In Jeremiam (Homiliae 12-20)

Origen

Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

(19,) »Ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι«. θεὸν ἐπικαλεῖται ὁ δίκαιος, τὴν σοφίαν ἐπικαλεῖται καὶ ὁ ἄδικος· »ἔσται γὰρ« φησὶν [*](5 II Kor. 2, 2. — 12 Vgl. Matth. 7, 14. — 15 Luk. 6, 25. — 19 Matth. 8, 12 Luk. 13, 28 u. ö. — 24 Psal. 6, 7. — 26 Psal. 41, 4. — 35 Prov. 1, 28.) [*](1 φέλιμον S* ὡφελιμον Scorr. | 2 εἰ—οἶδα Streichen Gh Co | 6 γε Gh τε S | 9 κινοῦσιν S | 10 ὅταν Koetschau vgl. S. 187,1 | streicht Gh Co | 15 οὐαὶ Hu οἷα S | 16 βουλομένῳ GhCo βουλομένου S | 26 ἐγενήθη V ἐγεννήθη S(nur cod. 184 der LXX).)

187
»ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν«. ἐκεῖ μὲν οἱ ἄδικοι· καὶ οἱ δίκαιοι δὲ δῆλον ὅτι ἐπικαλοῦνταί ποτε τὴν σοφίαν· »καὶ πᾶς ὃς ἐὰν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται«. ἐνθάδε δὲ ὁ προφήτης φησίν· »ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι«, ὡς τὸν θεὸν οὕτω τὴν ἀθεσίαν, ὡς τὸν κύριον οὕτω τὴν ταλαιπωρίαν. ἆρα καλὸν πρᾶγμα ἐπικαλῇ, Ἱερεμία, ὅτι ἐπαγγέλλῃ λέγων· »ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι«; ἀλλὰ δεῖ κατανοῆσαι συνθήκας ἃν τιθέμεθα καὶ τὰς ἀθεσίας αὐτῶν, ὅτι ἔστι ποτὲ συνθήκας θέσθαι κακῶς· καὶ μετὰ τὸ θέσθαι συνθήκας κακῶς εἴθε ἐπικαλοῖμεν τὴν ἀθεσίαν. οὕτω δὲ και ἐὰν κατανοήσω >τὴν πλατεῖαν καὶ εὐρύχωρον, τὴν ἀπάγουσαν εἰς τὴν ἀπώλειαν< καὶ ὅτι ὁδεύων ἐν αὐτῇ οὐ ταλαιπωρῶ, μεταβαίων >ἀπὸ τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ< καὶ ἔρχομαι >ἐπὶ τὴν στενὴν καὶ τεθλιμμένην< καὶ ταλαιπωρῶν λέγω· »ταλαιπωρίαν ἐπικαλέσομα«. ἀθετεῖν μέλλω τὰς συνθήκας τὰς πρὸς τὸν κόσμον καὶ τὰ κοσμικὰ πράγματα, ἵνα ἀναλάβω οὐρανίους συνθήκας. »ἀθεσίαν ἐπικαλέσομαι«. οὕτω δὲ καταλλιπῶν τὸν > τῆς πλατείας καὶ εὐρυχώρου ὁδοῦ< καὶ ἐρχόμενος >ἐπῖ τὴν στενὴν καὶ τεθλιμμένην<, ἵνα γένωμαι ταλαίπωρος ὡς ΙΙαῦλος, λέγω· »ταλαιπωρίαν ἐπικαλέσομαι. οὐ γὰρ πᾶς ἄνθρωπος ἐρεῖ τὸ »ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;« ἀλλ᾿ ὁ νοήσας τὸ σῶμα τοῦ θανάτου, ὁ ῥυσθῆναι βουλόμενος ἀπὸ τοῦ σώματος τοῦ θαν΄του τούτου ἐρεῖ τὸ »ταλαίπωρος ἐγὼ ἄνθρωπος«. ὁ δὲ φιλοσωματῶν, ὁ πολύς, ὁ ἀπιστῶν τῷ μέλλοντι αἰῶνι οὐ λέγει· »ταλαίπωρος ἐγὼ ἄνθρωπος«, ἀλλὰ μακαρίζει ἑαυτόν, ὅτι ἐστὶν ἄνθρωπος, καὶ ἐπὶ τῷ εἶναι ἐν τῷ τοῦ θανάτου σώματι. ἐὰν οὖν δυνηθῶ νοήσας πῶς Παῦλος εἶπε· »ταλαίπωρος ἐγὼ ἄνθρωπος«, μηδέπω ἐπικαλεσάμενος τὴν ταλαιπωρίαν, ἐπικαλέσομαι αὐτὴν ἐκ΄τοῦ ἀθετῆσαι τὰς πρὸς τὴν κακίαν συνθήκας καὶ λέγω ὡς ὁ Ἱερεμίας· »ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι«. οὐ γὰρ εἶπεν· ἀθεσίαν θεοῦ ἐπικαλέσομαι.

Θέλω παράδειγμα δοῦναι ἀπὸ τῆς γραφῆς δικαίου τοῦ συνθήκας ἀθετοῦντος, ἵνα παραστήσω πῶς ἐκεῖνος τῷ ἔργῳ ἀθεσίανἐπεκαλέ- σατο. Ἰουδὴθ συνθήκας ἔθετο πρὸς τὸν Ὁλοφέρνην ὥστε τοσῶνδε [*](3 Joel 2, 32. — 10 ff. 17 Vgl. Matth. 7, 13. — 13. 17 Vgl. Matth. 7, 14. — 18/19 Röm. 7, 24. — 22 Röm. 7, 24. — 24 Röm. 7, 24. — 33ff. Vgl. Judith 12, 6. 7. 14.) [*](1 ὅταν] ὅτε S LXX cod. 297 | 5 θεὸν V Co θεῶ S | 6 ἐπικαλεῖ Ἱερεμίας ὅτι ἐπαγγέλλει Co |14—24 Hierzu Fragm. 83 in C: Τίς — μέλλοντι | 18 λέγω Ru λέγων S | 23 φιλοσωματῶν] φιλοσώματος C | 26 οὖν] οὐ Co | νοῆσαι Gh Co | 33 Ἰουδὴθ] so auch de or 13, 2 (Orig.II, 326, 22), in Joh. Tom(Br I, 86, 23 vgl. Anm.),ep.ad Afric.(Lo 17, 42).)

188
ἡμερῶν ἐξερχομένη εὔχεσθαι τῷ θεῷ καὶ μετὰ τοσάσκε ἡμέρας ἑαυτὴν παρέξειν τῇ κοίτῃ τοῦ Ολοφέρου. ταύτας τὰ συνθήκας Ὁλοφέρνης προσεδέξατο. ἀπέλυσε τὴν Ἰουδὴθ ἐπὶ τὰς εὐχὰς ἔξω τῆς παρεμβολῆς. τί ἐχρῆν ποιῆσαι τὴν Ἰουδήθ; τηρῆσαι τὰς συνθήκας ἢ ἀθετῆσαι αὐτάς; ὡμολόγηται ὅτι ἀθετῆσαι· τὰς γὰρ πρὸς Ὁλοφέρνην ἀθετῆσαι μακάριον ἦν ἐπὶ θεοῦ. ἔμελλεν ἀθετεῖν τὰς πρὸς τὸν Ὁλοφέρνην συνθήκας ἡ Ἰουδήθ, ἔμελλεν εἰπεῖν· »ἀθεσίαν ἐπικαλέσομαι«· καὶ ἐπεκαλέσατό γε τὴν ἀθεσίαν. ὄφελον κἀγὼ τοιοῦτος γένωμαι ἵν᾿ εἴπω· »ἀθεσίαν ἐπικαλέσομαι«, καὶ ἐπικαλέσομαι τὴν ἀθεσίαν τὴν πρὸς τὸν ὄφιν, τὴν πρὸς τὸν διάβολον. συνθήκας ποτὲ ὁ ὄφις πρὸς τὴν Εὔαν ἐποιήσατο, καὶ ἦν αὐτῷ φίλη καὶ ὁ ὄφις τῇ γυναικί. ἀλλ᾿ ὁ θεὸς ἐπραγματεύσατο ὡς ἀγαθὸς τὰς συνθήκας ταύτας λυθῆναι καὶ τὴν φιλίαν ταύτην τὴν κακὴν διασκεδάσαι καὶ ὡς ἀγθὸς θεὸς λέγει· »ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικός, καὶ ἀνὰ μέσον τοῦ σπέρματος σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς«. εὐγνωμόνως οὖν ἀκούοιμεν, πῶς ὁ θεὸς ἔχθραν ποιεῖ τὴν πρὸς τόνδε, ἵνα φιλίαν ποιήσῃ τὴν πρὸς τὸν Χριστόν· ἀδύνατον γὰρ ἅμα εἶναι φίλον τῶν ἐναντίων. καὶ ὥσπερ »οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν«, οὕτως οὐδεὶς δύναται εἶναι φίλος καὶ >θεῷ καὶ μαμωνᾷ<, φ΄΄ιλος καὶ Χριστῷ καὶ ὄφει. ἀλλὰ ἀνάγκη καὶ τὴν φιλίαν τὴν πρὸς τὸν Χριστὸν ἔχθραν ποιῆσαι πρὸς τὸν ὄφιν, καὶ τὴν φιλίαν τὴν πρὸς τὸν ὄφιν ἔχθραν γεννῆσαι τὴν πρὸς τὸν Χριστόν.

»Ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι«. ἵνα δὲ μᾶλλον νοήσῃς τὸ »ταλαιπωρίαν ἐπικαλέσομαι«, διαγράψω τι γινόμενον τοῖς ἀσκηταῖς. πολλάκις γὰρ παρακειμένου τοῦ γῆμαι καὶ μὴ ἔχειν πρᾶγμα ἐπανισταμένης τῆς σαρκὸς τῷ πνεύματι, αἱρεῖταί τις οὐ καταχρήσασθαι τῇ τοῦ γαμεῖν ἐξουσίᾳ, ἀλλὰ ταλαιπωρεῖν καὶ κάμνειν, >ὑπωπιάζειν τὸ σῶμα νηστείαις καὶ δουλαγγεῖν αὐτὸ< >ἀποχαῖς τοιῶνδε βρωμάτων<, καὶ παντὶ τρόπῳ >τῷ πνεύματι τὰς πράξεις τοῦ σώματος [*](10 Vgl. Gen. 3, 1—5 (oder Apokryphen?). — 13 Gen. 3, 15. — 18 Matth. 6, 24. — 19 Vgl. Matth. 6, 24 Luk. 16, 13. — 20 Vgl. in I Kor. 12, 6 (Cat. Cram. V, 227, 25ff.): ἔστι τις αἵρεσις ἥτις οὐ προσίεται τὸν προσιόντα, εἰ μὴ ἀναθεματίσῃ τὸν Ἰησοῦν· καὶ ἡ αἵρεσις ἐκείνη ἀξία ἐστὶ τοῦ ὀνόματος οὗ ἠγάπησεν· ἔστι γὰρ ἡ αἵρεσις τῶν καλουμένων Ὀφιανῶν οἵτινες οὐ θεμιτὰ λέγουσιν εἰς ἐγκώμιον τοῦ ὄφεως, ὅς ἐπικατάρατός ἐστιν ἀπὸ τοῦ θεοῦ. Vgl. c. Cels. 6, 28 (Orig. II, 98 14ff.): οἱ τὰ τοῦ ὄφεως ἑλόμενοι ὡς καλῶς τοῖς πρώτοις ἀνθρώποις συμβουλεύσαντος . . . . . καὶ Ὀφιανοὶ διὰ τοῦτο καλούμενοι τοσοῦτον ἀποδέουσι τοῦ εἶναι Χριστιανοὶ κτλ. — 25 Vgl. I Kor. 9, 5. — 26 Vgl. Gal. 5, 17. — 27 Vgl. I Kor. 9, 27. — 28 Vgl. I Tim. 4, 3. — 29 Vgl. Röm. 8, 13.) [*](24 τι] τί Gh τὸ Diels Koetschau ὅτι S* τοῖς Scorr. | 26 αἱρεῖται Co ἀρεῖται S | 27 ὑποπιάζειν S* ὑπωπιάζειν Scor.)

189
θανατοῦν<. ἆρ᾿ οὖν ὁ τοιοῦτος οὐ τὴν ταλαιπωρίαν ἐπεκαλέσατο, παρὸν ἐπιδοῦναι ἑαυτὸν τρυφῇ καὶ ἡδονῇ καὶ μὴ ἐπικαλεῖσθαι τὴν ταλαιπωρίαν; εἴ τις οὖν δύναται μιμεῖσθαι τὸν προφήτην, καὶ ἀθεσίαν, ὡς διηγησάμεθα, ἐπικαλείσθω, καὶ ταλαιπωρίαν δὲ ἐν ταῖς ἀσκήσεσιν ἐπικαλείσθω. ἔτυχε δὲ ἡ ἱστορία εἶναι ἀληθὴς καὶ [ἡ] περὶ τοῦ Ἱερεμίου, ὅτι καὶ ἐν ἁγνείᾳ ἔζησεν· εἶπε γὰρ αὐτῷ ὁ κύριος· >οὐ μὴ λάβῃς γυναῖκα, οὐδ᾿ οὐ μῆ ποιήσῃς τέκνα<. καὶ ἐν ἁγνείᾳ ἔξησεν· ἀθεσίαν γὰρ καὶ ταλαιπωρίαν ἐπεκαλέσατο.

(19,) »Ὅτι ἐγενήθη λόγος κυρίου ἐμοὶ εἰς ὀνειδισμόν«. μακάριος Ἱερεμίας μὴ ἔχων ἄλλον ὀνειδισμὸν ἢ τὸν λόγον τοῦ κυρίου. ἡμεῖς δὲ οἱ τάλανες ἔχομεν ὀνειδισμοὺς οὐ διὰ τ[ον λόγον τοῦ κυρίου, ἀλλὰ διὰ τὰ ἡμέτερα ἁμαρτήματα, καὶ ὀνειδιζόμεθα ἐφ᾿ οἷς πταίομεν καὶ ἐπταίσαμεν, καὶ λοιδορούμενθα ἐπὶ ταῖς κακίαις ἡμῶν. ὁ δὲ σωτῆρ οὐ τοιούτους ἡμᾶς ὀνειδισμοὺς θέλει ὀνειδίζεσθαι λεγωσι »μακάριοί ἐστε ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾿ "θμῶν ἕνεκεν ἐμοῦ«. »χάρητε ἐν ἐκείνῆ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε«. >ὁ λόγος< οὖν φησι >τοῦ κυρίου ἐγενήθη ἐμοὶ εἰς ὀνειδισμὸν καὶ εἰς χλευασμὸν πᾶσαν ἡμέραν<.

