In Jeremiam (Homiliae 12-20)

Origen

Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Ἐπεὶ δὲ καὶ ἄλλη διήγησις ἀναγκαία διὰ τὰ ἀντίγραφα τὰ ἀκριβέστερα οὕτως ἔχοντα· »οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι οὐδείς( διηγησόμεθα καὶ οὕτως ἔχον τὸ ῥητόν. ὁ μὲν πᾶσιν ἀποδιδοὺς τὰς ὀφειλάς, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὴν τιμὴν τὴν < καὶ πᾶσι τὰ καθήκοντα ἀποδιδούς, ὡς μὴ ὀφείλειν τὰ καθήκοντα πρός τινας, τιμήσας #x003E; [*](6 Sir. 25, 9 vgl. S. 51, —8 Vgl. Rom. 1, 13? — 18 Vgl. Jes. 3, 3? — 23 Vgl. Rom. 13, 7. — 26ff. Vgl. de or. 28, 2 (Orig. II, 376, 6ff.): τὸ παραπλήσιον δὲ νοητέον έν τοῖς πρὸς τοὺς ἀδελφοὺς ὀφειλήμασι . . . . ὁ οὖν τὰ ὀφειλόμενα ἀδελφοῖς ἐπιτελεῖσθαι μὴ ποιῶν μένει ὀφειλέτης ὡν μὴ πεποίηκεν.) [*](1—3 ὠς—ἔλεγεν] ὅπερ ἂν εἴποι ἰατρὸς ἐπ᾿ ἀκολάστου νοσοῦντος, εἰκῆ προσαναλίσκων τὰ φάρμακα C | 6 ἐπεὶ] secundum illud quod alibi dicitur Η | 9 ταύτην—φησὶν nach Η: quodammodo (od. + et id) Jeremias de (od. vidcns de) Judaeis non habere sc dicit | 10 ὠφέλησεν nach H: profuit ὠφείλησεν S | μὲν δεῖ Blass δεῖ μὲν S | 11/12 καὶ—τὸ] et ego dico Η (der überhaupt hier sehr frei übersetzt) 12 οὐκ] + jjrofui, neque H | οὐδὲ εἷς] quisqiiani Η | —20 πᾶς—λεγομένων] Quicumque discipulis praedpit, si ingeniosos et ar dentis naturae liabeat auditores, quanto plus praecipit, tanto plus proficit, Ulis interrogantibus, et de eo quod dicit saepe quaerentibus, qui sit sensus in dicto, qui ordo, quac scripti voluntaw Η | 20 οὐδὲ εἷς] quisquam Η | 23 διηγησόμεθα] consideremus Η | 23/24 τὰς ὀφειλὰς omnia Η | 24/25 φόβον1—φόρον2] rectigcd vectigal, cui timorem timorem, cui tributum tributujn Η | 25 τὰ καθήκοντα] omnia Η | 26 πρός τινας] nulli Η | — S. 109, 1 τιμήσας—εἰπεῖν nach Η: rerbi gratia, honorans parentcs ut parentcs.)

