἐμαυτὸν φοβοῦμαι, μήπως ἔνοχός εἰμι τοῖς ἄλλοις ἁμαρτήμασιν· λέγει γάρ· »ἢ λοίδορος ἢ μέθυσος ἢ ἅρπαξ«. — 4 Vgl. I Kor. 6, 9. 10. — 8 Vgl. Phil. 1, 23. — 9ff. Vgl. I Kor. 3, 12. 13. — 16 II Kor. 5, 10. — 18ff. Vgl. Sel. in Ezech. 7, 3 (Lo 14, 138): »δώσω ἐπὶ σὲ πάντα τὰ βδελύγματά σου«. οὐ γὰρ τινὰ μὲν δίδωσι, τινὰ δὲ οὐ δίδωσιν, ἀλλὰ πάντα ἐξαφανίζει. καὶ εἰ δεῖ οὕτως εἰπεῖν, καὶ εὐεργετῶν καὶ χαριζόμενος . . . δίδωσιν ἐπ᾿ αὐτοῖς πάντα τὰ βδελύγματα αὐτῶν, ὡς ἔστι μαθεῖν καὶ ἐκ τῶν ἐν τῷ Ἀμὼς κτλ. — 19 Amos 3, 2. — 24 Vgl. in Joh. Tom. 6, 54 (Br I, 173, 21): ἔμφασις μὲν οὖν πολλῆς ὠμότητος κτλ.) [*](3 καθαρεύει V κακαθαρεύει S κακὰ καθαρεύει Co | πεπορικέναι Gh πεπορηκέναι S | 11 τὰς2 Scorr. τὰ S* | 14 ἐπεῖ] od. ὅτι ἐπεὶ? ὅτι S | 15 καθαρεύοιμεν Co καθαρεύωμεν S | 19 πάντων S πασῶν Lo LXX | 20 πάντα τὰ ἐπιτηδεύματα] vgl. Jerem. 18, 11? πάσας τὰς ἁμαρτίας LXX | 24 ἐμφάσεως] ἐμφράσεως S ἐκφράσεως Gh. doch vgl. ob. | 27 δή] δέ S.)

182
προφήτης μυστικῶς καὶ λέγει ἰδὼν ἅ ἠπάτηται ὑπὸ τοῦ θεοῦ ἐπὶ καλῷ [καὶ λέγει]· »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«. ἤγαγεν αὐτὸν ἐπὶ τὴν τηλικαύτην χάριν, ἐπὶ τὸ εὔξασθαι καὶ εἰπεῖν τῷ θεῷ· ἀπάτησόν με, εἰ τοῦτο συμφέρει. ἄλλη γὰρ ἡ ἀπάτη ἡ ἀπὸ τοῦ θεοῦ, ἄλλη ἡ ἀπάτη ἡ ἀπὸ τοῦ ὄφεως. ὅρα τί λέγει ἡ γυνὴ τῷ θεῷ· »ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον«. καὶ ἡ μὲν ἀπάτη ἡ ἀπὸ τοῦ ὄφεως ἐξεῖλε τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ ἀπὸ τοῦ παραδείσου τοῦ θεοῦ· ἡ δὲ ἀπάτη ἡ γενομένη τῷ προφήτῃ τῷ εἰπόντι· »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην« ἤγαγεν αὐτὸν ἐπὶ τὴν τηλικαύτην τῆς προφητείας φητείας χάριν, ἐπὶ τὸ αὐξῆσαι ἐν αὐτῷ τὴν δύναμιν, ἐπὶ τὸ τελειωθῆναι αὐτὸν καὶ δυνηθῆναι ὑπηρετήσασθαι μετὰ τοῦ μὴ φοβεῖσθαι ἄνθρωπον τῷ βουλήματι τοῦ λόγου τοῦ θεοῦ. ταῦτα μὲν οὖν καὶ ἡμεῖς νοοῦντες καὶ ἐπὶ τοῦ παρόντος καὶ εἰς τὸ μέλλον εὐξώμεθα ἀπατᾶσθαι ὑπὸ τοῦ θεοῦ. μόνον μὴ ὁ ὄφις ἀπατησάτω ἡμᾶς. καὶ ἀλλαχοῦ τούῳ συγγενὲς γέγραπται, ὅτι εἴρηται ἐν τῷ Ἡσαΐᾳ· »κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως«. ἐπιστήσεις κἀκεῖ τί ποιεῖ τὸ πνεῦμα τῆς πλανήσεως κιρνάμενον ἀπὸ τοῦ θεοῦ. καλῶς δέ, ὅτι οὐκ ἄκρατον δέδωκεν ὁ θεὸς τὸ πνεῦμα τῆς πλανήσεως, ἀλλ᾿, ὡς ὠνόμασεν ὁ προφήτης, ἐκέρασεν αὐτό.