Εἶτα κατανόησον ὥς εἰσιν οἱ προφῆται εὐγνώμονες ἄνθρωποι, καὶ οὐκ ἀποκρυπτόμενοι τὰ ἴδια ἁμαρτήματα ὡς καὶ ἡμεῖς, καὶ λέγοντες οὐκ ἐπὶ τῶν τότε μόνον, ἀλλ᾿ ἐπὶ πασῶν τῶν γενεῶν εἰ ἡμαρτήκασι. κἀγὼ μὲν ὀκνῶ ἐξομολογήσασθαί μου τὰ ἁμαρτήματα ἐπῖ τῶν ὀλίγων ἐνταῦθα, ἐπεὶ μέλλουσί μου καταγινώσκειν οἱ ἀκούοντες. ὁ δὲ Ἱερεμίας τι παθὼν ἁμαρτητικὸν οὐκ ᾐδέσθη, ἀλλὰ ἀνέγραψεν αὑτοῦ τὴ ἁμαρτίαν· ἁμαρτία γὰρ ἦν τὸ ἐπιφερόμενον ἐν τῷ »καὶ εἶπα· οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ«. ἐδιδάχθης >πάντα ἐν ὀνόματι ποιεῖν κυρίου<, ἐν ὀνόματι θεοῦ πράττειν· σὺ δὲ λέγεις· »μὴ ὀνομάσω τὸ ὄνομα κυρίου«; ἀλλὰ ποῖον ὄνομα μέλλεις ὀνομάζειν; »ὄνομα θεῶν ἑτέρων οὐκ ἀναμνήσεσθε ἐν ταῖς καρδίαις ὑμῶν«, καὶ λέγεις· »οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, κὰι οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ«; λέγει οὖν πεπονθώς τι ἀνθρώπινον, ὃ καὶ ἡμεῖς κινδυνεύομεν πολλάκις πεπονθέναι. καὶ μάλιστα εἴ τις σύνοιδεν ἑαυτῷ διὰ τὴν διδασκαλίαν ποτὲ [*](6 Vgl. Jerem. 16, 1. 2. — 14 Matth. 5, 11. — 16 Luk. 6, 23. — 19ff. Vgl. Chrysost. (Gh II, 503): ὅρα φιλοσοφίαν, πῶς ἐλάττωμα τηλικοῦτον οὐκ ἀπέκρυψε, πῶς τὴν ἀσθένειαν οὐ συνεκάλυψε τὴν ἑαυτοῦ. — 27 Vgl. Kol. 3, 17. — 29 Exod. 23, 13.) [*](5 ἡ streicht Co | 9. 17 ἐγενήθη V ἐγεννήθη S | 19 εὐγνώμονες V2Co εὐγνώμονοι SV* | 20 καὶ2] 〈 Co | 24 αὑτοῦ Gh αὐτοῦ S | 27 ἐδιδάχθης Gh ἐδιδάχθη S | 28—S. 190, 19 Hierzu Fragm. 84 in C: Οὐκ—εἰσπραττόμενος | 30 ἐν—ὑμῶν]〈 LXX | 32 κινδυνεύομεν πολλάκις πεπονθέναι] ἔσθ᾿ ὅτε κινδυνεύοντες πάσχομεν C.)

190
καὶ τὸν λόγον ταλαιπωρήσαντι καὶ παθόντι καὶ μισηθέντι, πολλάκις λέγει· ἀναχωρῶ, τί μοι καὶ πράγμασιν;εἰ ἐκ τούτου καὶ ἐν πράγμασίν εἰμι, ἐκ τοῦ διδάσκειν, ἐκ τοῦ προΐεσθαι τὸν λόγον, διὰ τί οὐχὶ μὰλλον ἀναχωρῶ ἐπὶ τὴν ἐρημίαν καὶ ἡσυχίαν; τοιοῦτόν τι πέπονθε καὶ ὁ προφήτης λέγων· »καὶ εἶπα· οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσς ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ«.

Ἀλλ᾿ ἐπὶ τούτῳ ἀγαθὸς κύριος ὁ κωλύων τὰς τοιαύτας ἁμαρτίας τῶν τηλικούτων. οὐκ ἀφῆκε τὸν προφήτην ἀληθεῦσαι εἰπόντα τὰ προκέιμενα, ἀλλὰ καὶ ἐν τούτῳ ἀθεσίαν ἐπικαλέσασθαι καὶ ἀθετῆσαι τὸ εἰρημένον πεποίηκεν Ἱερεμίαν. εἶπε μὲν γάρ· »οὐ μὴ ὀνομάσω [ἔτι ἐπὶ τῶι ὀνόματι] τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ«. »ἐγένετο« δέ φησιν »ἐν τῇ καρδίᾳ μου ὡς πῦρ καιόμενον, φλεγόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν«. ὁ λόγος ὁ τοῦ κυρίου γέγονε καίων αὐτοῦ τὴν καρδίαν. »καὶ ἐγένετο ἐν τῇ καρδ΄{α μου ὡς πῦρ φλεγόμενον, καιόμενον ἐν τοῖς ὀστέοις μου«. ἀπέβαλε τὴν ἀμαρτίαν ἣν πεποίηκεν εἰπών· »οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσς ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔτι«, και ἀπέβαλε τὴν ἁμμαρτίαν Ἱερεμίας ἅμα τῷ εἰπεῖν. εἴθε κἀγώ, ἅμα τῷ ἁμαρτῆσαι καὶ εἰπεῖν λόγον ἁμαρτητικόν, ᾐσθαννόμην ὅτι 〉γέγονε πῦρ ἐν τῇ καρδίᾳ μου καιόμενον καὶ φλεγόμενον ὥστε με μὴ κύνασθαι φέρειν〈.