109
ὡς γονεῖς, ὡς εἰπεῖν, ἀδελφοὺς ὡς ἀδελφούς, υἱοὺς ὡς υἱούς, ὡς ἐπισκόπους, πρεσβυτέρους ὡς πρεσβυτέρους, διακόνους ὡς διακόνους, πιστοὺς ὡς πιστούς, κατηχουμένους ὡς κατηχουμένους, εἰ πάντα ἀποδίδωσι τὰ καθήκοντα, οὐκ ὠφείλησεν. εἰ δὲ ὀφείλει μὲν ποιῆσαι καθῆκον, οὐ πεποίηκε δὲ οὐ δύναται λέγειν· »οὐκ ὠφείλησαν«· ὀφείλων γὰρ οὐκ ἀποδέδωκε. πῶς οὖν διηγήσομαι καὶ τὸ οὐδὲ ὠφείλησέ μοι οὐδείς«; ἐγὼ μὲν ἐδάνειζον καὶ διδόναι ἐβουλόμην τὰ πνευματικὰ χρήματα, οἱ δὲ ἀπεστρέφοντο ἀπὸ τῶν λεγόμένων καὶ οὐ παρεῖχον αὑτοὺς δεκτικοὺς ἵνα ὀφείλωσι· διὰ τοῦτο οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς. τίς γὰρ παρεδέξατο τὰ λεγόμενα, ἴνα ἐκ τοῦ παραδέχεσθαι ὀφειλέτης γένηται ὧν ἤκουσε καὶ ἀπαιτηθῇ ὡς ὀφειλέτης τῶν λεγομένων τοὺς τόκους; βέλτιον οὐν κατὰ τοῦτο λαβεῖν τὸν ἀκροατὴν ἀπὸ τοῦ λέγοντος λογικὰ ἀργύρια καὶ ὀφείλειν, ἢ μὴ παραδεχόμενον μηδὲ λαμβάνοντα μηδὲ ὀφείλειν. ὡς ἐν ἐγκλήμασι γὰρ κεῖται καὶ τὸ >οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς<.

Τὸ δὲ »οἴμοι μῆτερ, ὡς τίνα με ἐγέννησας ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ« οὐκ οἶμαι τοῖς ἄλλοις οὕτως ἁρμόζειν προφήταις λέγειν ὡς τῷ ῾Ιερεμίᾳ· οἱ μὲν γὰρ πολλοὶ τῶν προφητῶν μετά τινας χρόνους, μετὰ τὴν κακίαν, μετὰ τὰ ἀμαρτήματα μεταβαλόντες προφητεύειν ἤρξαντο, ῾Ιερεμίας δὲ ἐκ παίδων προφητεύει. καὶ ἔστι παράδειγμα διδόναι ἀπὸ τῶν γεγραμμένων. ῾Ησαΐας οὐκ ἤκουσε· πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε, καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε«· οὐδὲ εἶπεν· »οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι«, ἀλλ’ ὅτε εἶδε τὴν ὅρασιν τὴν ἀναγεγραμμένην ἐν τῇ προφητείᾳ αὐτοῦ, εἶδε] καὶ εἶπεν· »οἴμοι τάλας ἐγώ, ὅτι ἀκάθαρτα χείλη ἔχων ὲν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου«, »καὶ ἀπεστάλη« φησί »πρός με ἓν τῶν Σεραφίμ, καὶ ἥψατο τῶν χειλέων μου καὶ [*](17ff. Vgl. Hom. 1, 10. 14. — 22 Jerem. 1, 5. — 24 Jerem. 1, 6. — 25ff. Vgl. in Jes. Hom. 4, 3 (Lo 13, 261): Antequam videas visionem non confiteris te esse miserum, ο Isaia? — 26ff. Jes. 6, 5—7.) [*](4 οὐκ ὠφείλησεν] nullidehet officium Η | ὠφείλει S (vgl. S. 81, 1. 2. 21) | 9 αὑτοὺς] αὐτοὺς S se Η | 10 τίς] si quis Η | 10/11 ἕνα . . . . γένηται . . . . ἀπαιτηθῇ] debitor fit . . . . exvjitur Η | 13 λογικὰ ἀργύρια] disciplinae verba cum fenore Η | 14 1. ἐγκλήματι? | 15 ὠφείλησέ μοι Co debuit mihiB. ὠφέλησέ με 8 | 17 ἐν] < Η | 18 λέγειν] < Η | οἱ μὲν γὰρ πολλοὶ] multi siquidem Η | 23 σε2] + ei Η | 25/26 ὅτε — καὶ] visione sibi reveJata Η | 25 ὅρασιν τὴν] προφητείαν S (doch vgl. H) | 26 ἐγώ] + quoniam compnnctus sum (= ὅτι κατανένυγμα) Η wohl richtig | 29 φησι] ἀκούειν σκοτεινῶν Η | Σεραφίμ Co Seraphim H χερουβὶμ S.)

