In Jeremiam (Homiliae 12-20)

Origen

Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

............................................................... ........................................τοῦ νοῦ τῆς γραφῆς ὅπερ ἐπιγίνεται ὀφθαλμῷ χωροῦντι τὴν σαφήνειαν τῶν ἱερῶν γραμμάτων. ταῦτά μοι ἐν προοιμίῳ εἴρηται, διεγείροντι καὶ ἐγείροντι καὶ ἐμαυτὸν τὸν καὶ τοὺς ἀκούοντας ἐπὶ τὸ προσέχειν τοῖς ἀναγνωσθεῖσιν, ἵν᾿ αἰτήσωμεν ἐλθεῖν Ἰησοῦν καὶ ἐπιφανῆναι ἡμῑν καὶ διδάσκειν τὰ νῦν ἡμᾶς τὰ ἐνταῦθα γεγραμμένα.

(18,) >Προεφήτευσεν Ἱερεμίας· καὶ ἤκουσε Πασχὼρ υἱὸς Ἐμμὴρ ὁ ἱερεὺς τῶν λόγων τῆς προφητείας. καὶ τοσούτων κατὰ τὸ εἰκός, ὅσον ἐπὶ ψιλῇ τῇ ἀκολουθίᾳ τῆς προφητείας, ἀκηκοότων Ἱερεμίου οὐ ταχέως ἀναγέγραπται ἄλλος ἀκούσας εἰ μὴ Πασχώρ. ἐμέλησε δὲ τῇ γραφῇ εἰπεῖν ἐπεῖν καὶ τίνος υἱὸς ἠν, ὅτι Ἐμμήρ, καὶ ὅτι ἐχρημἀτιζεν ἱερεύς, καὶ ποίαν τάξιν εἶχεν ἐν τῷ λαῷ, ὅτι ἠν καθεσταμένος ἠγούμενος οἴκου κυρίου κατὰ τὸν χρόνον Ἱερεμίου προφητεύοντος τοὺς λόγους τούτους. καὶ ἀναγέγραπται ὅτι ἀκούσας τῶν λόγων τῆς προφητείας ταύτης Πασχὼρ ἐπάταξε τὸν Ἱερεμίαν, καὶ οὐκ ἠρκέσθη [*](1 ὀφθη] nach S. 150, 19. u. S. 162, 24 ff. war nun noch zu behandeln Jerem. 18, 15. 16: καὶ ἀσθενήσουσιν ἐν ταῖς ὁδοῖς αὐτῶν σχοίνους αἰωνίους τοῦ ἐπιβῆναι τρίβους οὐκ ἔχοντας ὁδὸν εἰς πορείαν, τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ συριγμὸν (+ αἰώνιον?). Daraus ergiebt sich, dass das Fragment 82 in C hier seine Stelle hat: Ἡ σχοῖνος ὁδοῦ μέτρον ἐστὶ παρ᾿ Αἰγυπτίοις καὶ Πέρσαις. εἴρηται καὶ ἐν Ψαλμοῖς· »τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας« (Psal. 138, 3). τῶν δὲ σχοίνων νόει τὰς μὲν αἰωνίους, τὰς δὲ προσκαίρους. ὁ μὲν γὰρ κοσμικὸς πρόσκαιρον σχοῖνον ὁδεύει περὶ δοξάρια καὶ πλούτους καὶ τὰ χάτω πράγματα. ὁ δὲ ὁδεύων τὸν εἰπόντα· »ἐγώ εἰμι ἡ ὁδός« (Joh. 14, 6). »σχοίνους αἰωνίους« (vgl. Jerem. 18, 15) ὁδεύει, καὶ ἔστιν αἰώνιος μὴ σκοπῶν τὰ πρόσκαιρα, ἀλλὰ τὰ αἰώνια (vgl. II Kor. 4, 18). ὁδεύει δέ, ἕως οὖ ἔλθῃ ἐπὶ τὸ τέλος τούτων τῶν σχοινίων, τὸν λιμένα τὸν παρὰ τῷ θεῷ | 9 τοῦ νοῦ] In dem Prooemium (vgl. Z. 11) wird zuerst gestanden haben, dass der Text 2 Perikopen umfasse (vgl. S. 173, 3. 24), und dann seine Schwierigkeit betont worden sein | 13 διδάσκειν τὰ νῦν] διδάσκοντα S | 16 τοσούτων Gh τοσοῦτον S | 23 χὼρ S* πᾶς χὼρ Scorr.)