Μέλλει τι ὁ λόγος τολμᾶν, οὐκ οἶδα δὲ εἰ συμφέρον τῷ τοιούτῳ ἀκροατηρίῳ καὶ ὁ λόγος τολμᾶν, οὐκ οἶδα δὲ εἰ συμφέρον τῷ τοιούτῳ ἀκροατηρίῳ καὶ τοιούτωι· εἴρηκέ τι εἶναι εἶδος πυρός, πυρὸς οὐκ αἰσθητοῦ, κολάζοντος τὸν κολαζόμενον τῷ πόνῳ εἰς τὸ μῆ φέρειν αὐτόν. εἶπε γάρ· »ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ φλεγόμενον« καὶ »καιόμενον« οὐκ ἐν τῇ καρδίᾳ μου μόνον ἀλλλὰ καὶ «ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν«. ἐγὼ φοβοῦμαι μὴ τοιοῦτόν ἐστι τὸ ἀποκείμενον ἡμῖν, πῦρ γινόμενον, ὡς ἐν τῇ καρδίᾳ γέγονεν Ἱερεμίου. οὐ πεπόνθαμεν δὲ αὐτό. εἰ ἐπεπόνθειμεν τοῦτο, καὶ προέκειτο τὰ δύο πυρά, τοῦτο τὸ πῦρ καὶ τὸ ἔξωθεν πῦρ ὃ βλέπομεν ἐπὶ τῶν καιομένων ὑπὸ τῶν ἡγουμένων τῶν ἐθνῶν, εἱλόμεθα ἂν ἐκεῖνο μᾶλλον τὸ πῦρ ἢ τοῦτο. ἐκεῖνο μὲν γὰρ καίει τὴν ἐπιφάνειαν, τοῦτο δὲ καίει τὴν καρδίαν, καὶ ἀρξάμενον ἀπὸ τῆς [*](2 Vgl. Bornemann, In investiganda monachatus origine etc. Gottingae 1885 s. 35. — 32f. Vgl. Matth. 10, 28 Luk. 12, 4. 5?) [*](2 καὶ ἐν πράγμασιν Gh μισητὸς Co | 3 τὸν λόγον Gh τῶν λόγον S | 4 καὶ] + τὴν Co | 6 ἔτι Lo | 7 ἀγαθὸς κύριος] ὡς ἀγαθὸς ὁ θεὸς C | 11 τὸ ὄνομα Co (vgl. Gh) statt: ἔτι ἐπὶ τῷ ὀνόματι S (Emendation zu Z. 6 Diels) | 15 ἐν τῇ] ἡ S | 16 ἀπέβαλε Blass ὑπέβαλε S | 18 ἀπέβαλε V1 a. R. Co ἀπέλαβε S | 23 καὶ τοιούτωι streicht Gh | 24 τῷ πόνῳ] τοῦ πόνου S τοιούτῳ πόνῳ Gh.)

191
καρδίας διϊκνεῖται ἐπὶ πάντα τὰ ὀστᾶ, καὶ διϊκνούμενον ἐπὶ τὰ ὀστᾶ ἔρχεται ἐπὶ ὅλον τὸν καιόμενον, καὶ οὕτως ἔρχεται ὡς μὴ δύνασθαι τὸν καιόμενον φέρειν. τίς ἐπὶ τούτῳ τῷ πυρὶ δύναται λέγειν· »καὶ οὐ δύναμαι φέρειν«; οἶδα καὶ λῃστὰς τοῦτο τὸ πῦρ δυνηθέντας ὑπομεῖναι, τὸν πόνον τὸν ἀπὸ τούτου τοῦ πυρός. ἄλλος ἐστὶν ὁ πόνος ὁ ἀπὸ τοῦ πυρός, ὃν διέγραψεν Ἱερεμίας λέγων· »καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ καιόμενον, φλεγόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν«. ἐκεῖνο τὸ πῦρ ἐκκαίει ὁ σωτὴρ ὁ εἰπών· »πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν«. καὶ ἐπεὶ ἐκεῖνο τὸ πῦρ ἐκκαίει ὁ σωτήρ, διὰ τοῦτο τοῖς ἀρχομένοις ἀκούειν αὐτοῦ ἄρχεται ἀπὸ τοῦ πυρὸς καὶ πρῶτον πῦρ βάλλει αὐτῶν ἐπὶ τὴν καρδίαν· ὅπερ ὁμολογοῦσι Σίμων καὶ Κλεόπας λέγοντες ἐπὶ τοῖς λόγοις αὐτοῦ τὸ »οὐχὶ ἡ καρδία ἠμῶν καιομένη ἦν ἐν τῇ ὁδῷ, ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς«; ἐνθάδε ἡ καρδία καίεται πυρὶ καὶ Σίμωνος καὶ Κλεόπα. ἄκουε λεγόντων· »οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν«;