110
Εἶπεν· ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου τοῦτο καθαριεῖ«. μετὰ τὰς ἁμαρτίας οὖν, ἃς πρότερον ἐποίησεν, ὕστερον γέγονεν ἄξιος τοῦ ἁγίου πνεύματος Ἡσαΐας καὶ ἐπροφήτευσε. καὶ ἐπ᾿ ἄλλῳ τὸ παραπλήσιον εὕροις ἄν. ἄλλ᾿ οὐχ οὕτως ὁ Ἱερεμίας· ἔτι γὰρ ἐκ σπαργάνων τῷ πνεύματι τῷ προφητικῷ κοσμηθεὶς ἐκ παίδων προεφήτευσε, διὸ ἔλεγε (τὸ κοινὸν γὰρ πρῶτον διηγοῦμαι)· »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἐγέννησας ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῇ γῇ«;

Τῶν πρὸ ἐμοῦ δέ τις ἐπέβαλε τῷ τόπῳ λέγων ὅτι ταῦτα ἔλεγεν οὐ πρὸς τὴν μητέρα τὴν σωματικήν, ἀλλὰ πρὸς τὴν μητέρα τὴν γεννῶσαν προφήτας. τίς δὲ γεννᾷ προφήτας ἢ ἡ σοφία τοῦ θεοῦ; ἔλεγεν οὖν τὸ »οἴμοι ἐγώ, μῆτερ«, »ὡς τίνα με ἔτεκες«, ὦ σοφία; τὰ δὲ τέκνα τῆς σοφίας καὶ ἐν τῷ εὐαγγελίῳ ἀναγέγραπται· »καὶ ἀποστέλλει ἡ σοφία τὰ τέκνα αὐτῆς«. εἴρηται οὖν· »οἴμοι ἐγώ, μῆτερ« ἐμὴ σοφία »ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον«, τίς εἰμι ἐγώ, ὅτι εἰς τοσοῦτον γεγέννημαι, ἵνα δικάζωμαι, ἵνα διακρίνωμαι διὰ τοὺς ἐλέγχους, διὰ τὰς ἐπιπλήξεις, διὰ τὴν διδασκαλίαν πρὸς πάντας τοὺς ἐπὶ τῆς γῆς; ἐὰν ὁ Ἱερεμίας ταῦτα λέγῃ· »ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον πάσῃ τῆ γῇ«, οὐκ ἔχω διηγήσασθαι τὸ »πάσῃ τῇ γῇ«· οὐ γὰρ πάσῃ τῇ γῇ διεκρίνετο Ἱερεμίας. ἢ βιασάμενοι ἐροῦμεν τὸ »πάσῃ τῇ γῇ« ἀντὶ τοῦ πάσῃ τῇ Ἰουδαίᾳ; οὐ γὰρ ἔφθανεν ἡ προφητεία αὐτοῦ προφητεύοντος τότε εἰς πᾶσαν τὴν γῆν. μήποτε δὲ ὡς ἐπὶ ἄλλων μυρίων ἐδείξαμεν τὸν Ἱερεμίνα ἀντὶ τοῦ κυρίου ἡ μῶν Ἰησοῦ Χριστοῦ εἰρῆσθαι, οὕτως καὶ ἐνταῦθα ἐροῦμεν. ἐν τῇ ἀρχῇ ἐπεσημειωσάμην τὸ »ἰδοὺ τέθεικά σε εἰς ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ οἰκοδομεῖν καὶ καταφυτεύειν«. τοῦτο οὐκ ἐποίησεν ὁ Ἱερεμίας. Ἰησοῦς δὲ Χριστὸς τὰς τῆς [γῆς] ἁμαρτίας βασιλείας ἐξερρίζωσεν καὶ τὰς οἰκοδομὰς τὴς κακίας κατέσκαψε καὶ [*](9 ff. Vgl. Philo de confus. ling. I, 412M: ἐφ᾿ οἷς εἰκότως καὶ πᾶς σοφὸς ἄχθεται, καὶ πρός γε τὴν μητέρα καὶ τιθήνην ἑαυτοῦ, σοφίαν, εἴωθε λέγειν· »ὦ μῆτερ, ἡλίκον με ἔτεκες«. Vgl. ἐξ ἀνεπιγράφου (Gh II, 346): μητέρα τινὲς τὴν σοφίαν ἐδέξαντο, τὴν γεννῶσαν προφήτας. καθὸ λέγεται· ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς; TU NF I, 3, 43. — 13 Vgl. Matth. 11, 19 Luk. 7, 35 u. Ropes TU XIV, 2, 15 f. — 19ff. Vgl. Hom. 15, 3. — 23 Vgl. Hom. 1, 6 10, 1. — 25 ff. Jerem. 1, 10 u. 5. — Vgl. Hom. 1, 6.) [*](1/2 τοῦτο καθαριεῖ] purgari H | 2 μετὰ nach H: post | 4 ἀλλ᾿ οὐχ οὕτως nach S. 130, 25 u. H: At non talis ἄλλος οὗτος S | 5 ἐκ παίδων] < H | 11 ἢ nach H: nisi | 12 ἔλεγεν οὖν τὸ] ad quam ait H | 13 ἐν—καὶ] alibi legimus Scriptura dicente H | 17 πρὸς πάντας] dum corrigere nitor H | 24 ἐν τῇ ἀρχῇ] + hujus libri H | 25 ἐπεσημειωσάμην nach H: Annotavimus ἐπεὶ ἐσημειωσάμην S | τέθεικά σε] Prophe- tam . . . . posui te H (vgl. Jerem. 1, 5) | 27 Χριστὸς] Dominus meus H | γῆς] < Η.)