(19,) Παρακινδυνεῦσαι θέλω καὶ παράδειγμα δοῦναι ὠφελημένων ἠπατημένων. εἰσὶ τινες οἵ διὰ τοῦτο ἀσκοῦσι τὴν ἁγνείαν καὶ τὴν καθαρότητα, καὶ ἄλλοι οἵ διὰ τοῦτο ἀσκοῦσι τὴν μονογαμίαν, ἐπεὶ προσεδόκησαν ἀπόλλυσθαι τὸν συνουσιάσαντα γαμικῶς, ἀπόλλυσθαι τὸν διγαμήσαντα. συγκρίνωμεν καθ᾿ ἑαυτούς, τί λυσιτελεῖ τῇ μονογάμῳ, ἠπατῆσθαι καὶ οἴεσθαι κολάζεσθαι καὶ αἰωνίῳ κολάσει παραδίδοσθαι τὴν δίγαμον, ἵνα μείνῃ μονόγαμος καὶ καθαρά, ἢ γνῶναι τὸ ἀληθὲς καὶ διγαμῆσαι; νομίζω, παντὸς οὑτινοσοῦν βλέποντος τὸ ἀκόλουθον ἔστιν εἰπεῖν, ὅτι μακαριώτερον μὲν ἦν τὸ καθαρεύειν καὶ μὴ διγαμεῖν μὴ ἠπατημένην καὶ ὁρᾶν ὅτι μετέχει μὲν σωτηρίας τινὸς καὶ ἡ δίγαμος, οὐ μὴν τοσαύτης μακαριότητος, ὅσης παρὸν διγαμεῖν καθαρεύσασα· εἰ δὲ μὴ δύναται τοῦτο, βέλτιον τὸ ἠπατῆσθαι ὡς [*](5 Gen. 3, 13. — 11 Vgl. Jerem. 1, 8? — 15 Jes. 19, 14. — 24ff. Vgl. in I Kor. 6, 12 (Cat. Cram. V, 109, 20—27): πάσῃ παρθένῳ ἔξεστι γαμεῖσθαι· ἀλλ᾿ ἡ καλὴ καὶ ἀγαθὴ οὐχ ὡς μὴ ἐξὸν γαμεῖν ἀπέχεται τοῦ γαμεῖν. ἀλλ᾿ ἀναβᾶσα τὴν ἐξουσίαν . . . . ἀλλὰ καὶ ἀνδρὸς τελευτήσαντος οὐ κεκώλυται ἡ διγαμία παντελῶς . . . . ἀλλ᾿ ἀκούσασα ἡ καλὴ γυνὴ μακαριωτέρα ἐστίν, ἐὰν οὕτως μείνῃ κτλ. (Vgl. auch a. a. O. S. 126. 127.)) [*](2 καὶ λέγει] τέλει? Koetschau | 3 χάριν, ἐπὶ τὸ] vgl. Z. 10 ἔστιν S | 8 τῷ Blass | 13 εἰς τὸ μέλλον Gh | 21 ἀσκοῦσι τὴν] vgl. Z. ἀσκοῦντες S | 24 τί] ὅτι S | τῇ Gh τῶι S.)

