In Jeremiam (Homiliae 12-20)

Origen

Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

»Ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ«; ἐὰν ἴδῃς μοι τοὺς πανταχοῦ μάρτυρας δικαζομένους καὶ καθ᾿ ἑκάστην ἐκκλησίαν παρισταμένους τοῖς δικασταῖς, ὄψει τίνα τρόπον Ἰησοῦς Χριστὸς ἐν ἑκάστῳ τῶν μαρτύρων δικάζεται· αὐτὸς γάρ ἐστιν ὁ ἐν τοῖς μαρτυροῦσι τῇ ἀληθείᾳ δικαζόμενος. καὶ τοῦτο πεισθήσῃ παραδέξασθαι βλέπων ὅτι οὐ σέ φησιν εἶναι ἐν φυλακῇ ὅταν σὺ ᾖς ἐν φυλακῇ, ἀλλ᾿ ἑαυτόν, οὐ σὲ πεινῶντα ὅταν σὺ πεινᾷς, ἀλλ᾿ ἑαυτόν, οὐ σὲ διψῶντα, ἀλλ᾿ ἑαυτόν. »ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. ἐπείνων καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψων καὶ ἐπο- τίσατέ με«. οὐκοῦν κἂν δικάζηται Χριστιανὸς οὐ δι᾿ ἄλλο τι, οὐ διὰ τὰς ἰδίας ἁμαρτίας, ἀλλ᾿ ὅτι Χριστιανός ἐστι, Χριστός ἐστιν ὁ δικαζόμενος. ἐν πάσῃ οὖν τῇ γῇ δικάζεται Χριστὸς Ἰησοῦς· καὶ ὁσάκις οὖν Χριστιανὸς δικάζεται, Χριστός ἐστιν ὁ δικαζόμενος· οὐ [*](3ff. Psal. 29, 10. — 8 Micha 7, 1. 2. — 9 Vgl. Joh. 12, 27. — 10 Vgl. Matth. 26, 38 Mark. 14, 34. — 10/11 Vgl. Joh. 1, 1—3. — 13 Vgl. z. B. de princ. II, 2 (Lo 21, 187f.), in Matth. 25, 14 (Lo 4, 360) u. ö. — 20ff. Vgl. de or. 11, 2 (Orig. II, 322, 22ff.). — 21ff. Matth. 25, 36. 35.) [*](1 καταβέβηκα] 〈 Η | 2 αὐτῶν] his omnibus H | 5/6 τὸ—σωτῆρος] hoc quod in Jeremia H | 7 ᾗ nach S. 128, 11 u. H: juxta id quod H ὁ S | 8 ᾗ (auch Lo) nach H: juxta id quod ἢ S | τῷ] alio H | οἴμοι] + inquit H | 10 περίλυπος] Co περίλοιπος S + usque ad mortem H | ὁ δὲ] non H | 11 οὐ] numquam moeret, numquam H | οὐκ ἂν λέγοι] numquam dixit H | 14 ἐν] 〈 Η | 15 μοι] 〈 Η | 16 καὶ Blass nach H: et | 18 μαρτυροῦσι Blass Koetschau nach H: perhibentibus veritati testimo- nium | 19 πεισθήσῃ παραδέξασαι] fideliter suscipies H | 20/21 ἀλλ᾿ ἑαυτόν1 u. 2] 〈 H | 21 φυλακῇ] + inquit H | 23 με Lo me H | 25 Χριστός] 〈 H | 25/26 καὶ — δικάζεται] quotiescumque is addicitur qui pro eo condemnatur H.)

113
μόνον ἐπὶ τούτων τῶν δικαστηρίων, ἀλλὰ φέρε συκοφαντεῖσθαι Χριστιανὸν [ἃ δεῖ] περί τινος ἐγκαλούμενον, καὶ τότε Χριστὸς ἀδίκως δικάζεται.

»Ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;«

καὶ ἔτι δὲ οὕτως νοήσεις, πῶς »δικάζεται καὶ διακρίνεται ἐν πάσῃ τῇ γῇ«. τίς οὖν οὐ δικάζει τὸν Χριστιανὸν λόγον; τίς τῶν ἐθνῶν κἂν ἁπλῶς οὐκ ἐξετάζει αὐτόν; τίς οὐ λέγει τῶν Ἰουδαίων τὰ περὶ Χριστιανῶν; τίς τῶν Ἑλλήνων; τίς τῶν φιλοσόφων; τίς τῶν ἰδιωτῶν; [καὶ ἔτι δὲ οὕτως νοήσεις, πῶς »δικάζεται καὶ διακρίνετει ἐν πάσῃ τῇ γῇ«.] πανταχοῦ Ἰησοῦς δικάζεται καὶ κρίνεται· καὶ ὑφ᾿ ὧν μὲν καταδικάζεται, ὑφ᾿ ὧν δὲ οὐ καταδικάζεται. ἐὰν μὴ καταδικάζηται, παράδεκτος γίνεται· ἀνοίγεις αὐτῷ τὰς θυρίδας, εἰσέρχεται πρός σε· πιστεύεις εἰς αὐτόν, δειπνεῖ μετὰ σοῦ. ἐὰν δὲ μὴ παραδέξῃ περὶ Χριστιανισμοῦ ἀκούων, οὐδὲν ἄλλο πεποίηκας ἢ κατεδίκασας τὸν Ἰησοῦν ὡς ψευδόμενον, ὡς πλανήσαντα τοὺς ἀνθρώπους, ὡς οὐκ ἀληθεύοντα, διὰ τοῦ μὴ πεπιστευκέναι τῷ λόγῳ ᾧ διδάσκει. »ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;« ὅσοι μὲν τέλεον ἀπιστοῦσι, καταδικάζουσιν αὐτόν· ὅσοι δὲ οὐκ ἀπιστοῦσιν ἀλλὰ ἀμφιβάλλουσι περὶ αὐτοῦ, διακρίνονται περὶ αὐτοῦ. δύο πάσχει ὁ Ἰησοῦς ἐν ἀνθρώποις· ὑπὸ μὲν τῶν ἀπίστων καταδικάζεται, ὑπὸ δὲ τῶν διψύχων διακρίνεται. ἐὰν φορέσῃς »τὴν εἰκόνα τοῦ ἐπουρανίου« ἀποθέμενος »τὴν εἰκόνα τοῦ χοϊκοῦ«, οὐκ εἶ γῆ καταδικάζουσα αὐτόν, οὐδὲ εἶ γῆ ἐν ᾗ καταδικάζεται, οὐκέτι γῆ εἶ διακρίνουσα αὐτόν.

»Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με«. ὁ ἀπόστολος λέγει περὶ τοῦ σωτῆρος ὅτι »ἐσταυρώθη ἐξ ἀσθενείας«. καὶ ὁ προφήτης δὲ παραπλήσια τούτοις λέγει ἐν τῷ »κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν [*](6ff. Vgl. Hier. Comm. 946: Quis enim philosophorum, quis gentilium, quis haereticorum non judicat Christum . . . ? — 12f. Vgl. Apok. 3, 20. — 21 Vgl. Jak. 1, 6. 8. — 22 Vgl. I Kor. 15, 49. — 26 II Kor. 13, 4. — 27 Jes. 53, 1—5.) [*](2 ἃ—ἐγκαλούμενον] ab aliquo et provocatur ad litem H | 4 ἐν] 〈 Η | 5/6 καὶ—γῇ] an dieser Stelle Hu nach H | 5 δικάζεται] + Jesus Christus H | 6 οὖν] improborum H, besser | 8 τίς τῶν Ἑλλήνων] 〈 H | 9/10 καὶ—γῇ] streicht Hu nach H (vgl. zu Z. 5/6) | 10 Ἰησοῦς] Christus H | 11 ἐὰν] + autem H | 13 δειπνεῖ μετὰ σοῦ nach H: vescitur tecum | 15 ὡς nach H: ut | 16/17 οὐκ—διδάσκει] in errorem mundum detrahentem H | 18 ἐν] 〈 Η | ἀπιστοῦσι] ei non credunt H | 19 ἀλλὰ] et (l. sed) adhuc H | περὶ αὐτοῦ] 〈 Η | 20 δύο] + igitur H | 23 εἶ Co εἰ S | 23/24 οὐδὲ—αὐτόν] neque terra in qua judicatur atque discernitur H | 24 εἶ] εἴη S | 28 κυρίου] tuum H.)