166
τῷ αὐτὸν πεπαταχέναι, ἀλλὰ καὶ ἔβαλεν αὐτὸν εἴς τινα καταρράκτην. ἐμέλησε τῇ γραφῇ εἰπεῖν καὶ ποῦ ἦν οὗτος ὁ καταρράκτης, ἐν τῇ πύλῃ τοῦ Βενιαμίν, καὶ ὅτι ὁ καταρράκτης ἡν ἐν τόπῳ ἔνθα ὑπερῷον ἦν, ὑπερῷον δὲ οὐκ ἔλλου τινὸς ἢ τοῦ οἴκου κυρίου. ταῦτα ἀνέγραψεν ἐπὶ τῇ προφητείᾳ γεγονέναι τὸ πνεῦμα τὸ ἅγιον τῷ Ἱερεμίᾳ, γεγονέναι δὲ ἀπὸ τοῦ Πασχώρ. εἶτά φησι· τῇ ἐπαύριον ὁ Πασχὼρ ἐξήγαγε τὸν Ἱερεμίαν ἐκ τοῦ καταρράκτου. καὶ εἶπεν ἐξαχθεὶς ὁ Ἱερεμίας τῷ Πασχώρ, ὅτι οὐ κύιος τοῦτο τὰ ὄνομα ἐκάλεσέ σε τὸ Πασχώρ· ἄλλο ὄνομά σοι τέθειται· ὡς τῷ Ἰακὼβ Ἰσραήλ, ὡς τῷ Ἄβραμ Ἀβραάμ, ὡς τῇ Σαρᾷ Σάρρα, οὕτως σοι ὄνομα τέθεικε Μέτοικον. καὶ διὰ τοῦτο ἐκάλεσέ σε Μέτοικον, ἐπειδήπερ λέγει ὁ κύριος· ἰδοὺ ἐγὼ δίδωμί σε εἰς μετοικίαν σὺν πᾶσι· τίσιν; οὐχὶ γυναικί σου καὶ υἱοῖς σου καὶ θυγατράσι σου, ἀλλὰ σὺν τοῖς φίλοις σου. καὶ ἐπὰν δοθῇς εἰς μετοικίαν, πεσοῦνται οἱ φίλοι σου μαχαίρᾳ. εἶτα ὡς διαφορᾶς οὔσης τοῖς πίπτουσιν ἀπὸ μαχαίρας, ἐὰν πέσωσιν ἀπὸ μαχαίρας ἐχθρῶν ἢ ἀπὸ μαχαίρας ἄλλων, φησὶ πεσεῖσθαι τοὺς φίλους τοῦ βαλόντος τὸν Ἱερεμίαν εἰς τὸν καταρράκτην εἰς μάχαιραν ἐχθρῶν αὐτῶν. καὶ οἱ ὀφθαλμοί σου, φησίν, ὄψονται ταῦτα τὰ προφητευόμενα. σὲ δὲ καὶ πάντα τὸν Ἰούδα δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος, μετὰ τὸ παθεῖν ταῦτα τοὺς φίλους σου, καὶ μετοικιοῦσιν αὐτοὺς εἰς Βαβυλῶνα καὶ κατακόψουσιν αὐτούς· τὸν γὰρ βασιλέα Ἰούδα καὶ τοὺς ἀπὸ Ἰούδα κατακόψουσιν ἐν μαχαίρᾳ, καὶ οὐκέτι πρόσκειται τὸ ἐχθρῶν αὐτῶν, ὡς ἐπὶ τῶν προτέρων οἳ εἴρηνται φίλοι εἶναι τοῦ Πασχώρ. εἶτά φησι· καὶ δώσω πᾶσαν τὴν ἰσχὺν τῆς πόλεως ταύτης καὶ πάντας τοὺς θησαυροὺς τοῦ βασιλέως Ἰοὐδα καὶ πάντας τοὺς πόνους τῆς πόλεως ταύτης εἰς χεῖρας ἐχθρῶν αὐτῶν, ἵνα οἱ ἐχθροὶ διαρπάσωσι τοὺς θησαυροὺς καὶ λάβωσι τὰ προειρημένα καὶ ἀγάγωσι τὸν Ἰούδαν καὶ τὸν βασιλέα αὐτῆς εἰς Βαβυλῶνα. σὺ δέ, ὦ Πασχώρ, καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, πορεύεσθε ἐν αἰχμαλωσίᾳ εἰς Βαβυλῶνα, καὶ ἐκεῖ ἀποθανῇ, καὶ ἐκεῖ ταφήσῃ σὺ καὶ πάντες οἱ φίλοι σου οἷς προεφήτευσας αὐτοῖς ψευδῆ<. ἔδει ἐπιτέμνεσθαι τὴν περικοπὴν ὅλην καὶ σαφηνίσαι, οὐδέπω τὸ νόημα αὐτῆς τὸ βαθὺ (εἴγε χωροῦμεν αὐτό), ἀλλ᾿ ἢ τὴν λέξιν καὶ τὸ ῥητὸν αὐτό, ὃ καὶ ὁ τυχὼν ἐπιστήσας ἐπιμελῶς τοῖς γράμμασι καὶ μὴ ἐκ παρέργου δύναται κἂν οὕτως νοῆσαι. τί οὖν βούλεται ταῦτα; ἐνθάδε ὁ ἀγών [*](9 Vgl. Gen. 32, 28. — 10 Vgl. Gen. 17, 15.) [*](1 ἔβαλεν] nach S. 168, 20 usw. und LXX cod. 88 ἔβαλλεν S | 1 ff. 7. 17 καταράκτην usw. S, so stets in Hom. 19 | 6 ἀπὸ] ὑπὸ Hu | 9 ἄλλο] ἀλλὰ S | 10 ἄβραμ Gh ἄβρα S | 12 σὺν πᾶσι Gh σύμπασι S | 14 δοθῆς Gh δοθῆ S | 18 αὐτῶν] Vgl. Z. 23 αὐτοῦ S | τὰ Gh | 29 πορεύεσθε] vgl. S. 172, 20 πορεύσεσθε Gh | 30 ταφήσῃ Gh Co vgl. S. 172, 21 | 33 αὐτό Koetschau αὐτοῦ S.)
167
ἐστι παραστῆσαι τὸ βούλημα τούτων τῶν γραμμάτων. καὶ δὴ ὁμολογῶ κατ᾿ ἐμαυτὸν μὴ δύνασθαι αὐτὰ διηγήσασθαι, ἀλλὰ δεῖσθαι, ὡς προεῖπον, ἐπιφανείας τῆς δυνάμεως Ἰησοῦ, καθ᾿ ὃ σοφία ἐστί, καθ᾿ ὃ λόγος, καθ᾿ ὅ ἀλήθεια, ἵνα ἡ ἐπιφάνεια αὐτοῦ ποιήσῃ φῶς ἐπὶ τοῦ προσώπου τῆς ψυχῆς μου.

(18,) ....................................................... ............................................................... ............................................................... Εἶχον καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ῥάβδους, τὰς βουλομένας τὴν Μωσέως διαβαλεῖν καὶ <τὴν< Ἀαρὼν ὡς οὐκ οὔσας ἀπὸ θεοῦ. ἀλλὰ ἀνατρέπουσι τὰς τῶν σοφιστῶν καὶ ἐπαοιδῶν αἱ ἀπὸ θεοῦ· >κατέπιεν αὐτὰς ἡ τοῦ Ἀαρών<· ἤρκει γὰρ πρὸς τοῦτο αὐτὴ καὶ χωρὶς τῆς Μωσέως ῥάβδου. »ἐπάταξε« τοίνυν »Ἱερεμίαν τὸν προφήτην« ὁ Πασχώρ, καὶ μετὰ ἤθους· »καὶ ἐπάταξεν Ἱερεμίαν τὸν προφήτην«. πρόσκειται καὶ τὸ »τὸν προφήτην«. ἐνθάδε μὲν οὖν ὁ πατάξας τὸν Ἱερεμίαν τὸν προφήτην ἐπάταξεν. ἐναγέγραπται δὲ ἐν ταῖς Πράξεσιν ὅτι ἐπάταξέ τις τὸν Παῦλον ὑπὸ Ἀνανίου τοῦ ἀρχιερέως κελευσθείς. διὸ εἴρηκεν ὁ Παῦλος· »τύπτειν σε μέλλει ὁ θεός, τοῖχε κεκονιαμένε«. καὶ μέχρι νῦν ὑπὸ παρανόμου ἀρχιερέως λόγου προστασσόμενοι Ἐβιωναῖοι ναῖοι τύπτουσι τὸν ἀπόστολον Ἰησοῦ χριστοῦ λόγοις δυσφήμοις. καὶ Παῦλός φησι πρὸς τὸν τοιοῦτον λόγον ἀρχιερέα τὸ »τύπτειν σε μέλλει ὁ θεός«. καὶ ἔστιν ὁ τοιοῦτος ἀρχιερεὺς ἐξ ἐπιπολῆς ὡραῖος καὶ τοῖχος κεκονιαμένος, >τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας χριστός φησι· τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης [*](9 ff. Vgl. Exod. 7, 11. 12. Vgl. Hom. 5, 3 (S. 34, 12ff.), u. Philo de migr. Abr. I, 449 M. — 11 Vgl. Exod. 7, 12. — 18 Act 23, 3. — 19f. Vgl. Epiphan. Haer. 30, 16. 25: Περὶ δὲ τοῦ ἁγίου Παύλου ὡς Βλασφημοῦντες αὐτὸν ... λέγουσιν αὐτὸν Ἕλληνά τε εἶναι καὶ ἐξ ἐθνῶν ὑπάρχειν, προσήλυτον δὲ γεγονέναι ὕστερον κτλ. — 21 Act. 23, 3. — 23 Vgl. Matth. 23, 27 Act. 23, 3. — 25 Jes. 50, 6.) [*](6—8 3 1/3 Zeilen (= ca. 125 Buchstaben) freier Raum in S. Co ergänzt: Καὶ ἤκουσε Πασχὼρ ὁ υἱὸς Ἐμμὴρ ὁ ἱερεύς (καὶ οὗτος ἦν καθεσταμένος ἡγούμενος οἴκου κυρίου) τοῦ Ἱερεμίου τοῦ προφητεύοντος τοὺς λόγους τούτους· καὶ ἐπάταξεν αὐτὸν, καὶ τὰ ἑξῆς. Vielleicht aber ist der Ausfall in Wahrheit viel grösser. Man würde etwas über den Unterschied der wahren (Exod. 7, 1 ist Aaron Moses’ προφήτης vgl. Philo de migr. Abr. I, 449 M) und falschen (in codd. 86 233 Heisst Πασχώρ Jerem. 20, 1 nicht ἱερεύς, sondern Ψευδοπροφήτης) Propheten erwarten; vgl. S. 172, 28 ff. | 10 μωσέως S* μοϋσέως S1 | τὴν Blass | 12 αὐτὰς Scorr. αὐτοὺς S* w. e. sch. | τοῦτο Ru τούτω S | αὐτὴ Gh Co αὐτῆι S | 13 μωϋσέως S | 14 καὶ2— προφήτην] < Co, wohl besser | ἐπέταξεν S* ἐπάταξεν Scorr. | 16 ἐν τ. Π. ὅτι Blass ὅτι ἐν τ. Π. S | 21 λόγου Koetschau.)

