In Jeremiam (Homiliae 12-20)

Origen

Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

»καὶ καταδουλώσω σε ἐν πᾶσι τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ ᾗ οὐκ ᾔδεις«. καταδεδούλωται [*](8 Jes. 6, 9. 10. — 11 Jes. 3, 1—3. — 27ff. Vgl. Act. 1, 3 I Kor. 15, 4—8.) [*](1/2 εἰρῆσθαι—καὶ] jam H | 3/4 ἀλλὰ—πῶς] habent quippe Legem et Prophetas, habent volumina divinarum litterarum: sed quod non intelligant ea. Atque ita H | 3 ἀλλὰ νῦν οὐκέτι] εἰ καὶ νῦν C (vgl. H) | τῷ] τὸ C τοῦ S | 7 ἀναγινώσκοντες] + omnia H | 8 διὰ—ἐπιδημιαν] post adventum Domini H μετὰ τὴν Ἰησοῦ ἐπιδημίαν C | ἐκείνῳ] huic H | 9 ἴδητε SC scietis H | 12 ἄνθρωπον] + et H | 15|16 ταῦτα διὰ τὸ] 〈 Η | 18 ἔλεγε] + Ista omnia . . . . tibi reddita sunt H | 21 ἐπ᾿ αὐτοῖς1] 〈 H | 23|24 διὰ—θεοῦ] Unde propter crudeles contra Filium Dei acclamationes H | 25 καὶ ἀπώλεσαν] 〈 H | 26 ἐκ νεκρῶν] Christus H | 26|27 οὐ—αὐτόν] 〈 H | 27|28 πιστεύουσιν] credentibus sibi H | 29 πᾶσι] 〈 H | 29—S. 118, 1 Hierzu Fragm. 54 in C: Καταδεδούλωται—ᾔδει.)

118
ὁ λαὸς ἐκεῖνος ἐν τοῖς ἐχθροῖς, καὶ γέγονεν ἐν τῇ γῇ ᾗ οὐκ ᾔδει. »ὅτι πῦρ ἐκκέκαυτα ἐκ τοῦ θυμοῦ μου, ἐφ᾿ ὑμᾶς καυθήσεται«. Μετὰ ταῦτα καὶ τοὺς λόγους τῶν ἀπειλῶν τῶν εἰρημένων πρὸς τὸν λαὸν ὁ ἀνωτέρω εὐξάμενος συμπληροῖ τὴν εὐχὴν καὶ συνάπτει τοῖς προειρημένοις ταῦτα· »σὺ ἔγνως, κύριε, μνήσθητί μου καὶ ἐπίσκεψαί με, καὶ ἀθώωσόν με ἀπὸ τῶν καταδιωκόντων με, μὴ εἰς μακροθυμίαν«. καὶ ὁ προφήτης λεγέτω ταῦτα διωκόμενος ὑπὸ τῶν ἐλεγχομένων, μισούμενος ὑπὸ τῶν τὴν ἀλήθειαν μὴ χωρούντων· ἐχθρὸς γὰρ γέγονε τοῖς ἀκούουσιν ἀληθεύων αὐτοῖς. ταὐτὰ δὲ καὶ ὁ σωτὴρ ἡμῶν λεγέτω, ὅστις καὶ ἐδιώχθη ὑπὸ τοῦ λαοῦ καὶ φησι· »μὴ εἰς μακροθυμίαν«. τί ἐστι τὸ »μὴ εἰς μακροθυμίαν«; ἐμακροθύμησας ἀεὶ ἐπὶ τὸν λαὸν ἐπὶ τοῖς ἁμαρτήμασιν, ἐπὶ δὲ τοῖς κατ᾿ ἐμοῦ τετολμημένοις μὴ μακροθυμήσῃς. καὶ ἀληθῶς ὁ θεὸς οὐκ ἐμακροθύμησεν. ἐὰν ἐξετάσῃς τοὺς χρόνους τοῦ πάθους καὶ τῆς πτώσεως Ἱερουσαλὴμ καὶ τῆς κατασκαφῆς τῆς πόλεως, καὶ τίνα τρόπον ἐγκατέλιπεν ὁ θεὸς τὸν λαὸν ἐκεῖνον, ἐπεὶ τὸν Χριστὸν ἀπέκτειναν, ὄψει ὅτι οὐχ εἰς μακροθυμίαν ἔτι ἔχρήσατο τῷ λαῷ. εἰ δὲ θέλεις, ἄκουε· ἀπὸ πεντεκαιθεκάτου ἔτους Τιβερίου Καίσαρος ἐπὶ τὴν κατασκαφὴν τοῦ ναοῦ τεσσαράκοντα καὶ δύο πεπλήρωται ἔτη. ἔδει γὰρ ὀλίγον τινὰ χρόνον συγχωρηθῆναι εἰς μετάνοιαν, μάλιστα διὰ τοὺς πιστεύειν μέλλοντας ἀπὸ τοῦ λαοῦ ἐκ τῶν σημείων καὶ τῶν τεράτων τῶν ἐσομένων ὑπὸ τῶν ἀποστόλων.

»γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους σου«. ἔστω ὁ προφήτης, λέγων καὶ ἐξουθενημένος ἐφ᾿ οἷς ἔλεγεν, ὑπὸ τῶν ἁμαρτωλῶν ἀθετούμενος· φησὶ γὰρ αὐτός· »διετέλεσα μυκτηριζόμενος«. ὠνειδίζετο οὖν ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους τοὺς δι᾿ αὐτοῦ λαλουμένους ὑπὸ τοῦ θεοῦ, καὶ εὔχεται ἐπὶ τῷ ὠνειδίσθαι βοηθηθῆναι ὑπὸ τοῦ θεοῦ λέγων· »γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν ὑπὸ τῶν ἀθε- [*](14ff. Vgl. c. Cels. 4, 22 (Orig. I, 291, 25ff.): τεσσαράκοντα γὰρ ἔτη καὶ δύο οἶμαι ἀφ᾿ οὗ ἐσταύρωσαν τὸν Ἰησοῦν γεγονέναι ἐπὶ τὴν Ἱεροσολύμων καθαίρεσιν (vgl. Clem. Alex. Strom. I, 21, 145; anders w. e. sch. Orig. in Matth. Comm. 40 Lo 4, 275f.) — 21/22 Vgl. Act. 2, 43.— 23ff. Vgl. in Matth. Tom. 10, 18 (Lo 3, 48ff.): Ἀτιμάζονται δὲ οἱ προφῆται πρῶτον μὲν διωχθέντες κατὰ ἱστορίαν ὑπὸ τοῦ λαοῦ· δεύτερον δὲ μὴ πιστευομένης αὐτῶν τῆς προφητείας ὑπὸ τοῦ λαοῦ κτλ. — 25 Jerem. 20, 7.) [*](4 ὁ Lietzmann nach H: ille qui | 6 καὶ] 〈 Η | 7—13 Hierzu Fragm. 55 in C: Ταῦτα—μακροθυμίας | 8 μισούμενος] 〈 Η | 9 ταὐτὰ Blass ταῦτα S | 10 ὅστις καὶ ἐδιώχθη] usque ad crucem persecutionem passus H | 14 πάθους] passionis Dominicae H vielleicht richtig | τῆς übergesch. S1 | 15—16 καὶ1—ἀπέκτειναν] quando subversa est H | 17 ἔτι ἐχρήσατο] abusus sit H (=ἀπεχρήσατο) | 20 μάλιστα] 〈 Η 24 καὶ ἐξουθενημένος] 〈 Η | 25 αὐτός] et alibi H | διετέλεσα] complevi dies meos H (vgl. LXX) | 26 δι᾿ αὐτοῦ] 〈 Η | 27 ἐπὶ τῷ ὠνειδίσθαι] 〈 Η.)

119
τούντων τοὺς λόγους σου· συντέλεσον αὐτούς«. λεγέτω ὁ προφήτης, ἀλλὰ μᾶλλον ἁρμόζει τὸ »συντέλεσον αὐτοὺς« λεγόμενον ὑπὸ τοῦ σωτῆρος· συντέλεια γὰρ ἦλθε περὶ τὴν Ἱερουσαλὴμ καὶ τῷ λαῷ, ἐπὶ τοῖς συμβεβηκόσιν ἐξ ἐπιβουλῆς τοῦ λαοῦ κατὰ τοῦ σωτῆρος ἡμῶν.