114
ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ· εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. ἄνθρωπος ἐν πληγῇ ὢν καὶ ἐν πόνῳ καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ ἀπὸ ἀτιμίας, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. οὗτος τὰς ἀνομίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμενθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ καὶ ἐν κακώσει. αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας Ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾿ αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν«. οὐκοῦν ἀνέλαβε τὴν ἀσθένειαν τῶν ἁμαρτημάτων ἡμῶν καὶ ἐφόρεσεν ἡμᾶς καὶ ἦλθε πρὸς τοὺς καταρωμένους αὐτόν, καὶ ἡ ἰσχὺς αὐτοῦ ἐξέλιπεν ἀπὸ τῶν καταρωμένων ἀπ᾿ οὐρανῶν καταβαίνοντος. ἅμα γὰρ ἀνέλαβε τὴν τοῦ δούλου μορφὴν καὶ ἑαυτὸν ἐκένωσεν, ὡς ὁ ἀπόστολος εἶπεν ὅτι »ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών«. »ἐξέλιπεν« οὖν φησιν »ἡ ἰσχύς μου ἐν τοῖς καταρωένοις με«.

Ἴδωμεν εἰ αὐτοῦ διδόντος τοῦ λόγου δυνάμεθα καὶ ἄλλο σαφέστερόν τι παρὰ τὰ εἰρημένα εἰπεῖν λόγου δυνάμεθα καὶ ἄλλο σαφέστερόν τι παρὰ τὸ εἰρημένα εἰπεῖν εἰς τὸ »ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με«. »ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«. »τὸ φῶς τὸ ἀληθινὸν« ὁ υἱός ἐστι τοῦ θεοῦ, »ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«. καὶ ὅς ἐστι λογικός, μετέχει τοῦ ἀληθινοῦ φωτός, λογικὸς δέ ἐστι πᾶς ἄνθρωπος. τῶν οὖν μετεχόντων λόγου πάντων ἀνθρώπων ἐν τισὶ μὲν ἡ ἰσχὺς τοῦ λόγου ηὔξησεν, ἐν τισὶ δὲ ἐκλείπει. ἐὰν μὲν ἴδῃς ψυχὴν ἐμπαθῆ καὶ ἁμαρτωλόν, ὄψει ἐκεῖ τὴν ἰσχὺν τοῦ λόγου ἐπιλείπουσαν· ἐὰν δὲ ἴδῃς ψυχὴν ἁγίαν καὶ δικαίαν, ὄψει τὴν ἰσχὺν τοῦ λόγου ὁσημέραι καρποφοροῦσαν, καὶ τὸ εἰρημένον περὶ Ἰησοῦ ἐφαρμόσεις τοῖς δικαίοις. οὐ γὰρ καθ᾿ αὑτὸν μόνον »ὁ Ἰησοῦς προέκοπτεν ἐν τῇ σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις«, ἀλλὰ καὶ ἐν ἑκάστῳ τῶν τὴν προκοπὴν ἐν σοφίᾳ ἡλικίᾳ καὶ χάριτι παραδεχομένων προκόπτει »Ἰησοῦς ἐν σοφίᾳ ἡλικίᾳ [*](14 Phil. 2, 7. — 18ff. Joh. 1, 9. — 27. 30 Luk. 2, 52.) [*](1 διψώσῃ] + Non est species ei neque gloria H wahrscheinlich richtig | 2 ἄτιμον] + et H | 4 καὶ| 〈 Η | ὅτι nach LXX u. H: quia ὅτε S | 5 ἀπὸ ἀτιμίας] 〈 LXX H | ἀνομίας] peccata H (= ἁμαρτίας) | 7 πόνῳ] doloribus H | 8 διὰ τὰς ἀνομίας ἡμῶν] 〈 Η | ἁμαρτίας] iniquitates H (= ἀνομίας w. e. sch.) | 13 καὶ] Verbum caro factum H | 16 ἴδωμεν] + autem H | 17/18 εἰς—με] 〈 H | 19—21 τὸ — κόσμον nach H: Lux vera Filius est Dei, quae illuminat omnem hominem venientem in mundum | 21 καὶ] 〈 Η | 24 μὲν] δὲ S 〈 H | 26 καρποφοροῦσαν] proficiat et crescat in ea H (vgl. Kol. 1, 10) | 27 ἐφαρμόσεις nach H: aptabis ἐφαρμόσει S | τοῖς δικαίοις] ei H | 28 ἐν] 〈 Η | 29 ἐν σοφίᾷ] sapientia H.)

