In Jeremiam (Homiliae 12-20)
Origen
Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
Οἱ ἰατροὶ τῶν σωμάτων παρὰ τοὺς κάμνοντας γινόμενοι καὶ ἀεὶ τῇ θεραπείᾳ τῶν καμνόντων ἑαυτοὺς ἐπιδιδόντες κατὰ τὸ βούλημα τῆς τέχνης τῆς ἰατρικῆς ὁρῶσι δεινὰ καὶ θιγγάνουσιν ἀηδῶν , Ε; ἐπ ἀλλοτρίαις συμφοραῖς καρποῦνται ἰδίας λύπας, καὶ ἔστιν ἀεὶ ὁ βίος αὐτῶν ἐν περιστάσει. οὐδέποτε γάρ εἰσι μετὰ ὑγιαινόντων , ἀλλ’ ἀεὶ μετὰ τῶν τραυματιῶν, μετὰ τῶν νομὰς ἐχόντων, μετὰ τῶν πεπληρωμένων πύων, πυρετῶν, νόσων ποικίλων. καὶ εἰ βούλεταί τις στείλασθαι τὴν ἰατρικήν, οὐκ ἀγανακτήσει οὐδ’ ἀμελήσει τοῦ βουλήματος τῆς τέχνης ἧς ἀνείληφεν, ἐπὰν ᾖ μετὰ τῶν τοιούτων ὡς προειρήκαμεν.
Τοῦτο δέ μοι τὸ προοίμιον λέλεκται διὰ τὸ καὶ τοὺς προφήτας οἷον εἶναι ἰατροὺς ψυχῶν καὶ ἀεὶ προσδιατρίβειν ὅπου οἱ δεόμενοι θεραπείας· »οὐ« γὰρ »χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλ’ οἰ κακῶς ἔχοντες«. ὅπερ δὲ πάσχουσιν ὑπὸ τῶν ἀκολάστων καμνόντων ἰατροί, τοῦτο πάσχουσι καὶ οἱ προφῆται καὶ οἱ διδάσκαλοι ὑπὸ τῶν οὐ βουλομένων θεραπεύεσθαι. ἐκεῖθεν γὰρ μισοῦνται, ὡς διατασσόμενοι παρὰ τὴν προαίρεσιν τῆς ἐπιθυμίας τῶν καμνόντων , ὡς κωλύοντες τρυφᾶν καὶ ἥδεσθαι τοὺς καὶ έν νόσοις βουλομένους μὴ τά ἄξια τῶν νόσων λαμβάνειν. φεύγουσιν οὖν οἱ ἀκόλαστοι τῶν καμνόντων ἰατρούς, πολλάκις αὐτοῖς καὶ λοιδορούμενοι καὶ κακολογοῦντες αὐτοὺς καὶ πᾶν ὁτιποτοῦν ποιοῦντες ὃ ποιήσειεν ἂν ἐχθρὸς ἐχθρῷ. ἐπιλανθάνονται γὰρ οὑτοι ὅτι ὡς φίλοι προσέρχονται, ἀφορῶντες εἰς τὸ [*](4 ff. Vgl. ’ περὶ φυσῶν Ι, 569 Κ = ὁ . . ἰητρὸς ὁρέει τά δεινὰ θιγγάνει τε ἀηδέων καὶ ἐπ’ ἀλλοτρίῃσιν ξυμφορῇσιν ἰδίας καρποῦται λύπας; u. c Cels. 4, 15 (Orig. Ι, 285, 8 ff.): τὸν ἰατρὸς ὁρῶντα δεινὰ καὶ θιγγάνοντα ἀηδῶν, ἵνα τοὺς κάμνοντας ἐάσηται . . . . . καίτοι γε ὁ ἰατρὸς δρῶν τὰ δεινὰ καὶ θιγγάνων τῶν ἀηδῶν οὐ πάντως ἐκφεύγει τὸ τοῖς αὐτοῖς δύνασθαι περιπεσεῖν. — 15 Luk. 5, 31.) [*](1/2 διὰ — κύριος] < Η | μῆτερ] μήτηρ S, so meist in Hom. 14 | 3 ΧΙ Η | 4 — S. 109, 15 Hierzu Fragm. 50 in C: Ἐοίκασιν — τόκῳ | 6 δεινὰ C Hippokr., c. Cels. tristia Η τινὰ S | καὶ Blass Koetschau nach Hippokr. u. H: et | 7 καὶ ἔστιν ἀεὶ] semper enim . . . est Η | 8 περιστάσει] + semper in curis Η | 9 τραυματιῶν Ru nach H: vulneratis τραυμάτων S | 12 ὡς] quos (= ὧν) Η wohl besser | 14 ἀεὶ προσδιατρίβειν] illuc semper ire jubentur H | 16 ὑπὸ Blass α Η ὑπὲρ S | ἀκολάστων nach Η: litxuriosis, Ζ. 21 und S. 108, 2 ἀκολάστως S | 19 τὴν προαίρεσιν τῆς ἐπιθυμίας] desideria Η | 23 ποιήσειεν Hu ποιήσαιεν S | 24 φίλοι] inimici Η [sic].)