Μετὰ ταῦτα ἀναγκαῖον διὰ τὸ πολλὰ πεπονθέναι τοὺς προφήτας ἐλέγχοντας καὶ τὸν λόγον πρεσβεύοντας καὶ λαβοῦντας τὰ προστασ· σόμενα ὑπὸ τοῦ θεοῦ, ὑπομνῆσαι τοὺς ἀκροατὰς περὶ τοῦ βίου αὐτῶν καὶ τῶν ἐπαγγελιῶν αὐτῶν καὶ τῆς ἡμετέρας προαιρέσεως, ἵνα κατὰ τὸ δυνατὸν ἡμῖν, εἰ θέλομεν μετὰ τῶν προφητῶν ἔχειν ἀνάπαυσιν, τὰ ἔργα τῶν προφητῶν ζηλώσωμεν. ὅ δὲ λέγω τοιοῦτόν ἐστι· πολλάκις ἐν ταῖς εὐχαῖς λέγομεν· θεὲ παντοκράτορ, τὴν μερίδα ἡμῶν μετὰ τῶν προφητῶν δός, τὴν μερίδα ἡμῶν μετὰ τῶν ἀποστόλων τοῦ Χριστοῦ σου δός, ἵνα εὑρεθῶμεν καὶ μετ᾿ αὐτοῦ τοῦ Χριστοῦ. ταῦτα δὲ λέγοντες οὐκ αἰσθανόμεθα τί εὐχόμεθα· δυνάμει γὰρ τοῦτό φαμεν· δὸς ἡμᾶς παθεῖν ἃ πεπόνθασιν οἱ προφῆται, δὸς καὶ ἡμᾶς μισηθῆναι ὡς ἐμισήθησαν οἱ προφῆται, λόγους τοιούτους δὸς ἐφ᾿ οἷς μισηθησόμεθα, δὸς τοσαύταις περιστάσεσι περιπεσεῖν ὅσαις οἱ ἀπόστολοι. τὸ γὰρ λέγειν· δός μοι μερίδα μετὰ τῶν προφητῶν, μὴ παθόντα τὰ τῶν προφητῶν μηδὲ παθεῖν θέλοντα ἄδικόν ἐστι. τὸ λέγειν· δός μοι μερίδα μετὰ τῶν ἀποστόλων, μὴ θέλοντα ἀπὸ διαθέσεως Παύλου ἀληθεύοντα εἰπεῖν· »ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς περισσοτέρως, ἐν φυλακαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις« καὶ τὰ ἑξῆς, πάντων ἐστὶν ἀδικώτατον. εἴπερ οὖν θέλομεν μετὰ τῶν προφητῶν γενέσθαι, ὅρα τοὺς βίους τῶν προφητῶν ὅτι ἐκ τοῦ ἐλέγχειν, ἐκ τοῦ ἐπιτιμᾶν, ἐκ τοῦ ἐπιπλήσσειν ἐδικάζοντο, διεκρίνοντο, κατεδικάζοντο. »ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, [*](5ff. Vgl. Hom. 15, 1. — 11ff. Vgl. Hom. 15, 1. — 21 II Kor. 11, 23. — 26ff. Hebr. 11, 37. 38.) [*](1—4 Hierzu Fragm. 56 in C: Συντέλεια—λαός | 3|4 συντέλεια—ἡμῶν] cujus post passionem venit consummatio Jerusalem et interfectio populi Judaeorum H | 4 κατὰ C Koetschau ἐπὶ S | 7 ὑπομνῆσαι] + paucis H | 8 αὐτῶν] 〈 Η | 10 τὰ ἔργα] etiam opera H | 11—13 τὴν—Χριστοῦ2] da nobis partem cum prophetis, da cum apostolis Christi tui, tribue ut inveniamur ad vestigia Unigeniti tui H; doch scheint aus Z. 18—20 und S. 120, 23 hervorzugehen, dass nur der Wunsch die Propheten und die Apostel zu erreichen vorliegt | 15 δὸς—προφῆται] 〈 Η | 16 λόγους—δὸς] et da nobis verba talia H | 17 μισηθησόμεθα] persecutionem patiamur H | ὅσαις Blass | 18|19 μὴ παθόντα] 〈Η | 19 ἄδικον] omnium injustissimum H | 24 γενέσθαι] requiescere H (vgl. Zeile 9) | ὅρα] consideremus H| 25|26 ἐκ3— ἐδικάζοντο] 〈 Η |26 ἐπρίσθησαν Hu serrati H ἐπρήσθησαν S | 27 ἐπειράσθησαν] 〈 H.)

120
ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενιο, κακουχούμενοι, ἐπ᾿ ἐρημίαις πλανώμενοι«, ὅτε συναγωγαὶ πολλαὶ Ἰουδαίων· καὶ οὖτοι ἦσαν »ἐπ᾿ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς«. τί οὖν παράδοξον, εἰ θέλων τις ξηλοῦν τὸν βίον τὸν προφητικόν, ἐλέγχων, ἐπιπλήσσων τὸν ἁμαρτάνοντα κακολογεῖται, μισεῖται, ἐπιβουλεύεται; ὥσπερ καὶ ἐπὶ τοῦ παρόντος ἔδει † γενέσθαι τοιοῦτον εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ. κατεγνώσθη ὁ καταγνωσθείς, ὁ δεῖνα † καθεζόμενος ἐποίει τὰ τοιάσε· ἔδει γενέσθαι ἐκκλη- σιατικὴν ἐκδικίαν, καὶ γέγονεν· πεποίηκεν ὁ ἐγκεχειρισμένος τὸ ἔργον ὃ ἔδει αὐτὸν πεποιηκέναι. περιέρχεται ἐκεῖνος λέγων κακῶς τὸν ἐκδικήσαντα τὴν ἀλήθειαν. ἀλλ᾿ ἡμεῖς τοῦτο μὴ ποιῶμεν, μὴ παρέχωμεν τὰς ἀκοὰς τοῖς διὰ τὸ ἐκβεβλῆσθαι λέγουσι κακῶς τὸν ἐκβαλόντα ἢ τὸν σύμψηφον γενόμενον. οἱ καὶ ἀδικίας γε ἐλεγχομένης καὶ γεγενημένης †. οἱ θαυμάσιοι ἀπόστολοι μυρία ὑβριζόμενοι διὰ τὴν ἀλήθειαν λέγουσιν· »εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσι καὶ ἀνάγκαις, ἐν διωγμοῖς καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ«. μόνον εἴη με ὑβριζόμενον εἰδέναι ὅτι οὐ δἰ ἄλλο τι ὑβρίζομαι ἢ διὰ Χριστόν, ἐν ἀνάγκαις γενόμενον εἰδέναι ὅτι ἡ ὑπόθεσις τῶν ἀναγκαίων ὁ Χριστός ἐστιν. εἴη με λοιδορούμενον εἰδέναι ὅτι ἡ πρόφασις τῆς λοιδορίας οὐκ ἔστιν ἄλλη, ἢ ὅτι ἐκδικῶ τὴν ἀλήθειαν καὶ πρεσβεύω ὑπὲρ τῶν γεγραμμένων, ἵωα κατὰ λόγον θεοῦ πάντα γίνηται, διὰ τοῦτο βλασφημοῦμαι. καὶ ἡμεῖς οὖν πάντες, ὅση δύναμις, σπεύσωμεν ἐπὶ τὸν βίον τὸν προφητικόν, ἐπὶ τὸν βίον τὸν ἀποστολικόν, τὸ ὀχληρὸν μὴ φεύγοντες· ἀθλητὴς γὰρ ἐὰν φύγῃ τὸ τῆς ἀθλήσεως ὀχληρόν, τὸ ἡδὺ τοῦ στεφάνου οὐκ ἀπολήφεται.