115
καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις«. λέγει οὖν ὁ λόγος, ὁ υἱὸς τοῦ θεοῦ, ὁ ὢν ἐν τῷ εἰπόντι »οἴμοι ἐγώ, μῆτερ« καὶ τὰ ἑξῆς, ὅτι »ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με«. ὅς ἂν καταράσηται τῷ λόγῳ, οὗτος εὐθέως λαμβάνει τὴν κολασιν ἐπὶ τῷ καταράσασθαι τῷ λόγῳ, ἐπὶ τῷ μέμψασθαι τῇ διδασκαλίᾳ Ἰησοῦ· ἡ γὰρ ἰσχὺς τοῦ Ἰησοῦ ἐκλείπει ἐν τῷ τοιούτῳ, καὶ οὐκ ἔστιν ἰσχὺς λόγου ἐν αὐτῷ. ὡς πάλιν ἐκ τοῦ ἐναντίου, ἐὰν εὐλογήσῃς Ἰησοῦν καὶ παραδέξῃ αὐτόν, ἡ ἰσχὺς αὐτοῦ τὸ ἐναντίον πάσχει οὗ πέπονθεν ἐν τοῖς παραδέξῃ αὐτόν, αὐτόν· ὡς γὰρ ἐκεῖ ἐξέλιπεν ἐν τοῖς καταρωμένοις, οὕτως ἐνταῦθα αὔξει ἐν τοῖς εὐλογοῦσι.