Ὁ λαὸς τοίνυν ἐκεῖνος ἔκαμνε, ποικίλαι νόσοι ἡσαν ἐν τῷ λαῷ τῷ χρηματίσαντι τοῦ θεοῦ. ἔπεμπεν αὐτοῖς ἰατροὺς ὁ θεὸς τοὺς προφήτας. εἷς τῶν ἰατρῶν καὶ Ἱερεμίας ἠν· ἤλεγχε τοὺς ἁμαροτάνοντας, ἐπιστρέφειν βουλόμενος τοὺς κακῶς πράττοντας. οἱ δὲ δέον ἀΚούειν τῶν λεγομένων, κατηγόρουν τοῦ προφήτου καὶ κατηγόρουν ἐπὶ δικαστῶν παραπλησίων ἑαυτοῖς. καὶ ἀεὶ ἐν δίκαις ἠν ὁ προφήτης ὑπὸ τῶν ὅσον ἐπὶ τῇ προφητείᾳ αὐτοῦ θεραπευθέντων, διὰ δὲ τὴν ἰδίαν ἀπείθειαν μὴ θεραπευομένων. ἐπὶ τούτοις ὁτὲ μὲν λέγει· »καὶ εἶπα· οὐ μὴ λαλήσω οὐδὲ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου. καὶ ἐγένετο ὡς πῦρ καιόμενον φλέγον ἐν τοῖς ὁστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν«. ὁτὲ δέ φησιν, ὁρῶν ἑαυτὸν ἀεὶ δικαζόμενον, λοιδορούμενον, ἐγκαλούμενον, ψευδομαρτυρούμενον· »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες;« ἔλεγεν »ἄνδρα« οὐ δικάζοντα ἀλλὰ »δικαζόμενον«, καὶ οὐ διακρίνοντα ἀλλὰ »διακρινόμενον πάσῃ τῇ γῇ«. καὶ ἐπεὶ οἱ κάμνοντες οὐκ ἤκουον αὐτοῦ καλῶς συμβουλεύοντος καὶ ἰατρικῶς, φησίν· »οὐκ ὡφέλησα«. καὶ ἐπεὶ δανείζοντος αὐτοῦ τὰ πνευματικὰ ἀργύρια οὐκ ἐβούλοντο ἀκούειν ἐκεῖνοι οἷς ἔλεγεν, ἕνα ὠφεληθῶσιν ἐξ ὧν ἤκουσαν, φησίν· Ε;οὐδὲ ὠφείλησέ μοι οὐδείς, οὐδὲ ὡφείλησα<.