(19)9. Τίς ἄξιος ἤδη λαβεῖν ἐκεῖνο τὸ πῦρ ἐν τῇ καρδίᾳ, ἵνα μὴ ἐκεῖ αὐτὸ λάβῃ; θέλω διαγράψαι τίς ἐστιν ὁ ἔχων τοῦτο τὸ πῦρ ἐν τῇ καρδίᾳ. διάγραψόν μοι δύο ἡμαρτηκότας τὴν αὐτὴν τῷ γένει ἁμαρτίνα, τὴν μιαράν, τὴν ἀκάθαρτον πορνείαν, καὶ ἐν τούτοις τοῖς δύο τοῖς πεπορνευκόσι τὸν μὲν ἕτερον μὴ λυπούμενον μηδὲ ὀδυνώμενον μηδὲ δακνόμενον, ἀλλὰ τὸ εἰρημένον ἐν Παροιμίαις περὶ τῆς πόρνης γυναικὸς πάσχοντα, »ἥτις ἐὰν πράξῃ, ἀπονιψαμένη οὐδέν φησι πεπραχέναι ατοπον«. ἴδε μοι τὸν ἕτερον μετὰ τὸ πτῶμα μὴ δυνάμενον στέγειν, ἀλλὰ κολαζόμενον τὴν συνείδησιν, βασανιζόμενον τὴν καρδίαν, φαγεῖν καὶ πιεῖν οὐ δυνάμενον, οὐ κρίσει νηστεύοντα ἀλλὰ ἀλγηδόνι τῆς μετανοίας. διάγραψόν μοι τὸν τοιοῦτον >ὅλην τὴν ἡμέραν σκυθρωπάζοντα καὶ καταπονούμενον καὶ πορευόμενον, ὠρυόμενον ἀπὸ στεναγμοῦ τῆς καρδίας αὐτοῦ, βλέποντα αὐτοῦ τὴν ἁμαρτίαν ἐνώπιον αὐτοῦ< διὰ παντὸς ἔμπροσθεν ἐλέγχουσαν. καὶ ἴδε τὸν τοιοῦτον οὐκ ἐπὶ μίαν ἡμέραν οὐδὲ ἐπὶ μίαν νύκτα, ἀλλ᾿ ἐπὶ χρόνον πολὺν κολαζόμενον. τίνα τῶν δύο προκρίνεις; τίνα λέγεις ἐλπίδας ἔχειν παρὰ θεῷ; ἆρ᾿ ἐκεῖνον τὸν πορνεύσαντα καὶ μὴ φροντί- [*](1 vgl. Hebr. 4,12? — 9 Luk. 12,49.— 12 Vgl. Resch TU X, 3, 270ff.— 13 Luk. 24,32. — 15 Luk. 24,32. — 18ff. Vgl. in Psal. 37 Hom. 1,3 (Lo 12,249): Sunt quidam, qui cum pecaverint .... ita vivunt, quasi nihil omnino commiserint ... Cum vero post dictum [ l. mit Merlin.: delictum] quis consumitur et caffligitur pro delicto suo et conscientiae stimulis agitur, mordetur sine intermissione atque occultis confuationibus impugnatur, iste etc. — 22 Prov. 24,55. — 23 Vgl. Sir. 8,17? — 24 Vgl. Psal. 34,13? — 26 Vgl. Psal. 37,7. 9. 10.) [*](4 δύναται S* δύναμαι Scorr. | τούτῳ τῷ Gh τῶι τοιούτωι S | 5 τὸν Blass | ὁ2 Gh ὃν S | 10 αὐτοῦ Gh αὐτὸ S | 12 Κλεόπας Blass Κλεώπας S, so auch Z. 15 S. 192,13.)

192
σαντα, ἀλλ᾿ >ἀπαλγοῦντα ὡς καὶ παραδόντα αὑτὸν τῇ ἀσελγείᾳ<, ἢ τοῦτον τὸν μετὰ τὴν μίαν ἁμαρτίαν πενθοῦντα, θρηνοῦντα; οὗτος † ἐλπίδων ἐστίν. ὅσον πλείω καίεται ὑπὸ τοῦ τῆς λύπης πυρός, τοσοῦτον μᾶλλον ἐλεεῖται, καὶ ἔστιν αὐτῷ χρόνος αὐτάρκης τῆς σκλάσεως τοσοῦτος, ὅσος ἐκείνῳ δίδοται χρόνος κολάσεως τῷ πορνεύσαντι καὶ λυπηθέντι. καὶ ἐπεὶ χρόνος ἐστὶ τούτῳ τῆς ἐνταῦθα κολάσεως λυσιτελής, διὰ τοῦτο επραγματεύσατο κολάσαι τὸν πεπορνευκότα, καὶ ἡνίκα ἐκόλασεν αὐτὸν λύπῃ καὶ εἶδε τὴν λύπην αὐτάρκη, φησί· >μήποτε τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος, κυρώσατε εἰς αὐτὸν ἀγάπην<. ἕκαστος ἡμῶν ἐξετασάτω τὴν συνείδησιν ἑαυτοῦ, καὶ ἰδέτω τί ἥμαρτεν· ὅτι δεῖ αὐτὸν κολασθῆναι. εὐχέσθω τῷ θεῷ τοῦτο τὸ πῦρ τὸ ἐν τῷ Ἱερεμίᾳ ἥκειν ἐπ᾿ αὐτόν, εἶτα τὸ ἐπὶ Σίμωνα καὶ Κλεόπαν τὸ πῦρ ἀλλὰ καὶ ἥμαρτε καὶ οὐ πεφρόντικε, τηρηθήσεται ἐκείνῳ τῷ πυρί.

»Καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ καιόμενον, φλεγόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν, ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν«. ὁ ἄμεμπτος, ὁ μακάριος Ἱερεμίας (καθ᾿ ὑπεξαίρεσιν λέγω τούτου τοῦ μικροῦ ἁμαρτήματος καὶ εἴ τι ἄλλο βραχὺ πεποίηκεν) ἐψέγετο ὑπὸ πολλῶν. ἀλλ᾿ ὁ ὑπὸ τῶν πολλῶν ψόγος αὐτῷ ἐγκώμιον παρὰ θεῷ ἦν. ἔλεγον γὰρ οἱ ψέγοντες· »ἐπισύστητε, καὶ ἐπισυστῶμεν αὐτῷ πάντες ἄνδρες φίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, καὶ ἀπατηθήσεται«. ἄλλην ἀπάτην ἐβούλοντο αὐτὸν ἀπατῆσαι ὀλέθριον, ἐναντίαν τῇ ἀπάτῃ περὶ ἧς εἶπεν· »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«. λέγουσι δὲ οὗτοι οἱ ἐπισυνιστάμενοι αὐτῷ· »καὶ δυνησόμεθα αὐτῷ, καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ«. οἴονται ἠδικῆσθαι οἱ ἐλεγχθέντες ἐπὶ ταῖς ἰδίαις ἁδίαις ἁμαρτίαις καὶ διὰ τοῦτο οἰηθέντες ἠδικῆσθαι λέγουσι· »ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ«. τοιοῦτόν τι πεποιήκασιν καὶ οἱ τὸν Ἡσαΐαν πρίσαντες· ὡς ἀδικηθέντες γάρ (ἐπειδήπερ αἰ προφητεῖαι ἐπέστρεφον αὐτοὺς καὶ ἐκόλαζον αὐτούς, ἢλεγχον, ἐπετίμων) ἔπρισαν αὐτὸν καὶ κατεδίκασαν αὐτοῦ ψῆφον θανατικήν.

Ἀλλά φησιν ὁ Ἱερεμίας ἐπὶ τούτοις τοῖς ἐπισυστᾶσι· »καὶ κύριος μετ᾿ ἐμοῦ καθὼς μαχητὴς ἰσχύων«. ἐὰν γενώμεθα ὁποίους ἡμᾶς εἶναι [*](1 Vgl. Eph. 4,19. — 9 Vgl. II Kor. 2,7.8. — 12 Vgl. Luk. 24,32. — 30ff. Vgl. Hebr. 11,37.) [*](3 ἐλπίδων] ἐλπίζων Gh δῆλον ὅτι ἐλπίδων κρειττόνων Co; vielleicht: ἐλπίδας ἔχων? vgl. S. 191,31 60,28 | τοῦ τῆς λύπης Koetschau τῆς λύπης τοῦ S | 5 τοσοῦτος Koetschau vgl. Z. 3 | 8 λύπῃ Co ἡ λύπη Gh λύπη S | 18 κυκλόθεν vgl. S. 173,18 κύκλωθεν S | 21 ὑπὸ Gh ἐπὶ S | 23 καὶ] so nur cod. 144 der LXX; S. 173,19 u. LXX: εἰ |30 καὶ οἱ] οἱ καὶ S, kaum haltbar.)

193
χρή, καὶ τὸ πῦρ ἐκεῖνο παραδεξώεθα ἐπὶ ταῖς ἡμετέραις ἁμαρτίαις ἐρχόμενον ὡς τῷ Ἱερεμίᾳ καὶ τοῖς ὁμοίοις, κύριος γίνεται μετὰ ταῦτα μεθ᾿ ἡμῶν »καθὼς μαχητὴς ἰσχύων«. καὶ »διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο« [οἱ διώκοντες αὐτὸν Ἰουδαῖοι· »ᾐσχύνθησαν σφόδρα καὶ οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν«, ἐν τοσούτῳ χρόνῳ ἀτιμαζόμενοι οὐ λέγουσιν ἑαυτῶν τὰς ἁμαρτίας], ὅτι ὁ κύριος ἦν μετὰ τοῦ διωκομένου, καὶ οὐ δύναται ὑποχείριος αὐτοῖς γενέσθαι διωκόμενος. μήποτε οὖν, ὡς πολλὰ τοῦ Ἱερεμίου ἀναφέρεται ἐπὶ τὸν σωτῆρα, καὶ τοῦτο δύναται τοιοῦτον εἶναι; »ἐπισύστητε« γὰρ »καὶ ἐπισυστῶμεν αὐτῷ« εἴρηται καὶ ἐπὶ τοῦ σωτῆρος. καὶ »κύριος« ἦν μετ᾿ αὐτοῦ »καθὼς μαχητὴς ἰσχύων· διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο«, οἱ διώκοντες αὐτὸν Ἰουδαῖοι· »ᾐσχύνθησαν σφόδρα καὶ οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν«, ἐν τοσούτῳ χρόνῳ ἀτιμαζόμενοι οὐ λέγουσιν ἑαυτῶν τὰς ἁμαρτίας, »αἳ δι᾿ αἰῶνος οὐκ ἐπιλησθήσονται«, ἀλλ᾿ οἴονται ὅτι ἐν τῷ αὐῶνι τούτῳ ἐπιλησθήσονται αὐτῶν αἱ ἀνομίαι. ἡμεῖς δὲ ὁρῶμεν ὅτι δι᾿ αὐῶνος αὐτῶν αἱ ἀνομίαι οὐκ ἐπιλησθήσονται, καὶ ὁρῶντες μεμνήμεθα τοῦ »μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ· εἰ γὰρ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, πόσῳ μᾶλλον« τῶν παρὰ φύσιν »οὐ φείσεται;«

»Κύριος« οὖν »τῶν δυνάμεων« μεθ᾿ ἡμῶν, »δοκιμάζων δίκαια, συνίων νεφροὺς καὶ καρδιας«. ὁ κύριος δοκιμάζει μὲν δίκαια, ἀποδοκιμάζει δὲ ἄδικα, καὶ ἔστιν, ἵν᾿ οὕτως ὀνομάσω, τραπεζίτης δικαίων καὶ ἀδίκων· οὗτος δὲ ὁ κύριος καὶ »συνίων« ἐστὶ »νεφροὺς καὶ καρδίας«. ζητῶ τί διαφέρει τὸ >συνιέναι νεφροὺς καὶ καρδίας<, ἄλλο τὸ >ἐτάζειν καρδίας καὶ νεφρούς<. οὐ πάντων ἐτάζει καρδίας καὶ νεφρούς, ἀλλὰ τῶν ἡμαρτηκότων· ἐφίστημι γὰρ τῷ σημαινομένῳ τοῦ ἐτάζειν, ὅπερ λέγεται ἐν τῷ βίῳ τούῳ ἐπὶ τῶν βασανιζομένων. ἐπὶ τοῖς δικαστηρίοις οἱ μὲν ἐτάζουσιν, οἱ δὲ ἐτάζονται, οἱ δέ εἰσι καὶ ἐν πόνοις βαρυτάτος. δὲ μόνος καινὸν ἔχει τρόπον ἐτασμῶν, ἐτάζων γάρ ἐστι καρδίας, καὶ μόνῳ τῷ κυρίῳ πρόσεστι τὸ ἐξετάζειν καρδίας καὶ νεφρούς. λῃσταὶ ἐνταῦθα ἐτάζονται κατὰ πρόσταξιν [*](17 Röm. 11,20.21. — 27 Vgl. Psal.7,10.—29 Vgl. Hesych.: ἢτασεν ἐβασάνισεν.) [*](4—6 οἱ — ἁμαρτίας] offenbare Dublette von Z. 12—14 und hier nicht passend 9 ἐπισύστητε V Co vgl. S. 192,22 | 15 οἴονται Gh Co οἷον S | 21—S. 194,7 Hierzu Fragm. 85 in C: Ὡς—ἐτασμῷ | 25—27 ζητῶ—νεφρούς] διαφέρει δὲ τὸ συνιέναι τοῦ ἐτάζειν νεφροὺς καὶ καρδίας C; od. ist hinter συνιέναι Z. 25 zu ergänzen: τοῦ ἐτάζειν resp.: νεφροὺς καὶ καρδίας, τοῦ ἐτάζειν? | 30 οἱ μὲν] ὅπου οἱ μὲν Co.)

194
ἡγουμένου τὰ πλευρά, ἐκεῖ δὲ οὐκ ἐκ προστάξεως θεοῦ, ἀλλ᾿ ὐπ᾿ αὐτοῦ τοῦ κυρίου ἐτάζεταί τις νεφροὺς καὶ καρδίας, εἰ μὴ ἄρα ἐνταῦθα λέγω τὸν μὲν προστασσόμενον εἶναι τὸν υἱόν, τὸν δὲ προστάσσοντα εἶναι τὸν πατάερα, καὶ τὸν λόγον εἶναι τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς. καὶ πασῶν γε νομίζω βασάνων, πάντων τῶν πόνων βαρύτερα τὰ ἀπὸ τοῦ λόγου, ὅταν ἐτάζῃ καὶ καρδίας καὶ νεφρούς. διὸ πάντα πράττωμεν, ἵνα μὴ παραδοθῶμεν ἐκείνῳ τῷ ἐτασμῷ. οὗ ἐτασμοῦ οἴομαι ἔλαττον πάσχειν τοὺς παραδιδομένους τοῖς λεγομένοις ἐν τῷ εὐαγγελίῳ βασανισταῖς· πολλοῖς γὰρ παραδίδονται, τάχα πλείοσι βασανισταῖς κατὰ τὴν ἀρχήν, οὐδέπω ἄξιοι γινόμενοι παραδίδοσθαι ἑνὶ λόγῳ τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς. ὁ πλούσιος ἐκεῖνος οὐδέπω ἄξιος ἦν παραδοθῆναι τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς· διὰ τοῦτο ὑπὸ πλειόνων ἐβασανίζετο. ὕστερον δὲ εἰ καὶ ἐκεῖνος τοῦτο πάσχει ὴ μή, ὁ δυνάμενος ἐξεταζέτω. πλὴν τὰ περιμένονντα ἡμᾶς ἐστι βασανισταὶ καὶ ἐτάζων τὰς καρδίας καὶ νεφροὺς ἐπὶ τοῖς ἁμαρτήμασιν ἡμῶν· ὧν ἁμαρτημάτων ἐὰν μὴ τάχιον ἀπαλλαγῶμεν, ἐν τούτοις ἐσόμεθα. διὸ ἀναστάντες τὴν ἀπὸ τοῦ θεοῦ βοήθειαν αἰτήσωμεν, ἵνα ἐν Χριστῷ Ἰησοῦ μακαρισθῶμεν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.

[*](8 Vgl. Matth. 18,34. — 11 Vgl. Luk. 16,23.)[*](6 ἐτάζῃ καὶ] ἐτάζῃ Gh ἐτάζηται S | 7 πάνταABBREV S mit ausrad. ς |14 παχει S* πάσχει Scorr. | 19 Ἀμήν] + ὁμιλία [sic] S; dies kann, wenigstens nach dem sonstigen Brauch der Handschrift, ebenso gut als Unterschrift der letzten Jeremiahomilie gemeint sein, wie als Überschrift des Folgenden (vgl. Clement of Alexandria, Quis dives salvetur ed. Barnard TSt V, 2, 1). Doch hat V, der wie S nur 19 Origeneshomilien kennt: + ὁμιλία κ ηݲ, womit dann Quis dives salvetur gemeint sein würde.)