»Γένοιτο, κύριε, κατευθυνάντων αὐτῶν· εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν«. τί »γένοιτο, κύριε«; ὁ δυνάμενος ἀφ᾿ ἑαυτοῦ συναγαγέτω τὸ τοιοῦτον. [τὸ γένοιτο] »δέσποτα κύριε, κατευθυνάντων αὐτῶν« γένοιτο ἰσχὺς ἐκλείπουσα ἐν τοῖς καταρωμένοις, ὅταν μετανοήσαντες μετὰ τὸ κακῶς με εἰπεῖν τραπῶσι τὴν εὐθεῖαν καὶ αὐτὴν ὁδεύσωσι. »γένοιτο, δέσποτα, κατευθυνάντων αὐτῶν· εἰ μὴ παρέστην σοι«. εἶτα δικαιογεῖται περὶ τῶν κακολογούντων αὐτὸν λέγων· »εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν«. παρέστη τῷ πατρὶ > ἱλασμὸς ὢν περὶ τῶν ἁμαρτιῶν ἡμῶν< καὶ παρεκάλεσε περὶ αὐτῶν ἐν αὐτῷ τῷ καιρῷ τῶν κακῶν ἡμῶν. οὐδὲ γὰρ παρέστη μετὰ τὸν καιρὸν τῶν κακῶν ἡμῶν, ἀλλ᾿ > ἔτι ὄντων ἁμαρτωλῶν ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν< »εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν, ἐν καιρῷ τῶν θλίψεων αὐτῶν, εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν«. καὶ ἐν τῷ καιρῷ τῆς θλίψεως αὐτῶν, φησί, τῆς πρὸς τὸν ἐχθρὸν ἐγὼ παρέστην σοι ὑπὲρ αὐτῶν. τίς δὲ ὁ ἐχθρὸς ἤ »ὁ ἀντίδικος ἡμῶν διάβολος«, ὅς ἔθλιψεν ἡμᾶς; καὶ σαφῶς ἐν τῷ καιρῷ τῆς ἔχθρας ἐκείνου τῆς κατὰ τῶν ἀνθρώπων παρέστη τῷ πατρὶ ὁ σωτὴρ ἡμῶν καὶ ἐδεήθη περὶ τῆς ἡμετέρας [*](19 Vgl. I Joh. 2, 2. — 21 Vgl. Röm. 5, 6. — 26 I petr. 5, 8.) [*](2 θεοῦ] + qui erat Deus Verbum H | ὁ Lietzmann | ἑξῆς] + juxta naturam majestatis suae H | 4/5 ἐπὶ—Ἰησοῦ] 〈H | 8 αὐτοῦ nach H: ejus | οὖ Blass quam H ὅ S | 11 παρέστην Co astiti (od. astitit) H πάρεστί S (so auch LXX codd. 62 144, doch vgl. Z. 19. 21 f. 25) | 12—16 Hierzu Fragm. 51 in C: Τί—ἰσχύος| 12/13 ὁ—γένοιτο] qui potest ex ipso sermone consideret H | 13 δέσποτα κύριε] Domine H | 15 μετανοήσαντες C ad poenitentiam conversi H | 17 περὶ Blass Koeteschau quare H παρὰ S | 17. 18 παρέστην Co astiti H πάρεστί S vgl. zu Z. 11 | 18 αὐτὸν] + postulet directionem atque virtutem H | 19 περὶ Scorr. παρὰ S* | 20 περὶ αὐτῶν] eum H | 21 ἔτι ὄντων nach H: cum adhuc essemus αἴτιον τῶν S | 22 ἡμῶν1] + Jesus H | 23/24 ἐν2—ἐχθρόν] 〈 Η | 25 φησί—ἐχθρὸν] exsurgat inimicus H | 26/27 καὶ—ἀνθρώπων] et jugo servitutis premebat; adversum quem H.)

116
αἰχμαλωσίας, ἵνα λυτρωθῶμεν καὶ ῥυσθῶμεν ἀπὸ τοῦ ἐχθροῦ. ταῦτα μὲν ὁ σωτὴρ ἢ ὁ προφήτης εἰρηκέτω· καὶ γὰρ ὁ προφήτης δύναται τὰ τοιαῦτα εἰρηκέναι καὶ ηὖχθαι περὶ τοῦ λαοῦ ἐν τῷ »καιρῷ τῶν κακῶν αὐτῶν«.