Ἀλλὰ προλαβὼν ταῦτα εἶπον, πρὶν διηγήσωμαι τὸ »οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι οὐδείς«. δισσὴ γάρ ἐστιν ἡ γραφή· ἐν μὲν γὰρ τοῖς πλείστοις ἀντιγράφοις »οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείς«, ἐν δὲ τοῖς ἀκριβεστάτοις καὶ συμφωνοῦσι τοῖς Ἑβραἱκοῖς »οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι οὐδείς«. δεῖ οὖν καὶ τὸ καθημαξευμένον καὶ φερόμενον έν ταῖς ἐκκλησίαις διηγήσασθαι καὶ τὸ ἀπὸ τῶν Ἑβραϊκῶν γραφῶν ἀδιήγητον μὴ καταλιπεῖν. ἐκήρυσσε τοίνυν [*](12 ff. Jerem. 20, 9. — ff. Vgl. S. 109, 7 ff. — 12 ff. Vgl. Hom. 15, 5.) [*](2 οὐκ — πόνον] < Η | 4 ἔκαμνε nach Η εἰ καὶ S | 4/5 ὁ — θεοῦ] igitur aegrotabat variis languoribus Η | 6 ἤλεγχε] corripiens Η | 8 καὶ κατηγόρουν] < Η | 9 δικαστῶν C judices Η δικαστοῦ S | 10 ὑπὸ τῶν C eorum perversitate ἐπὶ τῶν S | 13 καιόμενον φλέγον] ardens Η | 16 ἔλεγεν] < Η | 16/17 οὐ ἀλλὰ U. οὐ διακρίνοντα ἀλλὰ] < Η | 18 καλῶς C bene H καλὰ S | 19 φησιν Hu juxta midicinae disciplinam . . . . inquit Η ἰατρικῶι σφῆσιν S | 21 ὠφεληθῶσιν] + et fructum . . . . redderent (= καὶ ὠφελήσωσιν? Η vielleicht lichtig | ὠφείλησέ] profuit Η | 22 οὐδὲ ὠφείλησα] < Η | 23 διηγήσωμαι Ru S | τὸ] übergesch. S 1 | 24 ὠφείλησα οὐδὲ ὠφείλησέ] profui, neque profuit Η | 25 ὠφείλησα S* ὠφέλησα Scorr. | 27 κατημαξευμένον S | 28 φερόμενον] legitur | 29 ἐκήρυσσε τοίνυν] praedicavit Jeremias Η.)
Ἐπεὶ δὲ καὶ ἄλλη διήγησις ἀναγκαία διὰ τὰ ἀντίγραφα τὰ ἀκριβέστερα οὕτως ἔχοντα· »οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι οὐδείς( διηγησόμεθα καὶ οὕτως ἔχον τὸ ῥητόν. ὁ μὲν πᾶσιν ἀποδιδοὺς τὰς ὀφειλάς, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὴν τιμὴν τὴν < καὶ πᾶσι τὰ καθήκοντα ἀποδιδούς, ὡς μὴ ὀφείλειν τὰ καθήκοντα πρός τινας, τιμήσας #x003E; [*](6 Sir. 25, 9 vgl. S. 51, —8 Vgl. Rom. 1, 13? — 18 Vgl. Jes. 3, 3? — 23 Vgl. Rom. 13, 7. — 26ff. Vgl. de or. 28, 2 (Orig. II, 376, 6ff.): τὸ παραπλήσιον δὲ νοητέον έν τοῖς πρὸς τοὺς ἀδελφοὺς ὀφειλήμασι . . . . ὁ οὖν τὰ ὀφειλόμενα ἀδελφοῖς ἐπιτελεῖσθαι μὴ ποιῶν μένει ὀφειλέτης ὡν μὴ πεποίηκεν.) [*](1—3 ὠς—ἔλεγεν] ὅπερ ἂν εἴποι ἰατρὸς ἐπ᾿ ἀκολάστου νοσοῦντος, εἰκῆ προσαναλίσκων τὰ φάρμακα C | 6 ἐπεὶ] secundum illud quod alibi dicitur Η | 9 ταύτην—φησὶν nach Η: quodammodo (od. + et id) Jeremias de (od. vidcns de) Judaeis non habere sc dicit | 10 ὠφέλησεν nach H: profuit ὠφείλησεν S | μὲν δεῖ Blass δεῖ μὲν S | 11/12 καὶ—τὸ] et ego dico Η (der überhaupt hier sehr frei übersetzt) 12 οὐκ] + jjrofui, neque H | οὐδὲ εἷς] quisqiiani Η | —20 πᾶς—λεγομένων] Quicumque discipulis praedpit, si ingeniosos et ar dentis naturae liabeat auditores, quanto plus praecipit, tanto plus proficit, Ulis interrogantibus, et de eo quod dicit saepe quaerentibus, qui sit sensus in dicto, qui ordo, quac scripti voluntaw Η | 20 οὐδὲ εἷς] quisquam Η | 23 διηγησόμεθα] consideremus Η | 23/24 τὰς ὀφειλὰς omnia Η | 24/25 φόβον1—φόρον2] rectigcd vectigal, cui timorem timorem, cui tributum tributujn Η | 25 τὰ καθήκοντα] omnia Η | 26 πρός τινας] nulli Η | — S. 109, 1 τιμήσας—εἰπεῖν nach Η: rerbi gratia, honorans parentcs ut parentcs.)
Τὸ δὲ »οἴμοι μῆτερ, ὡς τίνα με ἐγέννησας ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ« οὐκ οἶμαι τοῖς ἄλλοις οὕτως ἁρμόζειν προφήταις λέγειν ὡς τῷ ῾Ιερεμίᾳ· οἱ μὲν γὰρ πολλοὶ τῶν προφητῶν μετά τινας χρόνους, μετὰ τὴν κακίαν, μετὰ τὰ ἀμαρτήματα μεταβαλόντες προφητεύειν ἤρξαντο, ῾Ιερεμίας δὲ ἐκ παίδων προφητεύει. καὶ ἔστι παράδειγμα διδόναι ἀπὸ τῶν γεγραμμένων. ῾Ησαΐας οὐκ ἤκουσε· πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε«· οὐδὲ εἶπεν· »οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι«, ἀλλ’ ὅτε εἶδε τὴν ὅρασιν τὴν ἀναγεγραμμένην ἐν τῇ προφητείᾳ αὐτοῦ, εἶδε] καὶ εἶπεν· »οἴμοι τάλας ἐγώ, ὅτι ἀκάθαρτα χείλη ἔχων ὲν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου«, »καὶ ἀπεστάλη« φησί »πρός με ἓν τῶν Σεραφίμ, καὶ ἥψατο τῶν χειλέων μου καὶ [*](17ff. Vgl. Hom. 1, 10. 14. — 22 Jerem. 1, 5. — 24 Jerem. 1, 6. — 25ff. Vgl. in Jes. Hom. 4, 3 (Lo 13, 261): Antequam videas visionem non confiteris te esse miserum, ο Isaia? — 26ff. Jes. 6, 5—7.) [*](4 οὐκ ὠφείλησεν] nullidehet officium Η | ὠφείλει S (vgl. S. 81, 1. 2. 21) | 9 αὑτοὺς] αὐτοὺς S se Η | 10 τίς] si quis Η | 10/11 ἕνα . . . . γένηται . . . . ἀπαιτηθῇ] debitor fit . . . . exvjitur Η | 13 λογικὰ ἀργύρια] disciplinae verba cum fenore Η | 14 1. ἐγκλήματι? | 15 ὠφείλησέ μοι Co debuit mihiB. ὠφέλησέ με 8 | 17 ἐν] < Η | 18 λέγειν] < Η | οἱ μὲν γὰρ πολλοὶ] multi siquidem Η | 23 σε2] + ei Η | 25/26 ὅτε — καὶ] visione sibi reveJata Η | 25 ὅρασιν τὴν] προφητείαν S (doch vgl. H) | 26 ἐγώ] + quoniam compnnctus sum (= ὅτι κατανένυγμα) Η wohl richtig | 29 φησι] ἀκούειν σκοτεινῶν Η | Σεραφίμ Co Seraphim H χερουβὶμ S.)