183
ἀπολλυμένων διγάμων καὶ διὰ τὴν ἀπάτην καθαρεύειν, ἢ τὸ ἀληθὲς ἐγνωκέναι καὶ ἐν ἐλάττονι γεγονέναι τῷ τῶν διγάμων τάγματι. τοιοῦτόν τι εὑρήσεις καὶ ἐπὶ τινων ἀσκούντων τὴν ἁγνείαν καὶ τὴν καθαρότητα τὴν παντελῆ. πολλὰ δ᾿ ἂν καὶ ἄλλα εὑρεθείη κατὰ ἀπάτην ὑφ᾿ ἡμῶν γινόμενα καὶ ὠφελοῦντα ἠμᾶς. πόσοι δὲ νομιζόμενοι σοφοί, εὑρόντες τὸ περὶ κολάσεως ἀληθὲς καὶ διελθόντες δῆθεν τὰ τῆς ἀπάτης, ἐν χείρονι γεγόνασι βίῳ; ἐλυσιτέλει αὐτοὺς φρονεῖν, ὡς ἐφρόνουν πρότρον περὶ τοῦ »ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει« καὶ ὅτι »τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται« καὶ ὅτι »ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί« καὶ ὅτι >τὸ ἄχυρον κατακαυθήσεται πυρὶ ἀσβέστῳ< ἐὰν δὲ ἄλλο τι φαντασθέντες παρὰ τὴν πρώτην αὐτῶν ἔννοιαν >μέλλωσι τοῦ πλούτου τῆς χρηστότητος τοῦ θεοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροῦμίας καταφρονεῖν<, ὅρα εἰ μὴ αληθῶς διὰ τοῦτο, ἐπεὶ μὴ ἔδοξαν ἠπατῆσθαι, ἐθησαύρισαν αὑτοῖς »ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλυψεως καὶ δικαιοκρισίας τοῦ θεοῦ«, οὐκ ἂν θησαυρίσαντες εἰ ἠπατήθησαν. ταῦτα διὰ τὴν ἀπὸ θεοῦ ἀπάτην, ἐπεὶ εἶπεν ὁ προφήτης· »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«.

Παρέλθωμεν δὲ ἰδίᾳ καὶ εἰς τὸ »ἠπατήθην«. διὰ τί οὐκ εἶπε μόνον τὸ »ἠπάτησάς με, κύριε«, ἀλλὰ προσέθηκε καὶ τὸ »ἠπατήθην«; ἔστιν ἐνίοτε ἐπινοῆσαι [τι] ἐνεργοῦντά τινα τὴν ἀπάτην, ἄλλον δὲ φυλασσόμενον ἀπατηθῆναι καὶ οὐκ ἀπατώμενον. ὅταν δὲ ὁ μὲν ἐνεργήσῃ τὸ ἀπατᾶν, ὁ δὲ μὴ φυλάξηται τὸ ἀπατηθῆναι ἀλλ᾿ ἐμπέσῃ εἰς τὴν ἀπάτην, εἴποι ἄν· »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«. ἐγὼ δὲ γενόμενος κατὰ τὸν τόπον καὶ τοιαῦτά τινα εἴποιμι ἂν ὅ ἐὰν λέγῃ μοι ὁ ὄφις, κἂν ἀληθῆ μοι λέγῃ κἂν ἀπατᾶν με θέλῃ, ὑφορῶμαι αὐτοῦ τοὺς λόγους πειθόμενος ὅτι, εἴτε ἀπατᾷ με εἴτε ἀληθεύει, βλάπτει με. καὶ ἡ ἀλήθεια γὰρ αὐτοῦ βλάπτει· οὐδὲν ὠφέλιμον ἀπὸ τοῦ ὄφεως γίνεται, ἐπεὶ >μὴ δύναται δένδρον πονηρὸν καρποὺς, ἀγαθοὺς ἐνεγκεῖν<. ὅ ἐὰν δὲ λέγῃ μοι ὁ θεὸς καὶ πείθωμαι ὅτι θεός ἐστιν ὁ λέγων, ἕτοιμός εἰμι παρέχειν ἐμαυτον. ἀληθεύει, δέχομαι· ἀπατᾶν με βού- [*](1/2 Vgl. in Luc. Hom. 17 (Lo 5, 151): Puto enim monogamum et virginem et eum, qui in castimonia perseverat, esse de ecclesia Dei; eum vero qui sit digamus. . . . esse de secundo gradu et de his, qui invocant nomen Domini et qui salvantur quidem in nomine Jesu Christi, nequaquam tamen coronantur ab eo. — 5ff, Vgl. in Matth. Tom. 17, 19 (Lo 4, 126): ὅσον οὖν ἄνθρωποί ἐσμεν καὶ οὐ συμφέρει ἡμῖν τὸν πλοῦτον τῆς χρηστότητος τοῦ θεοῦ . . . κεκρυμμένης ὑπ᾿ αὐτοῦ, ἵνα μὴ βλαβῶμεν, θεωρεῖν, ἀναγκαίως ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ἵνα ἀνθρώποις λαλήσῃ ὡς ἄνθρωπος κτλ. — 8ff. Jes. 66, 24.— 10 Vgl. Matth. 3, 12 Luk. 3, 17. — 11 Vgl. Röm. 2, 4. — 14 Vgl Röm. 2, 5. — 28 Vgl. Matth. 7, 18.) [*](5 γινόμενα Blass γενόμενα S | 11 ἔννοιαν μέλλωσι Diels Lietzmann ἐν οἷς μέλλουσι S | 14 αὑτοῖς Hu αὐτοῖς S | 18 εἰς nach Koetschau | 22 ἐμπέσῃ V ἐμπέσοι S.)

184
λεται, ἑκὼν ἀπατῶμαι, θεός, με μόνος ἀπατάτω. καὶ ἐπεὶ παρέχω ἐμαυτόν, πειθόμενος θεὸς εἶναι τὸν λέγοντα, καὶ ἀπατᾶσθαι, καὶ οὐ περιεργάζομαι, θέλων ἀπατώμενος μὴ ὑπ᾿ ἄλλου, ἀλλ᾿ ὑπὸ τοῦ θεοῦ ἀπατηθῆναι, διὰ τοῦτο λέγω ὅτι οὐ μόνον σὺ ἐνήργησας τὸ ἀπατᾶν, ἀλλ᾿ ὅτι κἀγὼ πέπονθα τὸ ὑπὸ σοῦ ἀπατᾶσθαι, καὶ κατὰ τοῦτο λέγω ὅτι »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«. τί δὲ ἀκολουθεῖ τῷ τὸν θεὸν εἶναι ἀπατῶντα καὶ ἄνθρωπον εἶναι τὸν ἀπατώμενον; »ἐκράτησας καὶ ἠδυνάσθης«. καὶ κρατήσας δύναται. ἐὰν δὲ μὴ κρατήσῃ, τότε μοι χρεία πόνων. »ἐκράησας καὶ ἠδυνάσθης«.

(19,) Ἑξῆς τούτοις λέγει· »ἐγενόμην τὸν τόπον ταῦτα ἤκουον, ὅτι Ἱερεμίας γέγονε κατὰ χρόνους ἁμαρτωλοτάτων (ἐπ᾿ αὐτοῦ γοῦν γέγονεν ἡ αἰγμαλωσία). καὶ οὕτως ἦσαν ἁμαρτωλοὶ ὥστε μυκτηρίζειν καὶ γελᾶν καὶ χλευάζειν, εἴ ποτε ὁ προφήτης τὸ προοίμιον ἔλεγε τὸ προφητικόν, τὸ »τάδε λέγει κύριος«. ἐγέλων οἱ ἀκούοντες καὶ ἐμυκτήριζον τὰ λεγόμνα. ἐφυλάξατο εἰπεῖν τὸ »τάδε λέγει κύριος« ὁ ἀπατηθεὶς καὶ ὠφεληθεὶς ἐκ τοῦ ἀπατᾶσθαι. διὸ καὶ αὐτὸς βουλόμενος ἀπατᾶν ἐπὶ τῷ ὠφελεῖσθαι ἐκ τοῦ ἀπατᾶν ἔλεγεν· ὅτι ἐμοὺς ὑμῖν λαλῶ, ἐπεὶ οὐκ ἀκούετε τοὺς τοῦ κυρίου λόγους. εἶτα ἐκεῖνοι παρεῖχον τὰς ἀκοὰς ὡς λόγοις Ἱερεμίου καὶ ἤκουον λόγων θεοῦ. ταῦτα δέ μοι ἔλεγεν ὁ παραδιδούς μοι τὸν τόπον, ἐξετάζων τὰ προοίμια καὶ τὰς ἀρχὰς τῶν προφητειῶν. ἔστι τοίνυν καὶ ἀρχὴ τῆς προφητείας Ἱερεμίου παρὰ μὲν ἡμῖν, ὡς οἱ Ἑβδομήκοντα παραδεδώκασιν οὐκ οἶδ᾿ ὅ, τι σκοπήσαντες· »τὸ ῥῆμα τοῦ θεοῦ ὅ ἐγἐνετο ἐπὶ Ἱεεμίαν τὸν τοῦ Χελκίου ἐκ τῶν ἱερέων«, ἐν δὲ τῷ Ἑβραϊκῷ καὶ ταῖς λοιπαῖς ἐκδόσεσι· »λόγοι Ἱερεμίου υἱοῦ Χελκίου«, καὶ πάντες συνεφώνησαν τῷ εἰπεῖν· »λόγοι Ἱερεμίου υἱοῦ Χελκίου«. διὰ τί οὖν »λόγοι Ἱερεμίου«; ἐπειδήπερ τὸ προοίμιον αὐτῷ ἐν τῷ λέγειν πρὸς τοὺς μὴ βουλομένους ακοῦσαι ἦν· ἀκούσατέ μου τοὺς λόγους.