Ἐπὶ τούτοις [τί] ἀποκρίνεται ὁ θεὸς πρὸς τὸν λαὸν τὸν κατηγορηθέντα ὑπὸ τοῦ προφήτου ἢ ὑπὸ τοῦ Χριστοῦ καὶ ταῦτα λέγει πρὸς αὐτόν· »σίδηρος καὶ περιβόλαιον χαλκοῦν ἡ ἰσχύς σου«, σκληρά, ἀνένδοτος, οὐκ ἐλαυνομένη. »σίδηρος καὶ περιβόλαιον χαλκοῦν ἡ ἰσχύς σου«, οἷον τμητική τις καὶ διαιροῦσα ἡ ἰσχύς σου, οὐκ ἐπ᾿ ἀγαθῷ οὖσα ἰσχύς. »καὶ θησαυρούς σου εἰς προνομὴν δώσω, ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου«. τίνας »θησαυροὺς« τῶν ἁμαρτανόντων δίδωσιν »εἰς προνομὴν« ὁ θεός, καὶ δίδωσιν αὐτοὺς »ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας« αὐτῶν; πότερόν ποτε τοὺς ἐπὶ γῆς θησαυριζομένους αὑτοῖς; ἕκαστος γὰρ τῶν ἀνθρώπων θησαυρίζει· εἰ μὲν φαῦλός ἐστιν, ἐπὶ γῆς, εἰ δὲ ἀστεῖος, ἐν οὐρανῷ, ὡς ἐδιδάχθημεν ἀπὸ τοῦ εὐαγγελίου. ἢ λέγει τῷ λαῷ ἐκείνῳ, ὅτι μέλλω διὰ τὰ ἁμαρτήματά σου τοὺς θησαυρούς σου διδόναι εἰς προνομήν; ποῖοι θησαυροὶ ἐκείνου τοῦ λαοῦ ἐδόθησαν εἰς προνομήν; ἴδε εἷς τῶν θησαυρῶν Ἱερεμίας, ἄλλος θησαυρὸς Ἡσαΐας, θησαυρὸς ἦν καὶ Μωσῆς. τούτους τοὺς θησαυροὺς ἔλαβεν ὁ θεὸς ἀπ᾿ ἐκείνου τοῦ λαοῦ καὶ διὰ Χριστοῦ, εἰπόντος· »ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«, ἔδωκεν ἡμῖν.

»Δώσω« οὖν »διὰ τὰς ἁμαρτίας σου τοὺς θησαυρούς σου εἰς προνομήν«. καὶ ἔδωκεν τοὺς θησαυροὺς τοῦ λαοῦ ἐκείνου ἡμῖν· >πρῶτοι γὰρ ἐκείνοι ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ>, εἶτα μετ᾿ ἐκείνους ἡμεῖς ἐπιστεύθημεν, ἀρθέντων τῶν λογίων τοῦ θεοῦ ἐπ᾿ ἐκείνων καὶ δοθέντων ἡμῖν. καὶ λέγομεν τὸ »ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία [*](2ff. Vgl. Hier. Comm. 947: Sed et Jeremiam saepe deprehendimus in hoc volumine rogasse pro populo. — 15 Vgl. Matth. 6, 19. 20. — 21 Maatth. 21, 43. — 25 Vgl. Röm. 3, 2. — 28ff. Matth. 21, 43. Vgl. c. Cels. 4, 42 (Orig. I, 315, 17ff.): ὁ δ᾿ Ἰησοῦς τὸ »ἀρθήσεται . . . .« Ἰουδαίοις λέγων τί ἄλλο ᾠκονόμει ἢ εἰς φῶς αὐτὸς θείᾳ δυνάμει προαγαγεῖν πᾶσαν τὴν Ἰουδαϊκὴν γραφὴν, περιέχουσαν μυστήρια τῆς τοῦ θεοῦ βασιλέιας;) [*](2 ἢ ὁ προφήτης] prophetice H | 3 καὶ ηὖχθαι] 〈 Η | 5—10 Hierzu Fragm. 52 in C: Ταῦτα—φθαρτικοῦ | 5 ἐπὶ τούτοις Hu Super quem H ἔτι τούτοις S | τί]〈H | 6 Χριστοῦ] Salvatore H | 8/9 σίδηρος—σου nach H: Ferrum et opertorium aereum virtus tua | 9 ἡ ἰσχύς σοῦ2] et bene composita disturbans Η | 9/10 οὐχ—ἰσχύς] in malo dicta nunc virtus H | 10 ἀντάλαγμα S* ἀντάλλαγμα S1 | 10—S. 117, 10 Hierzu Fragm. 53 in C: Οἱ—τούτου | 10/11 δώσω—σου] 〈 Η | 11 διὰ Co LXX | 14 αὑτοῖς Diels αὐτοῖς S | θησαυρίζει] thesaurizat sibi H | 15 ἀστεῖος] justus H | 16—18 ἢ— —προνομήν] an quod dicit istiusmodi est H | 20 Μωσῆς] + et reliqui H | 25 καὶ] 〈H | ἔδωκεν] Dedit . . . . Dominus H | πρῶτοι SC primum H | 27/28 ἀρθέντων—ἡμῖν] 〈H.)