168
ἐμπτυσμάτων«. ταῦτα οἱ ἀκέραιοι ἴσασιν ἐπὶ τὸν τότε μόνον καιρόν, ὅτε ἐμαστίγωσεν αὐτὸν ὁ Πιλᾶτος, ὅτε ἐβουλεύσαντο κατ᾿ αὐτοῦ Ἰουδαῖοι. ἐγὼ δὲ βλέπω τὸν Ἰησοῦν καθ᾿ ἡμέραν >διδόντα τὸν νῶτον αὐτοῦ εἰς μάστιγας<. εἴσελθε εἰς τὰς τῶν Ἰουδαίων συναγωγάς, καὶ ἴδε τὸν Ἰησοῦν ὑπ᾿ αὐτῶν τῇ γλώσσῃ τῆς βλασφημίας μαστιγούμενον. ἴδε τοὺς ἀπὸ τῶν ἐθνῶν συναγομένους, βουλευομένους κατὰ Χριστιανῶν, τίνα τρόπον λαμβάνουσι τὸν ἰησοῦν, κἀκεῖνος >τὸν ἑαυτοῦ νῶτον δίδωσιν εἰς μάστιγας<. κατανόει ὑβριζόμενον τὸν τοῦ θεοῦ λόγον, κακολογούμενον, μισούμενον ὑπὸ τῶν ἀπίστων. ὅρα ὅτι >τὰς σιαγόνας ἕδωκεν εἰς ῥαπίσματα<, καὶ διδάξας ὅτι ἐὰν τύπτῃ τίς »σε εἰς τὴν σιαγόνα στρέψον καὶ τὴν ἄλλην«, αὐτὸς αὐτὸ ποιεῖ. τοσοῦτοι αὐτὸν ῥαπίζουσιν καὶ μαστιγοῦσι, καὶ σιωπᾷ καὶ οὐ λαλεῖ. ἀναγέγραπται γὰρ μὴ λαλῶν ἐν τῷ μαστιγοῦσθαι. καὶ >τὸ πρόσωπον μέχρι τοῦ δεῦρο Ἰησοῦς οὐκ ἀπέστρεψεν ἀπὸ αἰσχύνης ἐμπτυσμάτων<. τίς τῶν ἐξευτελιζόντων ευτελιζόντων τὴν διδασκαλίαν οὐχὶ οἱονεὶ ἐμπτύει μέχρι τοῦ δεῦρο τῷ Ἰησοῦ ἀνεχομένῳ;

(18,) Ἠκολούθει τῷ πεπατάχθαι τὸν προφήτην διηγήσασθαι τοὺς παταχθέντας, ὡς φέρ᾿ εἰπεῖν τὸν ἀπόστολον καὶ εἴ τις ἄλλος πεπάτακται, παραστῆσαι καὶ τὰ περὶ αὐτὸν τὸν Ἰησοῦν. »ἐπάταξεν« οὖν »Πασχὼρ τὸν Ἱερεμίαν τὸν προφήτην, καὶ ἔβαλεν αὐτὸν εἰς τὸν καταρράκτην ὃς ἦν ἐν τῇ πύλῃ Βενιαμίν τοῦ ὑπερῴου«. τοῦ Βενιαμὶν ὁ καταρράκτης ἦν τοῦ ὑπερῴου. τοῦ Βενιαμὶν κληροδοσία ἐστὶν Ἱερουσαλήμ, ἐν ᾗ ὁ ναὸς τοῦ θεοῦ, ὡς ὁ ἀκοῦσαι δυνάμενος τῶν θείων ἀναγνωσμάτων εὑρήσει ἐκ τῆς ἀναγεγραμμένης κληροδοσίας ἐν τῇ τοῦ Ναυῆ. ἐπεὶ οὖν ὁ ναὸς ἦν ἐν τῇ κληροδοσίᾳ τοῦ Βενιαμίν, ὃς ἑρμηνεύεται Υἱὸς δεξιᾶς (οὐδὲν γάρ ἐστιν ἀριστερὸν περὶ τὸν ναὸν τοῦ θεοῦ), διὰ τοῦτο οὗτος βάλλει »εἰς τὸν καταρράκτην ὃς ἦν ἐν πύλῃ Βενιαμὶν τοῦ ὑπερῴου οἴκου κυρίου«. παρόντος »ὑπερῴου ἐν οἴκῳ κυρίου« «ἔβαλε« τὸν προφήτην »εἰς τὸν καταρράκτην«. καὶ ἡμεῖς παρακαλῶμεν, ἵνα λαβόντες νῦν τὸν Ἱερεμίαν εἰς τὸ ὑπερῷον ἀναβιβάσωμεν »ἐν οἴκῳ κυρίου«. ὑπερῷον δὲ τὸν νοῦν τὸν ὑψηλὸν καὶ ἐπηρμένον δείξω ἐκ τῆς γραφῆς, ὅτε μαρτυρεῖ τοῖς ἁγίοις [*](3. 7. 9. 13 Vgl. Jes. 50, 6. — 10/11 Vgl. Matth. 5, 39 Luk. 6, 29. — 12 Vgl. Joh. 19, 1 (vgl. Jes. 53, 7?). — 22 ff. Vgl. Jos. 18, 11. 28 Vgl. in Jos. Hom. 23, 4 (Lo 11, 196f.): non est utique sine causa, quod Benjamin in sorte sua accepit Jerusalem et montem Sion etc. — 26 Vgl. Onom. sacra I, 201, 52: Βενιαμὶν υἱὸς δεξιᾶς ἢ ὀδύνης, u. ö.) [*](17 ἠκολούθει Blass Koetschau ἢ ἀκολουθεῖ S | 21 ἦν übergesch. S1 | Βενιαμήν S* Βενιαμίν S1 | 28 οἴκυ S [sic] | 30 παρακαλῶμεν] 1. παρακαλοῦμεν? vgl. S. 169, 33 u. 173, 7 | 32 καὶ a. R. Scorr. | ἐκ Gh.)