Καὶ ἡμεῖς ἔσθ᾿ ὅτε τοιαῦτα, ὅταν λυσιτελὲς ἡμῖν φανῇ, ποιοῦμεν. ἐνίοτε λόγους >τοῖς< ἀπὸ τῶν ἐθνῶν προσάγομεν βουλόμενοι αὐτοὺς προσαγαγεῖν τῇ πίστει, καὶ ἐὰν ἴδωμεν ὅτι διαβεβλημένοι εἰσὶ πρὸς Χριστιανισμὸν καὶ βδελύσσονται τὸ ὄνομα καὶ μισοοῦσι τὸ ἀκοῦσαι, ὅτι οὗτος ὁ λόγος Χριστιανῶν ἐστιν, οὐ προσποιούμεθα Χριστιανῶν λέγειν λόγον ὠφέλιμον. ἀλλ᾿ ὅταν ὁ λόγος ἐκεῖνος κατασκευασθῇ κατὰ [*](13 Vgl. S. 126, 1ff. — 16f. Vgl. Jerem. 2, 2 u. ö. — 19 Vgl. Jerem. 20, 9. — 25 Jerem. 1, 1. — 27ff. Jerem. 1, 1 Vgl. Hexapla. — 30 Vgl. Jerem. 20, 9?) [*](3 θέλων] θέλω S | 8 καὶ Co | 10 κρατήσῃ Blass Koetschau κρατήσης S | 13 γοῦν Co οὖν S | 35 Χριστιανῶν Blass χριστιανὸν S.)

185
δύναμιν ὑφ᾿ ἡμῶν, καὶ δοκῶμεν αἱρεῖν τὸν ἀκροατὴν οὐχ ὡς ἔτυχε τοῦ λεγομένου ἀκούσαντα, τότε ὁμολογοῦμεν ὅτι οὗτος ὁ ἐπαινετὸς λόγος Χριστιανῶν λόγος ἦν. καὶ ποιοῦμέν τι παραπλήσιον τῷ εἰπόντι οὐκέτι »τάδε λέγει κυριος« ἀλλὰ· ἀκούσατε λόγους ἐμοῦ τοῦ Ἱερεμίου. ταῦτα διὰ τὸ »ἐγενόμην εἰς γέλωτα«.

Καὶ ἡμεῖς ἀγανακτοῦμεν, ἐὰν ποτε λαλοῦντες γελασθῶμεν, ὅπου Ἱερεμίας ὁ τοιοῦτός φησιν· »ἐγενόμην εἰς γέλωτα, πᾶσαν ἡμέραν διετέλεσα μυκτηριζόμενος«; τί λέγω, Ἱερεμίας; καὶ ὁ ἐμὸς Ἰησοῦς ἐμυκτηρίζετο· »ἤκουον« γάρ φησι «ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐμυκτήριζον αὐτόν«. ἀλλ᾿ 〉ὁ κύριος ἐκμυκτηρίζει〈 πάντας τοὺς ἐκμυκτηρίζοντας τοὺς λόγους τοῦ θεοῦ. »ἐγενόμην εἰς γέλωτα«. ὅρα ποταποὺς βίους ἐβίωσαν οἱ προφῆται, πῆ μὲν καταγελώμενοι, πῆ δὲ κινδυνεύοντες καὶ καταβαλλόμενοι καὶ λιθοβολούμενοι ὑπὸ τοῦ λαοῦ, ἀναιρούμενοι, μισούμενοι, ἐκδιωκόμενοι· και πάντα ἔπασχον καὶ ὑπέμενον, ἵνα κατὰ τὸ βούλημα τοῦ θεοῦ 〉δόξαν τὴν παρὰ τοῦ μόνου ζητοῦντες〈, κηρύσσοντες τὸν λόγον τύχωσι τοῦ τέλους τοῦ παρὰ τοῦ θεοῦ. »πᾶσαν τὴν ἡμέραν διετέλεσα μυκτηριζόμενος«. ἡμέραν διετέλεσε μυκτηριζόμενος·.

(19,) »Ὅτι πικρῷ λόγῳ μου γελάσομαι«. ἔστι τις ἐπαγγελία γέλως, ἧς ἐπαγγελίας ἐπώνυμός ἐστιν Ὀ πατριάρχης Ἰσαάκ· ἑρμηνεύεται γὰρ Γέλως. ὅτι δὲ ἐπαγγελία γέλως, δῆλον [ὅτι] ἐκ τοῦ »μακάριοι οἱ κλαίοντες νῦν«· ἡ δὲ ἐπαγγελία »ὅτι γελάσονται«. ὥσπερ ἐπαγγελία »υἱοὶ θεοῦ κληθήσονται«, καὶ »τὸν θεὸν ὄψονται«, καὶ »κληρονομήσοσι τὴν γῆν«. καὶ »αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν«, οὕτως ἐστὶν ἐπαγγελία γέλως· ᾗ ἐπαγγελίᾳ τὸ ἐναντίον ὁ μακαριζόμενός ἐστι κλαυθμός. ζητήσεις δέ, εἰ τούτῳ τῷ ἀγαθῷ γέλωτι καθ᾿ ἑτέραν καὶ ἑτέραν ἐπίνοιαν συνᾴδει μὲν ὁ μακαριζόμενος κλαυθμός, ἐναντιοῦται δὲ ὁ τοῖς ἐναντίοις ταλανιζόμενος ἀποκείμενος κλαυθμὸς ἕτερος. »οὐαὶ« γὰρ »οἱ γελῶντις νῦν, ὅτι πενθήσουσι καὶ κλαύσονται«· ἄλλος γὰρ κλαυθμὸς ὁ μακαριζόμενος, ἄλλος ὁ ἀποκείμενος τοῖς κακῶς [*](4 Vgl. Jerem. 2, 2 u. ö. — Vgl. Jerem. 20, 9? —9 Luk. 16, 14. — 10 Vgl. Psal. 2,4.—12ff. Vgl. Hebr. 11, 36. 37? — 15 Vgl. Joh. 5, 44. — 22/ 23 Vgl. Gal. 4, 28. — 23 Vgl. Onom. sacra I, 170, 85: Ἰσαάκ λέλως, u. ö. — 23f. Luk. 6, 21. — 25 Matth. 5, 9. — Mtth. 5, 8. — Matth. 5, 4. — 26 Matth. 5, 3. — 31 Luk. 6, 25.) [*](1 δοκῶμεν] δοκοῦμεν S | αἱρεῖν Gh ερᾷν Co ἐρεῖν S | 2 ömologo[ymen VCo ὡμολογοῦμεν S | 10 ἐμυκτήριζον] vielleicht ἐξεμυκτήριζον nach Z. 11 u. NT? | 15 πάντα Gh vgl. S. 11, 9 πάνυ S | 16 παρὰ τοῦ μόνου vgl. in Matth. Tom. 15, 23 (Lo 3, 377) | τὴν] unrichtig? vgl. Z. 7. 18ff. S. 184,11 aber auch S. 173,11 | 23 ὅτι2] ἐστιν Gh | 27 ᾗ Gh ἡ S ἢ Co.)