117
τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς« εἰρῆσθαι ὑπὸ τοῦ σωτῆρος καὶ πεπληρῶσθαι. οὐχ ὅτι ἤρθη ἀπ᾿ αὐτῶν ἡ γραφή, ἀλλὰ νῦν οὐκέτι ἔχυσι τὸν νόμον καὶ τοὺς προφήτας τῷ μὴ θεωρεῖν τὸν ἐν αὐτοῖς νοῦν. ἔχουσι γὰρ τὰ βιβλία, ἀλλὰ πῶς ἤρθη ἀπ᾿ αὐτῶν ἡ βασιλεία τοῦ θεοῦ; ὁ νοῦς τῶν γραφῶν ἤρθη ἀπ᾿ αὐτῶν. οὐκέτι σῴζεται διήγησις παρ᾿ αὐτοῖς νομικὴ ἢ προφηδιὰ τὴν Χριστοῦ ἐπιδημίαν τὸ »εἶπον τῷ λαῷ ἐκείνῳ· ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου«. πεπλήρωται καὶ τὸ εἰρημένον ὑπὸ τοῦ Ἡσαΐου ὅτι »ἀφελεῖ κύριος ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ τῆς Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, γίγαντα καὶ πολεμιστὴν ἄνθρωπον, σικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατην«. ταῦτα πάντα ἀφεῖλεν ὁ θεὸς ἀπ᾿ ἐκείνων καὶ ἔδωκεν, ἐάν γε ἡμεῖς δεξώμεθα, ἡμῖν τοῖς ἀπὸ τῶν ἐθνῶν. ταῦτα διὰ τὸ »καὶ τοὺς θησαυρούς σου εἰς ἁρονομὴν δώσω«.

»Ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου καὶ ἐν πᾶσι τοῖς ὁρίοις σου«. ὡσεὶ ἔλεγε· διὰ τὰς ἁμαρτίας σου τὰς ἐπὶ πάντα τὰ ὅριά σου ἐφθακυίας· οὐδὲν γὰρ ὅριον ἐκείνου τοῦ λαοῦ ἐστιν, ὅ ἁμαρτίας οὐ πεπλήρωται. καὶ πῶς πᾶν ὅριον αὐτῶν οὐκ ἔμελλεν ἁμαρτίας πληροῦσθαι [ἐπ᾿ αὐτοῖς], τὸ ὅσον ἐπ᾿ αὐτοῖς ἀποκτεινάντων δικαιοσύνην, εἰ Χριστὸς δικαιοσύνη, ἀποκτεινάντων [τὴν] σοφίαν, εἰ Χριστὸς σοφία, ἀποκτεινάντων ἀλήθειαν, εἰ Χριστὸς ἀλήθεια; διὰ γὰρ τοῦ καταδεδικακέναι τὴν ἐπὶ θανάτῳ τὸν υἱὸν τοῦ θεοῦ ταῦτα πάντα ἀπέβαλον καὶ ἀπώλεσαν. καὶ ἀναστάς μου ὁ κύριος Ἰησοῦς ἐν νεκρῶν οὐκέτι ἐφάνη τοῖς ἀποκτείνασιν αὐτόν· οὐ γὰρ ἔχομεν ἐν τῇ ἱστορίᾳ ὅτι ἐφάνη τοῖς ἀποκτείνασιν αὐτόν, ἀλλὰ μόνοις τοῖς πιστεύουσιν ἐφάνη ἀναστὰς ἀπὸ τῶν νεκρῶν.