111
ἐποίησεν ἀντὶ ἐκείνων τῶν βασιλειῶν βασιλεῦσαι [ἡμῶν] τὴν δικαιοσύνην καὶ τὴν ἀλήθειαν ἐν ταῖς ψυχαῖς ἡμῶν. ὥσπερ οὖν ἐκεῖνα ἐπὶ τὸν Χριστὸν μᾶλλον ἥρμοζεν ἀναφέρεσθαι ἢ ἐπὶ τὸν Ἱερεμίαν, οὕτως ἡγοῦμαι καὶ ἄλλα πολλὰ καὶ ταῦτα.

Πρῶτον λεκτέον περὶ τοῦ »οἴμοι«, εἰ διὰ τὸ δυσφημοειδὲς δύναται ὁ σωτὴρ λέγειν ὁ καὶ ταλανίζων ἑτέρους τὸ »οἴμοι«. παραστήσομεν δὲ ἀπὸ ὁμολογουμένων λέξεων, αἵτινες οὐκ ἁρμόζουσιν ἄλλῳ ἢ τῷ σωτῆρι, τίνα τρόπον καὶ ἔκλαυσεν ἐπὶ τὴν Ἱερουσαλήμ· κλαίοντος δὲ φωνή ἐστι τὸ »οἴμοι«. καὶ κεῖται ἐν τῷ εὐαγγελίῳ ὅτι ἰδὼν τὴν Ἱερουσαλὴμ ἔκλαυσεν ἐπ᾿ αὐτὴν καὶ εἶπεν· »Ἱερουσαλὴμ Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένου πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου« και τὰ ἑξῆς. σαφῶς δὲ καὶ ταῦτα ὑπὸ τοῦ σωτῆρος λέλεκται ἐν τῷ »οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγῆτῷ, οὐκ ὄντος στάχυος τοῦ φαγεῖν τὰ πρωτόγονα. οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. πάντες εἰς αἵματα δικάζονται«. ἦλθε γὰρ [ὡς συνάγων καλάμην] εἰς ἀμητὸν ἵνα θερίσῃ, καὶ εὑρίσκει πολλοὺς ἁμαρτωλοὺς καὶ λέγει· »οἴμοι ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ«. ἦλθε τρυγῆσαι καρπὸν ζωῆς ἐν τοῖς ἀνθρώποις, εὑρίσκει πολλὰ ἁμαρτήματα ἐν ἡμῖν καὶ διὰ τοῦτο λέγει· »καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ, οὐκ ὄντος στάχυος τοῦ φαγεῖν τὰ πρωτόγονα«. φησὶ καὶ ἀλλαχοῦ τὸ παραπλήσιον τούτοις πρὸς τὸν πατέρα λέγων· »τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν;« τί ὠφέλησα τηλικοῦτο τοὺς ἀνθρώπους; τί ἄξιον τοῦ αἵματος, οὗ ἐξέχεα ὑπὲρ αὐτῶν, πεποιήκασι; »τίς ὠφέλεια ἐν τῷ αἵματί μου, [*](5ff. Vgl. Hom. 15, 3 u. in Num. Hom. 23, 2 (Lo 10, 277f.). — 10ff. Matth. 23, 37. — 14ff. Micha 7, 1. 