[*](4ff. Vgl. in Matth. Tom. 10, 18 (vgl. ob.): Ἀτιμάζεσθαι τοίνυν ἐν τῷ κ΄΄οσμῳ καὶ παρὰ τοῖς ἁμαρτάνουσι, βαρουμένοις τῷ βίῳ τοῦ δικαίου, χρὴ τὸν ζηλοῦντα βίον προφητικὸν καὶ χωρήσαντα τὸ ἐν ἐκείνοις πνεῦμα. — 15 II Kor. 12, 10. — 22ff. in Matth. Tom. 10, 18 (vgl. ob.): Διὸ μακάριοί εἰσι τὰ αὐτᾶ τοῖς προφήταις παθόντες.)[*](1 θλιβόμενιο] + et H | ἐπ᾿ Co in H ὑπ᾿ S | 4 τῆς γῆς] petrarum H | 6 ἔδει] saepe videmus H | 7 εἰς—θεοῦ] in Ecclesiis H | 7—10 κατεγνώσθη—ἐκεῖνος] Peccavit quodlibet quispiam: is qui praesidet populo, et regit Ecclesiasticam disciplinam, ejicit eumm de congregatione sanctorum: illico ille H | 8 τάδε S* τὰ τοιάδε S1 | 11 τὴν ἀλήθειαν]quantum in se fuit, Ecclesiam H | τοῦτο μὴ ποιῶμεν] 〈Η | μὴ Diels μόνον S | 13/14 τὸν1—γεγενημένης] tam praepositow, quam omnem Eccelesiae conventum H | 13 ἐκβαλόντα Blass ἐκβάλλοντα S | 15 λέγουσιν] + Propterea H (vgl. NT) | καὶ] in H | 17 με ὑβριζόμενον] vgl. Z. 18. 19; H sehr frei μοι ὑβριζομένω S | 18 1. τῶν ἀναγκῶν? |21/22 ἵνα — βλασφημοῦμαι] 〈Η | 23 τὸ ὀχληρὸν] vgl. Z. 24 molestias et pericula H τὸν ὀχληρὸν S | 24 γὰρ Co enim H | 25 τὸ — ἀπολήψεται] Cum laetitia non coronatur, et laudis gloriam non con sequitur H.)
121

»Καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην«. οὐκ ἔστι νῦν, ἀλλ᾿ »ἔσται«· ἐπεὶ γὰρ ἐπὶ τοῦ παρόντος ὁ λόγος σου ἐμοὶ εἰς φυλακάς, εἰς δίκας, εἰς πράγματα, εἰς δυσφημμίας, εἰς πόνους, ἀλλὰ τὸ τέλος τούτων εὐφροσύνη ἔσται. »καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ᾿ ἐμέ, κύριε παντοκράτορ«. κἂν Χριστὸς λέγῃ, τὸ ὄνομα τοῦ πατρὸς ἐπικέκληται ἐπ᾿ αὐτόν. »οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων«. εἴ ποτε ἑώρακε τὸ συνέδριον ὁ προφήτης οὐ σπουδαζόντων ἀλλ]απαιζόντων, ἔφευγε μᾶλλον τὸ συνάγεσθαι ἤπερ ἔσπευδεν ἐπὶ συναγωγὴν παιζόντων. νοῆσαί σε οὖν δεῖ διαφορὰν συνεδρίου παιζόντων καὶ [μὴ] σπουδαζόντων. τὸ συνέδριον τοῦτο σπουδαῖόν ἐστι καὶ πάντα ποιεῖ μετὰ σπουδῆς καὶ σπουδῆς ἄξια καὶ κατὰ τὸ λεγόμενον· σπουδὴ ὁ λόγος, σπουδὴ ὁ βίος, καὶ πάντῃ ἐστὶ τὸ συνέδριον οὐ παιζόντων, ἀλλ]ασπουδαζόντων. ὅταν δὲ τὸ συνέδριον καταλιπὸν τὴν σπουδὴν τὴν περὶ τὰ ἀναγκαῖα σχολάζῃ τοῖς παιγνίοις τοῦ αἰῶνος τούτου καὶ παιγνίοις τοῖς ἀπὸ τῆς κακίας, γίνεται συνέδριον παιζόντων. φησὶν οὖν οὗτος· »οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ᾿ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου«. δύο προκειμένων, καθέζεσθαι ἐν συνεδρίῳ παιζόντων καὶ σοὶ τῷ θεῷ προσκόπτειν καὶ σοὶ μὴ ἀρέσκειν, ἢ ἐγείρεσθαι ἀπὸ συνεδρίιου παιζόντων καὶ ποιεῖν ταῦτα ἃ σοὶ φίλον ἦν, εἱλόμην μᾶλλον ἀνίστασθαι ἀπὸ τοῦ συνεδρίου τῶν παιζόντων καὶ σοὶ φίλος εἶναι, ἤπερ τὸ ἐναντίον ποιῶν ἐχθρὸς γενέσθαι τῇ μακαριότητί σου. »οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ᾿ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου«. καὶ ὁ σωτὴρ ἡμῶν οὐκ ἐκάθισεν »ἐν συνεδρίῳ αὐτῶν παιζόντων«, ἀλλ᾿ ἀπανέστη ἀπ᾿ αὐτῶν. καὶ σημεῖόν ἐστι τοῦ ἐγηγέρθαι τὸν σωτῆρα ἀπὸ συνεδρίου παιζόντων, τὸ εἰρηκέναι αὐτόν· »ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος«. καταλέλοιπε γὰρ ὁ λόγος τοῦ [*](28 Matth. 23, 38.) [*](1—7 Hierzu Fragm. 57 in C: Εἰ—ὄνομα |2 ἐπεὶ γὰρ S siquidem H εἰ γὰρ καὶ C | 4 ἔσται C erit H ἐστί S | 6 λέγῃ] + non abhorret ab intellectu H | ὄνομα] + quippe H | 7 αὐτῶν] 〈 Η | ἤπερ] εἴπερ S vgl. Z. 22 | 11—17 Hierzu Fragm. 58 in C: Συνέδριον—τούτου | 10/11 παιζόντων—σπουδαζόντων] solliciti atque ludentis. Si H | 12 ἄξια C Ecclesiastica H ἀξίας S | κατὰ τ[ο λεγόμενον] SC 〈 H | 13 σπουδὴ 1 — βίος] σπουδὴ ὁ βίος, σπουδὴ ἡ πρᾶξις C si sermo cum disciplina, si vita sollicita est H | καὶ πάντῃ] si negotia cum cautela H | 16 τοῖς Co qui veniunt H τῆς S | 17 αὐτῶν] 〈 Η |18 χειρός Lo manus H | 19/20 καὶ — ἀρέσκειν] et offendere majestatem tuam H | 22 ἤπερ Hu quam H εἴπερ S | 23 τῇ μακαριότητί] 〈 Η | 24. 25 αὐτῶν] 〈 Η |26—27 ἀλλ᾿ — αὐτόν] εδ σθρρεχισσε σε δοψενσ αιτ Η |27 τὸ Hu τῶι S.)

122
θεοῦ τὸ Ἰουδαίων συνέδριον καὶ ἄλλο συνέδριον καὶ ἐκκλησίαν ἑαυτῷ πεποίηκε τὴν ἀπὸ τῶν ἐθνῶν.