Τῶν πρὸ ἐμοῦ δέ τις ἐπέβαλε τῷ τόπῳ λέγων ὅτι ταῦτα ἔλεγεν οὐ πρὸς τὴν μητέρα τὴν σωματικήν, ἀλλὰ πρὸς τὴν μητέρα τὴν γεννῶσαν προφήτας. τίς δὲ γεννᾷ προφήτας ἢ ἡ σοφία τοῦ θεοῦ; ἔλεγεν οὖν τὸ »οἴμοι ἐγώ, μῆτερ«, »ὡς τίνα με ἔτεκες«, ὦ σοφία; τὰ δὲ τέκνα τῆς σοφίας καὶ ἐν τῷ εὐαγγελίῳ ἀναγέγραπται· »καὶ ἀποστέλλει ἡ σοφία τὰ τέκνα αὐτῆς«. εἴρηται οὖν· »οἴμοι ἐγώ, μῆτερ« ἐμὴ σοφία »ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον«, τίς εἰμι ἐγώ, ὅτι εἰς τοσοῦτον γεγέννημαι, ἵνα δικάζωμαι, ἵνα διακρίνωμαι διὰ τοὺς ἐλέγχους, διὰ τὰς ἐπιπλήξεις, διὰ τὴν διδασκαλίαν πρὸς πάντας τοὺς ἐπὶ τῆς γῆς; ἐὰν ὁ Ἱερεμίας ταῦτα λέγῃ· »ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῆ γῇ«, οὐκ ἔχω διηγήσασθαι τὸ »πάσῃ τῇ γῇ«· οὐ γὰρ πάσῃ τῇ γῇ διεκρίνετο Ἱερεμίας. ἢ βιασάμενοι ἐροῦμεν τὸ »πάσῃ τῇ γῇ« ἀντὶ τοῦ πάσῃ τῇ Ἰουδαίᾳ; οὐ γὰρ ἔφθανεν ἡ προφητεία αὐτοῦ προφητεύοντος τότε εἰς πᾶσαν τὴν γῆν. μήποτε δὲ ὡς ἐπὶ ἄλλων μυρίων ἐδείξαμεν τὸν Ἱερεμίνα ἀντὶ τοῦ κυρίου ἡ μῶν Ἰησοῦ Χριστοῦ εἰρῆσθαι, οὕτως καὶ ἐνταῦθα ἐροῦμεν. ἐν τῇ ἀρχῇ ἐπεσημειωσάμην τὸ »ἰδοὺ τέθεικά σε εἰς ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ οἰκοδομεῖν καὶ καταφυτεύειν«. τοῦτο οὐκ ἐποίησεν ὁ Ἱερεμίας. Ἰησοῦς δὲ Χριστὸς τὰς τῆς [γῆς] ἁμαρτίας βασιλείας ἐξερρίζωσεν καὶ τὰς οἰκοδομὰς τὴς κακίας κατέσκαψε καὶ [*](9 ff. Vgl. Philo de confus. ling. I, 412M: ἐφ᾿ οἷς εἰκότως καὶ πᾶς σοφὸς ἄχθεται, καὶ πρός γε τὴν μητέρα καὶ τιθήνην ἑαυτοῦ, σοφίαν, εἴωθε λέγειν· »ὦ μῆτερ, ἡλίκον με ἔτεκες«. Vgl. ἐξ ἀνεπιγράφου (Gh II, 346): μητέρα τινὲς τὴν σοφίαν ἐδέξαντο, τὴν γεννῶσαν προφήτας. καθὸ λέγεται· ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς; TU NF I, 3, 43. — 13 Vgl. Matth. 11, 19 Luk. 7, 35 u. Ropes TU XIV, 2, 15 f. — 19ff. Vgl. Hom. 15, 3. — 23 Vgl. Hom. 1, 6 10, 1. — 25 ff. Jerem. 1, 10 u. 5. — Vgl. Hom. 1, 6.) [*](1/2 τοῦτο καθαριεῖ] purgari H | 2 μετὰ nach H: post | 4 ἀλλ᾿ οὐχ οὕτως nach S. 130, 25 u. H: At non talis ἄλλος οὗτος S | 5 ἐκ παίδων] < H | 11 ἢ nach H: nisi | 12 ἔλεγεν οὖν τὸ] ad quam ait H | 13 ἐν—καὶ] alibi legimus Scriptura dicente H | 17 πρὸς πάντας] dum corrigere nitor H | 24 ἐν τῇ ἀρχῇ] + hujus libri H | 25 ἐπεσημειωσάμην nach H: Annotavimus ἐπεὶ ἐσημειωσάμην S | τέθεικά σε] Prophe- tam . . . . posui te H (vgl. Jerem. 1, 5) | 27 Χριστὸς] Dominus meus H | γῆς] < Η.)