169
ὅτι εἰς τὰ ὑπερῷα τοὺς προφήτας ὑπεδέξαντο. ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν ἀναγέγραπται χήρα ὑποδεξαμένη τὸν Ἠλίαν τὸν προφήτην ἐν Σαρέφθοις τῆς Σιδωνίας, ἥτις »εἰς τὸ ὑπερῷον« αὐτῆς ἐξένισε τὸν προφήτην. καὶ ἐν τῇ τετάρτῃ ἡ τὸν Ἐλισσαῖον ὑποδεξαμένη εὐτρέπισεν αὐτῷ οἶκον εἰς τὸ ὑπερῷον. ὁ δὲ ἁμαρτωλὸς Ὀχοζίας ἔπεσεν ἀπὸ τοῦ ὑπερῴου. καὶ σοὶ δὲ Ἰησοῦς ἐντέλλεται μὴ καταβαίνειν ἐκ τοῦ δώματος. »ὅταν«, γάρ φησι, τάδε καὶ τάδε γένηται, »τότε« »ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ«. ὁ ἐν τοῖς διωγμοῖς φεύγων οὐχὶ μὴ εἰς δῶμα μὴ ἀναβαινέτω, ἀλλ᾿ ἐκ τοῦ δώματος »μὴ καταβαινέτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ«. Καλὸν οὖν ἐν ὑπερῴοις εἶναι, καλὸν ἐν δώμασιν εἶναι καὶ ἄνω που τυγχάνειν. καὶ οἱ θαυμάσιοι δὲ ἀπόστολοι, ὡς ἐν ταῖς Πράξεσιν ἀναγέγραπται αὐτῶν, ἡνίκα ἐπὶ τὸ αὐτὸ ὄντων αὐτῶν ἐσχόλαζον ταῖς εὐχαῖς καὶ τῷ λόγῳ τοῦ θεοῦ, ἐν ὑπερῴῳ ἦσαν. καὶ ἐπεὶ ἦσαν ἐν ὑπερῴῳ, οὐκ ἦσαν κάτω. διὰ τοῦτο »ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός«. ἀλλὰ καὶ Πέτρος, ἡνίκα ἀνέπεμπε τὴν εὐχὴν τῷ θεῷ, >ἀνέβη εἰς τὸ δῶμα<· καὶ εἰ μὴ ἀνεβεβήκει εἰς τὸ δῶμα, οὐκ ἂν εἶδεν >ἐξ οὐρανοῦ καταβαῖνον σκεῦος ὡς ὀθόνην τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐκ τοῦ οὐρανοῦ<. ἀλλὰ καὶ ἡ τὰς ἐλεημοσύνας ποιήσασα »Ταβιθά, ἥτις ἑρμηνευμένη λέγεται Δορκάς«, κάτω οὐκ ἦν, ἀλλ᾿ »ἐν τῷ ὑπερῴῳ«, ὅπου ἀναβὰς Πέτρος ἀνέστησεν αὐτὴν ἀπὸ τῶν νεκρῶν. ἀλλὰ καὶ Ἰησοῦς ταύτην τὴν ἑορτὴν ἧς τὸ σύμβολον ποιοῦμεν τὸ πάσχα μέλλων ἑορτάζειν μετὰ τῶν μαθητῶν, πυνθανομένων αὐτῶν· »ποῦ θέλεις ἑτοιμάσομέν σοι τὸ πάσχα«, εἶπε· »πορευομένοων ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων, ἐκείνῳ ἀκολουθήσατε. ἐκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα, ἐστρωμένον, σεσαρωμένον, ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε τὸ πάσχα«. οὐδεὶς οὖν πάσχα | ποιῶν ὡς Ἰησοῦς Ἰησοῦ, ἄνω ἐστὶν ἐν ἀναγαίῳ μεγάλῳ, ἐν ἐναγαίῳ σεσαρωμένῳ, ἐν ἀναγαίῳ κεκοσμημένῳ καὶ ἑτοίμῳ. ἐὰν δὲ ἀναβῇς μετ᾿ αὐτοῦ, ἵνα ἑορτάσῃς τὸ πάσχα, δίδωσί σοι τὸ ποτήριον τῆς διαθήκης τῆς καινῆς, δίδωσί σοι καὶ τὸν ἄρτον τῆς εὐλογίας, τὸ σῶμα ἑαυτοῦ καὶ τὸ αἷμα ἑαυτοῦ χαρίζεται. διὰ τοῦτο παρακαλοῦμεν ὑμᾶς· >ἀναβαίνετε εἰς ὕψος, αἴρετε εἰς ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν<. κἀμοὶ [*](11 ff. Vgl. I Kön. 17, 19. — 4 ff. Vgl. II Kön. 4, 10. — 5 Vgl. II Kön. 1, 2. — 7—10 Vgl. Matth. 24, 15—17. — 12 ff. Vgl. Act. 1, 13. 14. — 15 Act. 2, 3. — 16 Vgl. Act. 10, 9. — 18 Vgl. Act 10, 11. — 19 Vgl. Act. 9, 36. — 20 Vgl. Act. 9, 37. — 21 Vgl. Act. 9, 39—41. — 24—27 Vgl. Mark. 14, 12—28 Par. — 31 Vgl. I Kor. 10, 16? | 34 Vgl. Jes. 37, 23. 24 40, 9 u. Psal. 120, 1?) 26 ἐστρωμμενον S | 27 σεσαρωμένον] + κεκοσμημένον? nach Z. 30 u. S. 87, 27.
170
δέ, ἐὰν διδάσκω τὸν θεῖον λόγον, φησὶν ὁ λόγος· »ἐπ᾿ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε«. ταῦτα διὰ τὸν Πασχώρ, ὅτι παρακειμένου »ὑπερῴου ἐν τῷ οἴκῳ κυρίου ἐν πύλῃ Βενιαμίν«, οὐκ εἰς τὸ ὑπερῷον ἀνεβίβασε τὸν προφήτην, ἀλλὰ »ἔβαλεν αὐτὸν εἰς τὸν καταρράκτην« κάτω.

(18,) »Καὶ ἐγένετο τῇ ἐπαύριον καὶ ἐξήγαγε Πασχὼρ τὸν Ἱερεμίαν ἐκ τοῦ καταρράκτου«. ὦ κύριε Ἰησοῦ, πάλιν ἧκε, σαφήνιζέ μοι καὶ ταῦτα καὶ τοῖς ἐληλυθόσιν ἐπὶ τὴν πνευματικὴν τροφήν. πῶς »τῇ ἐπαύριον« ἐξάγει αὐτὸς »τὸν Ἱερεμίαν ἐκ τοῦ καταρράκτου«; ὅσον μὲν γὰρ ἐνέστηκεν ἡ σήμερον ἡμέρα (σήμερον δὲ ἐστι πᾶς οὗτος ὁ αἱών), [ἐὰν] εἰς τὸν καταρράκτην κάτω βάλλει τὸν προφήτην ὁ ἁμαρτωλός· ἐὰν δὲ παύσηται ἡ ἐνεστῶσα ἡμέρα καὶ ἡ αὔριον ἔλθῃ, τότε αὐτὸν ἐξάγει μετανοήσας ἀπὸ τοῦ καταρράκτου. εἶτα λέγει αὐτῷ ὁ Ἰερεμίας, ἃ πείσεται ὁ Πασχώρ. τί λέγει αὐτῷ; »οὐ Πασχὼρ ἐκάλεσε τὸ ὄνομά σου ἀλλ᾿ ἢ Μέτοικον. διότι τάδε λέγει κύριος«. μέλλει μετοικίζεσθαι κατὰ τὴν ἀξίαν τῶν ἁμαρτημάτων ὁ Πασχὼρ οὗτος εἰς Βαβυλῶνα, οὐ μόνος, ἀλλὰ καὶ μετὰ τῶν φίλων αὐτοῦ. παραδίδοται γὰρ τῷ Ναβουχοδονόσορ καὶ εἰς τὴν Σύγχυσιν ἄπεισι καὶ κολάζεται ἐπὶ τοῖς ἀμαρτήμαμσιν αὐτοῦ, ἐπεὶ »ἔβαλε τὸν προφήτην εἰς τὸν καταρράκτην«. τίνες οὖν οἱ φίλοι τοῦ Πασχὼρ τοῦ ἐπώνύμου τῆς Μελανίας τοῦ στόματος; πάντες οἱ τοὺς λόγους αὐτοῦ παραδεξάμενοι, οἱ συμμελανωθέντες τῷ στόματι αὐτοῦ τῷ μεμελανωμένῳ, οἱ δόγματα μελανότητος παραδεξάμενοι. »καὶ πεσοῦνται μαχαίρᾳ ἐχθρῶν αὐτῶν«. οἱ ἐπὶ τῶν κολάσεων τεταγμένοι, οὗτοί εἰσιν οἱ τὰς μαχαίρας ἔχοντες καὶ πιοῦντες πίπτειν αὐτούς· περὶ ὧν ὁ λόγος προφητεύει καί φησι· »καὶ οἱ ὀφθαλμοί σου ὄψονται«. ταῦτα, φησί, τὰ προφητευόμενα »ὄψονταί σου οἱ ὀφθαλμοί«.

»Καὶ σὲ καὶ πάντα Ἰούσαν δώσω εἰς χεῖρας βασιλέως Βαβυλῶνος«. ὃς ἐὰν καταληφθῇ τοῦ Ἰούδα οὕτως ἁμαρτωλός ὡς ἄξιος εἶναι τοῦ βασιλέως Βαβυλῶνος, τῆς Συγχύσεως, παραδοθήσεται αὐτῷ. καὶ ὁ [*](1 Jes. 40, 9. — 8 Vgl. S. 165, 12 ff. — 11 Vgl. de or. 27, 13 (Orig. II, 372, 11f.): ἔθος δὴ πολλαχοῦ τῶν γραφῶν τὸν πάντα αἰῶνα »σήμερον« καλεῖσθαι, u. ö. Vgl. Philo leg. all. III I, 92 M: »ἕως τῆς σήμερον ἡμέρας«, τουτέστιν ἀεί· ὁ γὰρ αἰὼν ἅπας τῷ σήμερον παραμετρεῖται κτλ. — 19. 31 Vgl. Onom. sacra I, 174, 91 u. Ö.: Βαβυλὼν σύγχυσις. — 21 Vgl. S. 171, 11. Vgl. Onom. sacra I, 54, 14: Fesor os nigredinis u. dagegen Hier. Comm. 977: Phascor, qui interpretatur oris nigredo.) [*](8 μοι Gh Co μου S | 12 ἐὰν streicht Gh | βάλλει Gh βάλη S | 22 οἱ2 Koetschau Lietzmann καὶ Blass | 30 καταληφθῇ Gh καταλειφθῆ S.)

171
βασιλεὺς Βαβυλῶνος παραλαμβάνει τοὺς ἀμαρτάνοντας. βασιλεὺς δὲ Βαβυλῶνος κατὰ μὲν τὴν ἱστορίαν Ναβουχοδονόσορ, κατὰ δὲ τὴν ἀναγωγὴν ὁ πονηρός. τούτῳ δὲ παραδίδοται ὁ ἁμαρτωλός, ἐπεί ἐστιν ἀμφότερα καὶ ἐχθρὸς καὶ ἐκδικητής. ὅτι δὲ αὐτῷ παραδίδοται ὁ ἁμαρτωλός, Παῦλός σε διδαξάτω, ὅπου μὲν λέγων περὶ Φυγέλου καὶ Ἑρμογένου· »οὓς παρέδωκα τῷ πεπορνευκότος· »συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ, κέκρικα παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ στόματος Μελανία, εἰς χεῖρας τοῦ βασιλέως τῆς Βαβυλῶνος καὶ μετοικίζουσιν αὐτὸν εἰς Βαβυλῶνα.

»Καὶ κατακόψουσιν αὐτοὺς ἐν μαχαίρᾳ. καὶ δώσω τὴν ἰσχὺν πᾶσαν τῆς πόλεως ταύτης«. εὐχερὲς εἰπεῖν ὅτι προφητεύεται περὶ τῆς Ἰερουσαλὴμ ταῦτα· παραδέδοται γὰρ πᾶσα ἡ ἰσχὺς αὐτῆς καὶ τὰ ἐπιφερόμενα τότε τῷ τῶν Βαβυλωνίων βασιλεῖ. εὐχερὲς εἰπεῖν ὅτι προφητεύεται ταῦτα παρὶ »τῆς πόλεως ταύτης«, ἐν τοῖς κατὰ τὸν σωτῆρα χρόνοις παραδοθείσης τοῖς πολεμίοις. καὶ εἰς αἰχμαλωσίαν ἀπεληλύθασιν οἱ υἱοὶ τῆς Ἰερουσαλὴμ καὶ κατεσκάφη ἡ πόλις. ἐὰν δὲ ἐξετάσῃς τὰ πράγματα καὶ πόλιν βλέπῃς μὴ τοὺς λίθους, ἀλλὰ τοὺς ἀνθρώπους, ὄψει ὅτι κἀκείνη ἡ Ἰερουσαλήμ, οἱ ἄνθρωποι, παρεδόθησαν »εἰς χεῖρας βασιλέως Βαβυλῶνος« διὰ τὴν ἐπὶ τῷ Χριστῷ ἀσέβειαν καὶ ἁμαρτίαν. καὶ σὺ Ἱερουσαλὴμ εἶ νῦν. ἐὰν οὖν ἀπειλῇ τῷ Ἱερουσαλὴμ νῦν ὁ λόγος, φοβήθητι μήποτε σύ, ἐὰν ἁμαρτάνῃς, Ἱερουσαλὴμ εἶ ἁμαρτωλός καὶ παραδίδοσαι, ἵνα μηκέτι ῃς Ἱερουσαλὴμ ἀλλὰ Βαβυλὼν γίνῃ καὶ Σύγχυσις, παραλαβόντος σε Ναβουχοδονόσορ τοῦ Βαβυλώνων βασιλέως. »Καὶ πάντας τοὺς πόνους« Ἱερουσαλὴμ παραδίδωσι. πῶς »πάντας τοὺς πόνους« παραδίδωσιν; ἐὰν μετὰ τὸ ἀθλῆσαι καὶ ἀγωνίσασθαι πααπέσῃς καὶ ἁμάρτῃς, πάντες οἱ πόνοι σου ἐληλύθασιν εἰς τὰς χεῖρας Ναβουχοδονόσορ. πῶς πάντες οἱ πόνοι σου; λεχθήσεταί σοι, [*](1 ff. Vgl. S. 3, 15 ff. — 4 Vgl. Psal. 8, 3. — 6 Vgl. I Tim. 1, 20 u. II Tim. 1, 15. Ebenso Hom. 19, 3 in Num. (Lo 10, 238): sicut Phygellus et Hermogenes, de quibus Paulus dicit: »quos tradidi, inquit, Satanae, ut discant non blasphemare«. Vgl. auch Comm. in Exod. 10, 27 (Philoc. c. 27 Ro 251, 6 ff.): ἀλλὰ καὶ Δημᾶς καὶ Ἑρμογένης, Οὓς παρέδωκε τῷ Σατανᾷ κτλ. (vgl. II Tim. 4, 10). — 7 I Kor. 5, 4. 3. 5. — 11 Vgl. S. 170, 21. — 26 Vgl. S. 170, 19.) [*](6 ἑρμογένους V | 11 ἡ] τῆι S | 12 τῆς] übergesch. Scorr., a. R. V1 || 14 εὐχερές Gh vgl. Z. 16 εὐχερῶς S | 21 ἡ εροσαλὴμ S* ἡ ιερουσαλὴμ S1 | 25 εἶ] ᾖς Gh ἡ S | 27 Βαβυλωνίων Hu | λεχθήσεταί] ἀπεχθήσεταί Co ἀπηχθήσεταί Hu.)

172
ἐὰν πέσῃς μετὰ τὸ πολλὰ καμεῖν ὑπὲρ ἀληθείας· »τοσαῦτα ἐπάθετε εἰκῇ«. μάλιστα οἱ συνειδότες ἑαυτοῖς πολλοὺς πόνους ἀνηντληκέναι ὑπὲρ ἀρετῆς, ὀφείλουσι φοβεῖσθαι, μήποτε τοὺς πόνυς αὐτῶν [ἢ] γενομένων Ἱερουσαλὴμ παραλάλῃ ἁμαρτίας τινὸς γενομένης Ναβουχοδονόσορ ὁ τῆς Βαβυλῶνος βασιλεύς. ἵνα δὲ σαφέστερον ἴδῃς πῶς τοὺς πόνους Ἱερουσαλὴμ ἁμαρτούσης παραλαμβάνει Ναβουχοδονόσορ, συγχρήσομαι τοῖς ἐν τῷ Ἰεζεκιὴλ γεγραμμένοις οὕτως ὔχουσιν· »ὁ δίκαιος ἐὰν ἀποστρέψῃ ἀπὸ τῶν δικαιοσυνῶν αὐτοῦ καὶ ποιήσῃ παράπτωμα, οὐ μὴ μνησθήσομαι τῶν δικαιοσυνῶν αὐτοῦ ὧν ἐποίησε«. διὰ τί; τὰς γὰρ δικαιοσύνας τὰς μετὰ πόνου γενομένας παραλαμβάνει Ναβουχοδονόσορ καὶ ἀφανίζει Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος.

»Καὶ πᾶσαν τιμὴν« τῆς Ἱερουσαλὴμ παραλαμβάνει, ὅτε ἄνθρωπος γενόμενος ἐν τιμῇ ὑπὸ θεοῦ καὶ »ἐν τιμῇ ὤν« »οὐ συνῆκε« καὶ ἥμαρτεν. ἐὰν οὖν εἰδῇς ἐν τιμῇ ὢν καὶ κληθεὶς εἰς τὴν τιμὴν πάλιν σεαυτὸν διὰ τῶν ἁμαρτημάτων ὑβρίσῃς, τὴν τιμὴν τῆς Ἱερουσαλὴμ παραλαμβάνει ὁ βαβυλώνιος βασιλεύς. »καὶ πάντας τοὺς θησαυροὺς βασιλέως Ίούδα«. πλουτεῖ ἡ Ἱερουσαλήμ, ἀλλ᾿ ἐὰν ἁμάρτῃ, τοὺς θησαυροὺς αὐτῆς λαμβάνει ὁ βαβυλώνιος. »καὶ διαρπῶνται αὐτοὺς καὶ λήψονται αὐτοὺς καὶ ἄξουσιν αὐτοὺς εἰς Βαβυλῶνα. καὶ σύ, Πασχώρ, καὶ πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου πορεύεσθε ἐν αἰχμαλωσίᾳ εἰς Βαβυλῶνα, κἀκεῖ ἀποθανῇ, κἀκεῖ ταφήσῃ«. ὁ ἐν Συγχύσει καταλαμβανόμενος ἐν Βαβυλῶνι ἀποθνῄσκει· καὶ ὀ ἐναντίως διακείμενος τῷσυνθάπτεσθαι τῷ Χριστῷ, οὗτος ἐν Βαβυλῶνι θάπτεται. ἔστι γὰρ καὶ ταφῆναι μετὰ Χριστοῦ καλῶς διὰ τοῦ βαπτίσματος κατὰ τὸ »συνετάφημεν τῷ Χριστῷ, καὶ συνανέστημεν αὐτῷ«. ὡς μυστήριόν ἐστι τὸ συνταφῆναι τῷ Χριστῷ, οὕτω μυστήριόν ἐστι κατὰ ἀνομίαν γενόμενον [ἐπὶ] τὸ ἁμαρτωλὸν ὄντα ταφῆναι εἰς Βαβυλῶνα. »καὶ πάντες« φησὶν »οἱ φίλοι σου ἐκεῖ ἀπελεύσεσθε οἷς ἐπροφήτευσας αὐτοῖς ψευδῆ«. ὁ διηγούμενος κακῶς τὰ λόγια τοῦ θεοῦ καὶ τοὺς προφητικοὺς λόγους βάλλων εἰς καταρράκτην, προφητεύει μὲν οὗτος, προφητεύει δὲ ψευδῆ· διηγούμενος γάρ τις τοὺς προφητικοὺς λόγους, ἐὰν μὲν ἀληθεύῃ, καὶ αὐτὸς προφητεύει καὶ προφητεύει ἀληθῆ, εἰ δὲ [*](1 Vgl. Gal. 3, 4. — 2/3 Vgl. in Matth. Tom. 13, 23 (Lo 3, 254): μὴ βουληθεῖσιν ἀνατλῆναι τοὺς ὑπὲρ ἀρετῆς πόνους. — 7 Ezech. 18, 24? — 13 Vgl. Psal. 48, 13. — 21 Vgl. S. 170, 19. — 23 Vgl. Röm. 6, 4 (Kol. 2, 12?). — 25 Röm. 6, 4. Zur Form d. Citats vgl. in Joh. Tom. 1, 27 (Br I, 35, 6f.), c. Cels.) [*](2, 69 (Orig. I, 190, 19f.), in Matth. Comm. 77 (Lo 4, 399), u. ö. 2 συνειδότες] συνιδόντες S | ἀνηντληκέναι V1 ἀνητληκέναι SV*; doch vgl. ob. | 14 εἰδῇς Koetschau ἴδης S | κληθεὶς Co κληθῆς S | 27 ἐπί τῷ [sic] Gh ἐπὶ τὸν Co | 30 βάλων S* βάλλων Scorr.)

173
ψεύδεται, ψευδοπροφήτης ἐστὶ καταψευδόμενος τῶν λόγων τῶν προφητικῶν.

(18,) Καὶ δὴ τετέλεσται ἡ μία περικοπή, ἤδη δὲ καὶ τῆς δευτέρας ἀρξώμεθα· καὶ γὰρ ἔχει πράγματα εὐθέως ἀπὸ τῆς πρώτης λέγεως οὐ τὰ τυχόντα. καὶ προσέχοντες τῇ λέξει πάλιν αἰτήσωμεν ἥκειν τὸν Ἰησοῦν, καὶ ἐπιφανέστερόν γε καὶ λαμπρότερον ἥκειν αὐτὸν παρακαλῶμεν, ἵνα ἐλθὼν διδάξῃ πάνταες ἡμᾶς, πότερον ἀληθεύων ἔλεγεν ὁ πρόφήτης, ὡς πρέπει νοεῖν περὶ προφήτου, τὰ ἑξῆς ἢ ψευδόμενος, ὃ οὐ θε\μιτὸν λέγειν περὶ προφήτου ἁγίου. λέγει δὲ πρὸς τὸν θεόν· »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην, ἐκράτησας καὶ ἠδυνάσθης· ἐγενόμην εἰς γέλωτα, πᾶσαν τὴν ἡμέραν διετέλεσα μυκτηριζόμενος· ὅτι πικρῷ λόγῳ μου γελάσομαι, ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι· ὅτι ἐγενήθη ὁ λόγος κυρίου εἰς ὀνειδισμὸν ἐμοὶ καὶ χλευασμὸν πᾶσαν ἡμέραν. καὶ εἶπα· οὐ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου, καὶ οὐ μὴ λαλήσω ἔτι ἐπὶ τῷ ὀνόματι αὐτοῦ. καὶ ἐγένετο ἐν τῇ καρδίᾳ μου ὡς πῦρ φλεγόμενον καῖον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν, ὅτι ἤκουσα ψόγον πολλῶν συναθροιζομένων κυκλόθεν«, καὶ »λεγόντων« δηλονότι· »ἐπισύστητε, καὶ ἐπισυστῶμεν αὐτῷ ἄνδρες φίλοι αὐτοῦ· τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ εἰ ἀπατηθήσεται, καὶ δυνησόμεθα αὐτῷ καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ«. ἀλλὰ ταῦτα ἐκείνων λεγόντων φησὶν ὁ προφήτης· »καὶ κύριος μετ᾿ ἐμοῦ καθὼς μαχητὴς ἰσχύων· διὰ τοῦτο ἐδίωξαν καὶ νοῆσαι οὐκ ἠδύναντο· ᾐσχύνθησαν σφόδρα, ὅτι οὐκ ἐνόησαν ἀτιμίας αὐτῶν, αἳ δι᾿ αἰῶνος οὐκ ἐπιλησθήσονται«. αὕτη ἡ περικοπὴ ἡ δευτέρα τοῦ ἀναγνώσματος.

Πῶς οὖν λέγει ὁ προφήτης· »ἠπάτησάς με, κύριε, καὶ ἠπατήθην«; θεὸς ἀπατᾷ; πῶς οἰκονομήσω τὸν λόγον, ἀπορῶ. ἐὰν γὰρ διὰ τὸν θεὸν καὶ τὸν λόγον αὐτοῦ βλέπω τι εἰς αὐόν, οἰκονομίας δεῖται γενναίας τὰ λεχθησόμενα. παυσάμενος τοῦ ἀπατᾶσθαι λέγει ὁ προφήτης· »ἠπάτησάς με κύριε, καὶ ἠπατήθην«, ὡς τῆς στοιχειώσεως καὶ εἰσαγωγῆς γεγενημένης αὐτῷ ἐν ἀπάτῃ καὶ μὴ δυναμένῳ αὐτῷ στοιχειωθῆναι καὶ εἰσαχθῆναι εἰς θεοσέβειαν, ἐὰν μὴ πρότερον ἀπατηθῇ, ἵνα ἥκῃ ὕστερον ἐπὶ τὸ συναισθηθῆναι τῆς ἀπάτης. ἀρκεῖ δὲ μόνον παράδειγμά τι εἰπεῖν χρήσιμον εἰς τὰ προκείμενα. παιδίοις λαλοῦμεν ἄγοντες τὰ παιδία, καὶ οὐχ ὡς τελείοις λαλοῦμεν, ἀλλ᾿ ὡς παιδίοις δεομένοις [διὰ] τῆς παιδεύσεως λαλοῦμεν αὐτοῖς, καὶ ἀπατῶμεν [*](5 Vgl. zu S. 170, 8. — 10—24 Vgl. Jerem. 20, 7—11.—34ff. Vgl. S. 158, 19ff.) [*](5 γε] τε S | 10 ἠπατήθειν S* ἠπατήθην S corr. | 13 ἐγενήθη V ἐγεννήθη S | ἀπατηθῇ, ἵνα . . . . . . ἀπάτης Blass ἵνα . . . . . . ἀπάτης, ἐὰν . . ἀπατηθῇ S | 33 ἥκῃ Gh ἥκει S | συναισθηθῆναι] vgl. S. 174, 7 συνησθῆναι S | 36 διὰ streicht Hu.)

174
τὰ παιδία φοβοῦντες [τὰ παιδία], ἵνα παύσηται τῆς ἐν παισὶν ἀπαιδευσίας, καὶ φοβοῦμεν τὰ παιδία ἀπάτης λόγους λέγοντες διὰ τὸ ὑποκείμενον τῇ νηπιότητι αὐτῶν, ἵνα διὰ τῆς ἀπάτης ποιήσωμεν αὐτὰ φοβηθῆναι καὶ διδασκάλοις φοιτῆσαι καὶ ἀπαγγεῖλαι καὶ ποιῆσαι τὰ ἐπιβάλλοντα προκοπῇ παιδίων. πάντες ἐσμὲν παιδία τῷ θεῷ καὶ δεόμεθα ἀγωγῆς παιδίων. διὰ τοῦτο ὁ θεὸς φειδόμενος ἡμῶν ἀπατᾷ ἡμᾶς (καὶ εἰ μὴ αἰσθανόμεθα τῆς ἀπάτης πρὸ καιροῦ), ἵνα μὴ ὡς ὑπερβεβηκότες τὸ νήπιον, μηκέτι δι᾿ ἀπάτης παιδευώμεθα, ἀλλὰ διὰ τῶν πραγμάτων. ἄλλως τὸ παιδίον εἰς φόβον ἄγεται, ἄλλως τὸ προκόψαν τῇ ἡλικίᾳ καὶ διαβεβηκὸς τὴν παιδικὴν ἡλικίαν. εἰ γὰρ δύναμαι δι᾿ ἀπάτης αὐτὸ παιδαγωγῶν †, ἵνα εἴπῃ ὁ ἀπατῶν θεός· »παι δεύσω αὐτοὺς ἐν τῇ ἀκοῇ τῆς θλίψεως αὐτῶν«.

Ἱστορίας παραθήσομαι, πῶς ὁ θεὸς ἐπὶ σωτηρίᾳ ἀπατᾷ καὶ λέγει τινά, ἵνα παύσηται ὁ ἁμαρτωλὸς τοῦ ποιεῖν, ἃ ἐποίησεν ἄν, εἰ μὴ ἠκηκόει τῶνδε τινῶν τῶν λόγων. ὁ λέγων· »ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται« ἀληθεύων ἔλεγεν, ἢ οὐκ ἀληθεύων καὶ ἀπατῶν ἀπάτην ἐπιστρέφουσαν; ἥτις ἐπιστροφὴ εἰ μὴ γεγόνει, οὐκέτι ἀπάτη ἦν ἀλλ᾿ ἤδη ἀλήθεια τὸ λεγόμενον, καὶ ἦν ἂν ἀκολουθήσασα καταστροφὴ τῇ Νινευῇ. ἦν ἐπὶ τοῖς ἀκούουσιν, ἤτοι ἀπατηθεῖσι καὶ πιστεύσασι τοῖς λεγομένοις ὡς ἀληθέσιν εὐεργετηθῆναι καὶ μὴ καταστραφῆναι. ἢ μὴ γινομένου ἀληθοῦς τοῦ εἰρημένου καὶ μὴ ἀπατηθεῖσιν, ἀλλὰ καταλαβοῦσιν ὅτι τὰ εἰρημένα οὐκ ἔσται, καταφρονῆσαι τῶν εἰρημένων ὡς ἀπάτης καὶ παθεῖν οὐχὶ τὸ »ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται«, ἀλλὰ τολμῶ καὶ λέγω πολλῷ χαλεπώτερα τοῦ »ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ κατστραφήσεται«. τῇ γὰρ ὑποθέσει ἡμαρτηκότες [εἰ μὴ μετανοήκεισαν] Νινευῖται εἰ μὴ μετα<νε<νοήκεισαν, τάχα μὲν »ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται« ἐγίνετο· ἀλλ᾿ ἔστω ὅτι οὐκ ἐγίνετο τόδε, τούτου χεῖρον ἐγίνετο, πυρὶ αἰωνίῳ παρεδίδοντο.