»Κατὰ μόνας ἐκαθήμην«. καὶ τὰ ῥήματα ἐνταῦθα οἰκοκομεῖ. ὅταν πλῆθος ᾖ ἁμαρτωλῶν καὶ μὴ φέρωσι τὸν δίκαιον βιοῦντα | δικαίως, οὐδὲν ἄτοπόν ἐστι φεύγοντα τὸ συνέδριον τῆς κακίας μιμήσασθαι τὸν εἰπόντα· »κατὰ μόνας ἐκαθήμην«, μιμήσασθαι καὶ τὸν λέγοντα Ἡλίαν· »κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγῶ ὑπελείφθην μονώτατος, καὶ ζητοῦσι τὴν ψυχῆν μου λαβεῖν αὐτήν«. τάχα δὲ κἂν βαθύτερον ἐξετάσῃς τὸ »κατὰ μόνας ἐκαθήμην«, εὑρήσεις τινὰ ἄξιον νοῦν βάθους προφητικοῦ. ὅταν τὸν τῶν πολλῶν βίον μμιμώμεθα, ὥστε μὴ εἶναι ἀνακεχωρηκότα αὐτὸν καὶ κρείττονα καὶ ἐξαίρετον παρὰ τοὺς πολλούς, οὐ δύναμαι λέγειν· »κατὰ μόνας ἐκαθήμην«, ἀλλά· μετὰ πολλῶν ἐκαθήμην. ἐπὰν δὲ ὁ βίος μου γένηται δυσμίμητος, ὥστε με τηλικοῦτον γενέσθαι, ὡς μηδένα παραπλήσιον εἶναί μου τῷ ἤθει, τῷ λόγῳ, ταῖς πράξεσι, τῇ σοφίᾳ, τότε δύναμαι λέγειν παὰ τὸ μόνος εἶναι τοιόσδε καὶ μηδένα μιμήσασθαί με τὸ »κατὰ μμόνας ἐκθήμην«. ἔξεστιν οὖν καὶ μὴ ὄντα σε πρεσβύτερον καὶ μὴ ὄντα σε ἐπίσκοπον μηδέ τινι τιμῇ ἐκκλησιαστικῇ τετιμημένον εἰπεῖν τοῦτο, τὸ »κατὰ μόνας ἐκαθή΄μην« ζηλῶσαι καὶ βίον ἀναλαβεῖν ὥστε εἰπεὶν· »κατὰ μόνας ἐκαθήμην«. »Ὅτι πικρίας ἐνεπλήσθην«. εἰ »στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἑορτή σου μετὰ πικρίδων γίνεται; ὅταν γὰρ ἑορτάζῃς, »ἄζυμα« φησὶν »ἐπὶ πικρίδων φάγεσαι«. τί βούλεται ὁ λόγος λέγων ὅτι δεὶ τὸν ἑορτάζοντα τῷ θεῷ »ἄζυμα ἐπὶ πικρίδων« ἐσθίειν, κατανοητέον. τὰ μὲν ἄζυμα διηγήσατο ὁ ἀπόστολος, οὐκ ἔστιν ἐμὴ ἡ ἑρμηνεία· τὸ δὲ [*](7 I Kön. 19, 14 u. Röm. 11, 3. — 22 Matth. 7, 14. — 25 ff. Exod. 12, 8.) [*](1 καὶ ἐκκλησίαν u. 2 τὴν] 〈 Η |3—18 Hierzu Fragm. 59 in C: Μιμείσθω— αὐτῷ | 4 τὸν δίκαιον βιοῦντα δικαίως nach C: αὐτοῦδικαιοῦντος τὸν βίον n. H: secum justum pie vivere τὸν δίκαιον βιοῦντα καὶ ὡς S | 6 τὸν] + Prophetam H | 7 τὸν λέγοντα] miserabiliter conqueerentem H | 11—13 ὥστε—πολλούς] nec conversatio mostra a populo melior nec, contempto (od. contenta) judice Deo, ab hominum (od. omnibus) malitiis separatur H | 16 ἤθει] ἔθει C sensu H | λόγῳ C sermone H βίωι S | τῇ σοφίᾳ] καὶ σοφίᾳ C 〈 H | 17 παρὰ — με] 〈 Η | τοιόσδε Koetschau τοῖς ὧδε S | 19 μηδέ τινι] aut diaconus, aut alia qualibet H | 19/20 εἰπεῖν—καὶ] 〈 Η | 22—S. 124, 17 Hierzu Fragm. 60 in C: Στενὴ — ἐνεπλήσθην | 25 σου] Dei H vielleicht richtig (vgl. Z. 27) | 26 πικρίδων SC amaritudine H | φάγεσαι] + Simul autem H | 27 τῷ θεῷ] pascha Dei H | 28—S. 123, 1 τὸ δὲ ἀκόλουθον] De amaritudine vero quod sequitur H.)

123
ἀκόλουθον τῆς ἑρμηνείας ἀναγκαῖόν ἐστι παραπλήσιον εἶναι τῇ ἀποστολικῇ διηγήσει. ὁ ἀπόστολος τὰ περὶ τῶν ἀζύμων διηγήσατο λέγων· »ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ᾿ ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας«. δέον ἐστὶν ἀποδοῦναι τὸν λόγον περὶ τῶν πικρίδων ἀκολούθως τῷ τὰ ἄζυμα εῑναι εἰλικρινείας καὶ ἀληθείας. ἔχε δὲ εἰλικρίνειαν καὶ ἀλήθειαν, καὶ πικρίδες ἔσονταί σοι, καὶ ἐσθίεις μετὰ πικρίδων τὰ ἄζυμα τῆς εἰλικρινείας καὶ ἀληθείας, οἷον Παῦλος. ἐπειδήπερ ἤσθιε τὰ ἄζυμα εἰλικοινείας καὶ ἀληθείας, καὶ πικρίδας ἤσθιε. πῶς πικρίδας ἤσθιε; λέγων »ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν«. πῶς πικρίδας ἤσθιεν; «ἐν κόπῳ καὶ μόχθῳ, καὶ ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, χωρὶς τῶν παρεκτός«. ὁ μὲν οὖν νόμος εἶπεν· 〉ἄζυμα μετὰ πικρίδων ἔδεσθε ἔδεσθε〈· καὶ οὐκ εἶπεν· ἄζυμα μετὰ πικρίδων ἔδεσθε, ἕως ἐμπλησθῆτε, ὥσπερ ἐπί τινων ἄλλων λέλεκται· »φάγεσθε καὶ ἐμπλησθήσεσθε«. ὁ δὲ προφήτης προσεπιτείνει λέγων ὅτι οὐχὶ πικρίαν ἔφαγον, ἀλλὰ »πικρίας ἐνεπλήσθην«· ὅση δύναμις τῶν πικρῶν μετελάμβανον πραγμάτων, ὥστε με[τὰ] πληρεστάτων πικρίδων μεταλβεῖν.