2. — 19 Micha 7, 1. — 21 Micha 7, 1. — 22ff. Vgl. Hom. 15, 4. Vgl. in Matth. Comm. 135 (Lo 5, 61): Quid autem tam bonum fecerunt . . . . Aut quid tale dignum facturi sunt homines, pro quibus patiar ista etc.? — 23 Psal. 29, 10. — 26 Psal. 29, 10.) [*](1 ἡμῶν] 〈 Co H; od. Komma nach δικαιοσύνην? | 4 ταῦτα] haec quae nunc dicuntur ad Dominum referenda. Et H, vielleicht richtig | 5 περὶ—διὰ] an H| εἰ Ru vgl. H | 6 οἴμοι] + mater H | 8/9 καὶ—ὅτι] 〈 Η | 12 αὐτήν] te H | 14. 19 ἐγενήθην Hu LXX factus sum H ἐγεννήθην S | 14. 21 ἐπιφυλλίδα] racemos H | 15. 22​​​ οὐκ ὄντος. στάχυος] cum non supersit botrus H οὐχ ὑπάρχοντος βότρυος LXX; doch vgl. S. 127, 18. 28 128, 5. 6 | 17 — 19 ἦλθε — ἁμαρτωλοὺς] Venit enim ut meteret fructus, et quasi stipula in segete reperta propter plurimos peccatores H | 18 ὡς — καλάμην] streicht Blass (vgl. Z. 20f.); od. mit H vor καὶ Z. 19 zu setzen? | 20 καρπὸν ζωῆς] botros uvae H | 25 τοὺς Scorr. τοῖς S* | 26 μου nach 128, 16 u. H: meo.)

112
ἐν τῷ καταβῆναί με« ἐξ οὐρανῶν; καταβέβηκα, ἦλθον ἐπὶ τὴν γῆν, ἐπέδωκα ἐμαυτὸν διαφθορᾷ, ἐφόρεσα σῶμα ἀνθρώπινον· τί αὐτῶν ἄξιον κατώρθωται τοῖς ἀνθρώποις; »τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; μὴ ἐξομολογήσεταί σοι χοῦς, ἢ ἀναγγελεῖ τὴν ἀλήθειάν σου«; τοιοῦτο οὖν ἐστι καὶ τὸ ἐνθάδε πρῶτον ὑπὸ τοῦ σωτῆρος λεγόμενον τὸ »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα«; οὐχὶ ᾗ θεὸς ὁ σωτὴρ λέγει τὸ »οἴμοι ἐγώ, μῆτερ« ἀλλ᾿ ᾗ ἄνθρωπος, ὡς ἐν τῷ προφήτῃ· »οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς«. ἡ δὲ ψυχὴ ἀνθρωπίνη ἦν, διὰ τοῦτο καὶ τετάρακται, διὰ τοῦτο καὶ περίλυπος ἦν. ὁ δὲ λόγος ὁ ἐν ἀρχῇ πρὸςτὸν θεὸν οὐ τετάρακται, ἐκεῖνος οὐκ ἂν λέγοι τὸ »οἴμοι«. οὐδὲ γὰρ ὁ λόγος ἐπιδέχεται θάνατον, ἀλλὰ τὸ ἀνθρώπινόν ἐστι τὸ τοῦτο ἐπιδεξάμενον, ὡς πολλάκις παρεστήσαμεν.