Πρῶτον λεκτέον περὶ τοῦ »οἴμοι«, εἰ διὰ τὸ δυσφημοειδὲς δύναται ὁ σωτὴρ λέγειν ὁ καὶ ταλανίζων ἑτέρους τὸ »οἴμοι«. παραστήσομεν δὲ ἀπὸ ὁμολογουμένων λέξεων, αἵτινες οὐκ ἁρμόζουσιν ἄλλῳ ἢ τῷ σωτῆρι, τίνα τρόπον καὶ ἔκλαυσεν ἐπὶ τὴν Ἱερουσαλήμ· κλαίοντος δὲ φωνή ἐστι τὸ »οἴμοι«. καὶ κεῖται ἐν τῷ εὐαγγελίῳ ὅτι ἰδὼν τὴν Ἱερουσαλὴμ ἔκλαυσεν ἐπ᾿ αὐτὴν καὶ εἶπεν· »Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένου πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου« και τὰ ἑξῆς. σαφῶς δὲ καὶ ταῦτα ὑπὸ τοῦ σωτῆρος λέλεκται ἐν τῷ »οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγῆτῷ, οὐκ ὄντος στάχυος τοῦ φαγεῖν τὰ πρωτόγονα. οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. πάντες εἰς αἵματα δικάζονται«. ἦλθε γὰρ [ὡς συνάγων καλάμην] εἰς ἀμητὸν ἵνα θερίσῃ, καὶ εὑρίσκει πολλοὺς ἁμαρτωλοὺς καὶ λέγει· »οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ«. ἦλθε τρυγῆσαι καρπὸν ζωῆς ἐν τοῖς ἀνθρώποις, εὑρίσκει πολλὰ ἁμαρτήματα ἐν ἡμῖν καὶ διὰ τοῦτο λέγει· »καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐκ ὄντος στάχυος τοῦ φαγεῖν τὰ πρωτόγονα«. φησὶ καὶ ἀλλαχοῦ τὸ παραπλήσιον τούτοις πρὸς τὸν πατέρα λέγων· »τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν;« τί ὠφέλησα τηλικοῦτο τοὺς ἀνθρώπους; τί ἄξιον τοῦ αἵματος, οὗ ἐξέχεα ὑπὲρ αὐτῶν, πεποιήκασι; »τίς ὠφέλεια ἐν τῷ αἵματί μου, [*](5ff. Vgl. Hom. 15, 3 u. in Num. Hom. 23, 2 (Lo 10, 277f.). — 10ff. Matth. 23, 37. — 14ff. Micha 7, 1. 2. — 19 Micha 7, 1. — 21 Micha 7, 1. — 22ff. Vgl. Hom. 15, 4. Vgl. in Matth. Comm. 135 (Lo 5, 61): Quid autem tam bonum fecerunt . . . . Aut quid tale dignum facturi sunt homines, pro quibus patiar ista etc.? — 23 Psal. 29, 10. — 26 Psal. 29, 10.) [*](1 ἡμῶν] 〈 Co H; od. Komma nach δικαιοσύνην? | 4 ταῦτα] haec quae nunc dicuntur ad Dominum referenda. Et H, vielleicht richtig | 5 περὶ—διὰ] an H| εἰ Ru vgl. H | 6 οἴμοι] + mater H | 8/9 καὶ—ὅτι] 〈 Η | 12 αὐτήν] te H | 14. 19 ἐγενήθην Hu LXX factus sum H ἐγεννήθην S | 14. 21 ἐπιφυλλίδα] racemos H | 15. 22 οὐκ ὄντος. στάχυος] cum non supersit botrus H οὐχ ὑπάρχοντος βότρυος LXX; doch vgl. S. 127, 18. 28 128, 5. 6 | 17 — 19 ἦλθε — ἁμαρτωλοὺς] Venit enim ut meteret fructus, et quasi stipula in segete reperta propter plurimos peccatores H | 18 ὡς — καλάμην] streicht Blass (vgl. Z. 20f.); od. mit H vor καὶ Z. 19 zu setzen? | 20 καρπὸν ζωῆς] botros uvae H | 25 τοὺς Scorr. τοῖς S* | 26 μου nach 128, 16 u. H: meo.)