»Ἵνα τί οἱ μισοῦντές με κατισχύουσι«; πολλὰ ἔσχε πράγματα, ἔπασχεν ἀπὸ τῶν μὴ θελόντων ἀκούειν τὸ ἀληθές, καὶ ἦσαν αὐτοῦ ἐκεῖνοι δυνατώτεροι [δὲ] ἐνταῦθα ἐν τῷ αἰῶνι τούτῳ, ἐπειδὴ οὐκ ἔστιν ἡ βασιλεία τοῦ θεοῦ ἐκ τοῦ αἰῶνος τούτου, ἀλλὰ ἀπὸ τῶν κρειττόνων χωρίών, ὥς φησιν ὁ σωτήρ· »εἰ ἦν ἐκ τοῦ κόσμου τούτου ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται οἱ ἐμοὶ ἠγωνίζοντο ἄν, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις«. οἱ λυποῦντες οὖν τὸν προφήτην κατίσχυον [*](3ff. I Kor. 5, 8. — 9 Gal. 4, 16. — 10 II Kor. 11, 27. 28. — 15 Joel 2, 26 cod. 233. — 22 Vgl. Joh. 18, 36. — 23 Joh. 18, 36.) [*](4. 6f. εἰλικρινείας usw. Blass εἰλικρινίας S | 6 ἔχε δὲ Co Habeto H (= ἔχε δὴ?) ἐχει δὲ S | 7 ἔσονταί σοι] te sequentur H | ἔσθίεις μετὰ πικρίδων] manducabis H | 9 καὶ—ἤσθιε2] sequebatur eum amaritudo H | 10 πῶς] 〈 Η | 11 καὶ1] 〈 Η | 12 ἢ—πικρίδων2] quae pro totius mundi salute pandebat, et quae eum faciebant praesidem beritatis azyma cum amaritudinibus manducare H | ἢ Blass Koetschau vgl. S. 122, 24 εἰ S | 14/15 ἐπί τινων ἄλλων Koetschau ἐπ᾿ ἄλλων C et in alio loco de quibusdam H | 15 δὲ C vero H | 16 λέγων ὅτι οὐχὶ SC non ait H | 17/18 ὅση—μεταλαβεῖν] hoc est, in me tantum saeculi persecutionum pondus incubuit, ut plenus amaritudine fierem H | 19 κατισχύουσι] + in me H (= μου? vgl. 124, 1) + με Co (vgl. 124, 6) | 19—S. 124, 15 Hierzu Fargm. 61. in C: Ἐπεβου- λεύετο—γίνεται | 19/20 ἔσχι πράγματα, ἔπασχεν] passus est Jeremias H; ἔπασχεν ist wohl Glossem | 20 μὴ θελόντων Hu qui . . . . nolebant H δυσαρεστουμένων C | τὸ ἀληθὲς] veritatem H τῇ ἀληθείᾳ C | ἦσαν C erant H ἤκουσαν S | 21 ἐκεῖνοι] 〈 CH | δὲ] 〈 CH | ἐνταῦθα] 〈 CH | 22 θεοῦ SH δικαίου C | 23 τῶν κρειττόνων χωρίων] alia quadam viventium regione H | 25 οἱ — προφήτην] 〈 H.)

124
αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ. ὅτι γὰρ ἰσχύουσι, βλέπετε τοὺς μάρτυρας. ὁ δικαστὴς καθέζεται δικάζων καὶ τρυφῶν ἐν τῷ δικαστηρίῳ· ὁ Χριστιανός, ἐν ᾧ ἐστι Χριστὸς δικαζόμενος, πικρίας ἐνεπλήσθη καὶ καταδεδυνάστευαι ὑπὸ τοῦ ἀδίκου καὶ καταδικάζεται.