Διὰ τοῦτο ἄλλη κόλασις κατὰ τὸν νόμον εἴρηται τοῖς ὡς παιδίοις παιδαγωγουμένοις· οἷς »δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου [οὗ]«, ἄλλαι κολάσεις ἀναγεγραμμέναι εἰσίν. σύγκρινε τὰς κατὰ τὸν νόμον κολά- [*](5 ff. Vgl. S. 159, 14. — 11 Hos. 7, 12. — 15 Jona 3, 4. — 15 ff. Vgl. Home. 1, 1 (S. 1, 9—15). — 23. 25. 27 Jona 3, 4. — 31 Vgl. Gal. 4, 4. — 32 ff. Vgl. in Lev. Hom. 11, 2 (Lo 9, 378f.).) [*](8 νόημα S* V? a. R. γρ΄ νήπιον Scorr. a. R. νήπιον V* | 9 ἄλλως 1 . 2 Gh ἀλλ᾿ ὡς S | 10/11 εἰ γὰρ δύναμαι] οὐ γὰρ δύναται Hu | 11 παιδαγωγῶ Gh παιδαγωγεῖσθαι Hu | 13 1. ἱστορίαν? | 16 καὶ Koetschau ἢ S | 18 ἂν ἀκολουθήσασα Gh ἀνακολουθήσασα S | 19 ἤτοι] vgl. S. 151, 14 152, 6 ἢ τοῖς S | 23 καὶ Ru | 26 εἰ μὴ μετανοήκεισαν streichen Blass Koetschau | 31 οὗ] 〈 V* a. R. V1 i. T. S | 32 σύγκρινε Blass σύγκριναι S.)

175
σεις ἁμαρτωλῶν ταῖς κατὰ τὸ εὐαγγέλιον κολάσεσιν ἁμαρτωλῶν, καὶ ὄψει ὅτι ἐκεῖνοι μὲν ὡς νήπιοι ἤκουσαν κολάσεω ἐκε΄νοις νηπίοις ἁρμοζουσῶν, ἡμεῖς δὲ ὡς τέλειοι τὴν ἡλικίαν ἀκούομεν κολάσεων χαλεπωτέρων. μοιχὸς εἰ τότε γεγένηται ὴ μοιχαλίς, ἡ ἀπειλὴ οὐ γέεννα, οὐ πῦρ αἰώνιον, ἀλλά· λίθοις λιθοβοληθήσεται· »λιθοβολείτω τω αὐτὸν πᾶσα ἡ συναγωγή«. ἐρεῖ ἀπελθὼν ὁ ἐν τούτοις εὑρεθεὶς μοιχός, ἡ ἐν τούτοις εὑρεθεῖσα μοιχαλίς· εἴθε καὶ ἐπ᾿ ἐμοῦ ὁ λόγος ἐρεῖ, ὁ λαὸς λίθοις με ἔβαλλε καὶ μὴ τετηρημένος ἤμην εἰς τὸ αἰώνιον πῦρ. »ἔνοχος« γὰρ »εἰς τὴν γέενναν τοῦ πυρὸς« οὐ μόνον ὁ μοιχός, ἀλλὰ καὶ ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ »μωρέ«. εἰ δὲ ὁ εἰπὼν τῲ ἀδελφῷ αὐτοῦ »μωρέ«, »ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός«, ὁ μοιχὸς τίνι ἔνοχος ἔσται; μεῖζόν τι ζητῶ κολαστήριον τῆς γεέννης τοῦ πυρός. καὶ τάχα εἴποιμι ἂν ὅτι ἡ γέεννα τῶν ἀπουσίων, τῶν δυναμένων καθαρθῆναί ἐστιν. ὤσπερ δὲ ἐπὶ τῶν ἀγαθῶν, τῶν δικαίων, »ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν«, οὕτως ἃ ἡτοίμασε τοῖς ἁμαρτωλοῖς τῷ πορνεύειν, τῷ μοιχεύειν, »ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη«. εἰ γὰρ ἀνάβη ἐπὶ τὴν καρδίαν ᾧ ἔνοχος γίνεται ὁ εἰπὼν τῷ ἀδελφῷ αὐτοῦ· »μωρέ«, δῆλον ὅτι μεῖζόν ἐστι τοῦ ἀναβαίνοντος ἐπὶ καρδίαν τὸ ἡτοιμασμένον τοῖς τὰ χείρονα ἡμαρτηκόσιν. οὐ σύναμαι δὲ νοῆσαι μεῖζόν τι γεέννης, ἀλλὰ μόνον πιστεύω ὅτι μεῖζόν τι ἔστι γεέννης, τὸ ἡτοιμασμένον τοῖς μοιχεύουσιν. Οὕτως ἔρχομαι καὶ ἐπὶ τὰς λοιπὰς τὰς κατὰ τὸν νόμον καλάσεις, καὶ λαμβάνω λέξιν ἀποστολικὴν συνᾴδουσαν τούτοις καὶ σιωπήσασάν μου τὴν κόλασιν ἐὰν ἁμάρτω, ἐπειδὴ οὐ θέλω τὸ »ἠπάτησάς με κύριε, καὶ ἠπατήθην« παραδεξάμενος ἀπατηθῆναι καλῶς. τί δὲ λέγει ὁ ἀπόστολος; »ἀθετήσας τις νόμον Μωσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶ καὶ τρισὶ μάρτυσιν ἀποθνῄσκει· πόσῳ σοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας«; ὀνόμασον, ὦ Παῦλε, τὴν τιμωρίαν· εἶπον αὐτήν. ἀλλ᾿ οὐ λέγω αὐτήν, φησί· μεῖζόν ἐστι τῶν λεγομένων τὸ τῆς κολάσεως τῶν ἐν εὐαγγελίῳ ἁμαρτανόντων, μεῖζον τῶν ἀκουομένον, μεῖζον τῶν νοουμένων. διὰ τοῦτο εἰσήχθη ὡς παιδίον ὁ προφήτης, ἀκούσας καὶ φοβηθεὶς καὶ παιδευθεὶς καὶ μετἂ τοῦτο τελειωθεὶς λέγων· »ἠπάτησάς με κύριε, καὶ ἠπατήθην«. καὶ σὺ ὅσον εἶ παιδίον, φοβήθητι τὰς , ἵνα μὴ πάθῃς τὰ ὑπὲρ [*](3 Vgl. Eph. 4, 13. — 4 Vgl. Deut. 22, 24? — 4 Lev. 24, 14. — 9 ff. Vgl. Matth. 5, 22. — 14. 17 I Kor 2, 9. — 18 Vgl. Matth. 5, 22. — 27 hebr. 10, 28. 29.) [*](8 ἐρεῖ] ἥρμοζε? Blass | τετηρημένος V Co τετιρημένος S | 16 ἃ Ru | τῷ 1 u. 2 Gh τὸ S | 17 γὰρ] + μόλις? Blass |19 ἡτοιμασμένον] vgl. Z. 21 ἡμαρτημένον S | 27 μωϋσέως S.)
176
τὸς ἀπειλάς, τὰς κολάσεις τὰς αἰωνίους, τὸ ἄσβεστον πῦρ, ἢ τάχα τι τούτου μεῖζον τὸ ἀποκείμενον τοῖς παρὰ τὸν ὀρθὸν λόγον ἐπὶ πλεῖον βεβιωκόσιν. ὧν πάντων μηδαμῶς πειραθείημεν, ἀλλὰ ἐν Χριστῷ Ἰησοῦ τελειούμενοι δικαιωθείημεν ἀξίως τῶν ἑορτῶν τῶν ἐπουρανίων καὶ τοῦ πάσχα τοῦ ἐκεῖ ἐπὶ τὴν ἀναγωγὴν ἐν χριστῷ Ἰησοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.