186
βεβιωκόσιν. εἰ δέ τι κἀκεῖνος τέλος ἔχει ὠφέλιμον, οὐκ οἶδο. τί λέω; [εἱ δέ τι κακεῖνος τέλος ἔχει ὡφέλιμον, οὐκ οἶδα] ἄκουε Παύλου. ὅτι ἐδίδασκεν, ἐπραγματεύετο λέγων λυπῆσαι τοὺς ἀκούοντας. καὶ ὁμολογεῖ ὅτι τότε μάλιστα εὐφραίνετο, ὅτε ἐλυπεῖτό τις ἐξ αὐτοῦ· φησὶ γάρ· »καὶ τίς ἐστιν ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;« καὶ εἴ τίς γε ἱκανός ἐστι κινῆσαι ψυχὴν ἀκροατοῦ μάλιστα ἡμαρτηκότος, τοιούτους εὔχεται λόγους λέγειν, οἵτινες ἀπὸ δυνάμεως καὶ παρατάξεως καὶ θειότητος καὶ νοημάτων ἀπαγγελλόμενοι ἱερῶν σείσουσι τὴν ψυχὴν τοῦ ἀκούοντος καὶ κινήσουσιν ἐπὶ πένθος καὶ ἐπὶ κλαυθμὸν καὶ ἐπὶ δάκρυα, ὡς χαίρειν τὸν λέγοντα, † ὅτε ἴδῃ τὸ ἀκροατήριον τερπόμενον καὶ γέμον ἐπὶ τοῖς λεγομένοις. ὅπου μὲν γὰρ εἰς ἐπαγγελίας ἄγει, ὡς >διὰ στενῆς καὶ τεθλιμμένης τῆς ἐν τῷ λυπεῖσθαι ὁδοῦ ἐπὶ τὴν ζωήν<,καὶ διὰ τοῦ κλαυθμοῦ ἄγει ἐπὶ τὸν μακαριζόμενον γέλωτα. ὅτε δὲ οὐ τοῦτο ἀνύει, [οὐ] φοβοῦμαι μὴ τοιαῦτα λέγῃ· »οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶκλαύσετε«.

Πρὸς τί δέ μοι τοῦτο εἴρηται, ἢ βουλομένῳ ὑπαινίξασθαι ὅτι λέγει, »πικρῷ λόγῳ μου γελάσομαι«, καὶ παραστῆσαι γέλωτα κλαυθμοῦ, καὶ κλαυθμὸν ἐκεῖνον ὃν κλαύσονται οἱ ἐνταῦθα γελῶντες, τάχα τοῦ θεοῦ πραγματευομένου ἐγγεννῆσαι αὐτοῖς κλαυθμόν; »ἐκεῖ« γὰρ »ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων«. καὶ τοῦτο πραγματεύεται ὁ θεὸς ὁρὼν ὅτι ὁ κλαίων ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασιν, ὁ θρηνῶν ἐπὶ τοῖς ἰδίοις παρανομήμασιν ἤδη εἰς συναίσθησιν ἐλήλυθε τῶν ἰδίων κακῶν. ὡς εἴθε ἕκαστος ἡμῶν καθ᾿ ἕκαστον ἁμάρτημα ἔλεγε· »λούσω καθ᾿ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω«. ὡς εἴθε ἕκαστος ἡμῶν ἔλεγεν ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασι κλαίων· »ἐγενήθη μοι τὰ δάκρυα ἄρτος ἡμέρας καὶ νυκτός«. ἐάν μου ὁ λόγος πικρότερος ἐνταῦθα ᾖ, πικρότερος δὲ διὰ τὸ θλίβεσθαί με δι᾿ αὐτὸν, ἀηδίζονται οἱ ἀκούοντες. οἱ ἐλεγχόμενοι, ὅταν βαρῶνται τὸν λέγοντα, οἶδα ὅτι ἐπὶ τῷ πικρῷ λόγῳ μου τὸ τέλος ἐστὶ γελᾶν, γελᾶν δὲ τὸν τῶν μακαριζομένων γέλωτα. καὶ τοῦτο τάχα εἰδὼς ὁ προφήτης ἔλεγεν· »ὅτι πικρῷ λόγῳ μου γελάσομαι«· ἤδη »πικρῷ λόγῳ«, ἀλλ᾿ οὐκ ἤδη γελῶ, ἀλλὰ »πικρῷ λόγῳ μου γελάσομαι«.