»Ἡ πληγὴ μου στερεά, πόθεν ἰαθήσομαι;« οἱ κατισχύοντές με πλήσσουσί με, καὶ ἡ πληγή μου ἐστὶ στερεά. εἴτε προφητεύει τὸν σταυτόν τοῦ κυρίου (στερεὰ γὰρ πληγή ἐστιν ὁ σταυρός, ὅσον ἐπὶ τοῖς σταυροῦσιν αὐτόν), εἴτε περὶ πάντων τῶν δικαίων λέγεται ἐν οἷς πληγὴν στερεὰν λαμβάνει, εἴτε καὶ ἐπὶ τοῦ προφήτου ἀκούεις τοῦτο (καὶ γὰρ καὶ αὐτὸς πέπονθε τὰ ἀνγεγραμμένα ἐν τῇ προφητείᾳ), τὸν αὐτὸν ἐπιδέχεται [τὸν] νοῦν κατὰ τὴν λέγουσαν λέξιν· »ἡ πληγή μου στερεά«. »πόθεν ἰαθήσομαι;« κἂν ὁ σωτὴρ λέγῃ· »πόθεν ἰαθήσομαι«, τὴ ἀνάστασιν τὴν ἐκ νεκρῶν προφητεύει μετὰ τὴν στερεὰν πληγήν, κἂν ἐπὶ τοῦ δικαίου δὲ λαμβάνηται, μετὰ τὰς πληγὰς γίνεται πάλιν ἴασις. »γινομένη ἐγενήθη μοι ὡς ὕδωρ ψευδές, οὐκ ἔχον πίστιν«· οὐ γὰρ με΄νει ἠ πληγή, ἀλλὰ παρέρχεται. »Διὰ τοῦτο τάδε λέγει κύριος· ἐὰν ἐπιστρέψῃς, καὶ ἀποκαταστήσω σε«. ταῦτα πάλιν λέγεται πρὸς ἕκαστον, ὃν παρακαλέσει ὁ θεὸς ἐπιστρέψαι πρὸς αὐτόν. μυστήριον δέ μοι δοκεῖ ἐνταῦτθα κηλοῦσθαι ε'ν τῷ »ἀποκαταστήσω σε«. οὐδεὶς ἀποκαθίσταται εἴς τινα τόπον μηδαμῶς ποτε γενόμενος ἐκεῖ, ἀλλ᾿ ἡ ἀποκατάστασίς ἐστιν εἰς τὰ οἰκεῖα. οἷον ἔξαρθρόν μου ἐὰν γένηται μέλος, ὁ ἰατρὸς πειρᾶται ἀποκατάστασιν ποιῆσαι τοῦ ἐξάρθρου. ὅταν ἔξω τις γένηται τῆς πατρίδος, εἴτε δι- καίως εἴτε ἀδίκως, ἀπολαμβάνῃ δὲ τὸ δύνασθαι πάλιν ἐν τῇ πατρίδι εἶναι κατὰ τοὺς νόμους, ἀπεκατέστη ἐπὶ τὴ πατρίδα τὴ ἑαυτοῦ. τὸ αὐτ[ο νόει μοι καὶ ἐπὶ στρατιώτου ἐκβληθέντος ἀπὸ τῆς ἰδίας παρατάζεως καὶ ἀποκαθισταμένου. λέγει οὖν ἐνθάδε πρὸς ἡμᾶς τοὺς [*](1 ἰσχύουσι] justus debilior sit a persequentibus se H | 3 Χριστὸς δικαζόμενος, κτλ. SC vgl. S. 112, 24. 26; Christus habitat, judicatur etc. H | 4 καὶ1—καταδικά- ζεται] et ad mortemusque subjectus, confortatis inimicis suis adversum se H | 5 πόθεν ἱαθήσομαι] 〈 Η | 6 με1] in me H | 7 τοῦ κݲυݲ Blass Domini H ἑαυτοῦ S | 7.8 στερεὰ—αὐτόν] 〈 Η |8 εἴτε περὶ Co sive de H | 8/9 πάντων—λαμβάνει] justis | 9 ἀκούεις Koetschau volueris accipere H ἄκουσον S | 10 καὶ1—προφητείᾳ] 〈 Η | 11 τὸν—νοῦν] so Koetschau | 12 κἂν . . . . λέγῃ] vgl. Z. 14; καὶ . . . . λέγει S Et . . potest dicere H | 13 προφητεύει] annuntians H | 15 ἐγενήθη LXX facta est H ἐγεννήθη S | μοι] + (subauditur plaga) H vielleicht richtig |ὡς ὕδωρ ψευδές Hu sicut aqua mendax H | 16 πληγή] + mea H | 17 καὶ] 〈 H | 20/21 εἰς—οἰκεῖα] nisi in eum locum unde ante discesserat H | 23—25 εἴτε—ἑαυτοῦ] in exsilium mittitur, eet postea per indulgentiam eorum qui possunt exsules solvere, redditur libertati, et redit unde fuerat expulsus H | 27 καὶ Lietzmann | ἀποκαθισταμένου] + ordini, si acceperit veniam H, also wohl εἰς τὴ παράταξιν, ἐὰν συγγνώμης τύχῃ | ἡμᾶς] mortale genus, id est ad nos homines H.)

125
ἀποστρέψαντας ὅτι, ἐὰν ἐπιστρέψωμεν, ἀποκαταστήσει ἡμᾶς. καὶ γὰρ τὸ τέλος τῆς ἐπαγγελίας τοιοῦτόν ἐστιν, ὡς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων γέγραπται ἐν τῷ »ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ θεὸς διὰ στόματος τῶν ἁγίων αὐτοῦ ἀπ᾿ αἰῶνος προφητῶν« ἐν Χριστῷ Ἰησοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμή.