In Jeremiam (Homiliae 12-20)

Origen

Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

»Ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ«; ἐὰν ἴδῃς μοι τοὺς πανταχοῦ μάρτυρας δικαζομένους καὶ καθ᾿ ἑκάστην ἐκκλησίαν παρισταμένους τοῖς δικασταῖς, ὄψει τίνα τρόπον Ἰησοῦς Χριστὸς ἐν ἑκάστῳ τῶν μαρτύρων δικάζεται· αὐτὸς γάρ ἐστιν ὁ ἐν τοῖς μαρτυροῦσι τῇ ἀληθείᾳ δικαζόμενος. καὶ τοῦτο πεισθήσῃ παραδέξασθαι βλέπων ὅτι οὐ σέ φησιν εἶναι ἐν φυλακῇ ὅταν σὺ ᾖς ἐν φυλακῇ, ἀλλ᾿ ἑαυτόν, οὐ σὲ πεινῶντα ὅταν σὺ πεινᾷς, ἀλλ᾿ ἑαυτόν, οὐ σὲ διψῶντα, ἀλλ᾿ ἑαυτόν. »ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. ἐπείνων καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψων καὶ ἐπο- τίσατέ με«. οὐκοῦν κἂν δικάζηται Χριστιανὸς οὐ δι᾿ ἄλλο τι, οὐ διὰ τὰς ἰδίας ἁμαρτίας, ἀλλ᾿ ὅτι Χριστιανός ἐστι, Χριστός ἐστιν ὁ δικαζόμενος. ἐν πάσῃ οὖν τῇ γῇ δικάζεται Χριστὸς Ἰησοῦς· καὶ ὁσάκις οὖν Χριστιανὸς δικάζεται, Χριστός ἐστιν ὁ δικαζόμενος· οὐ [*](3ff. Psal. 29, 10. — 8 Micha 7, 1. 2. — 9 Vgl. Joh. 12, 27. — 10 Vgl. Matth. 26, 38 Mark. 14, 34. — 10/11 Vgl. Joh. 1, 1—3. — 13 Vgl. z. B. de princ. II, 2 (Lo 21, 187f.), in Matth. 25, 14 (Lo 4, 360) u. ö. — 20ff. Vgl. de or. 11, 2 (Orig. II, 322, 22ff.). — 21ff. Matth. 25, 36. 35.) [*](1 καταβέβηκα] 〈 Η | 2 αὐτῶν] his omnibus H | 5/6 τὸ—σωτῆρος] hoc quod in Jeremia H | 7 ᾗ nach S. 128, 11 u. H: juxta id quod H ὁ S | 8 ᾗ (auch Lo) nach H: juxta id quod ἢ S | τῷ] alio H | οἴμοι] + inquit H | 10 περίλυπος] Co περίλοιπος S + usque ad mortem H | ὁ δὲ] non H | 11 οὐ] numquam moeret, numquam H | οὐκ ἂν λέγοι] numquam dixit H | 14 ἐν] 〈 Η | 15 μοι] 〈 Η | 16 καὶ Blass nach H: et | 18 μαρτυροῦσι Blass Koetschau nach H: perhibentibus veritati testimo- nium | 19 πεισθήσῃ παραδέξασαι] fideliter suscipies H | 20/21 ἀλλ᾿ ἑαυτόν1 u. 2] 〈 H | 21 φυλακῇ] + inquit H | 23 με Lo me H | 25 Χριστός] 〈 H | 25/26 καὶ — δικάζεται] quotiescumque is addicitur qui pro eo condemnatur H.)

113
μόνον ἐπὶ τούτων τῶν δικαστηρίων, ἀλλὰ φέρε συκοφαντεῖσθαι Χριστιανὸν [ἃ δεῖ] περί τινος ἐγκαλούμενον, καὶ τότε Χριστὸς ἀδίκως δικάζεται.

»Ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;«

καὶ ἔτι δὲ οὕτως νοήσεις, πῶς »δικάζεται καὶ διακρίνεται ἐν πάσῃ τῇ γῇ«. τίς οὖν οὐ δικάζει τὸν Χριστιανὸν λόγον; τίς τῶν ἐθνῶν κἂν ἁπλῶς οὐκ ἐξετάζει αὐτόν; τίς οὐ λέγει τῶν Ἰουδαίων τὰ περὶ Χριστιανῶν; τίς τῶν Ἑλλήνων; τίς τῶν φιλοσόφων; τίς τῶν ἰδιωτῶν; [καὶ ἔτι δὲ οὕτως νοήσεις, πῶς »δικάζεται καὶ διακρίνετει ἐν πάσῃ τῇ γῇ«.] πανταχοῦ Ἰησοῦς δικάζεται καὶ κρίνεται· καὶ ὑφ᾿ ὧν μὲν καταδικάζεται, ὑφ᾿ ὧν δὲ οὐ καταδικάζεται. ἐὰν μὴ καταδικάζηται, παράδεκτος γίνεται· ἀνοίγεις αὐτῷ τὰς θυρίδας, εἰσέρχεται πρός σε· πιστεύεις εἰς αὐτόν, δειπνεῖ μετὰ σοῦ. ἐὰν δὲ μὴ παραδέξῃ περὶ Χριστιανισμοῦ ἀκούων, οὐδὲν ἄλλο πεποίηκας ἢ κατεδίκασας τὸν Ἰησοῦν ὡς ψευδόμενον, ὡς πλανήσαντα τοὺς ἀνθρώπους, ὡς οὐκ ἀληθεύοντα, διὰ τοῦ μὴ πεπιστευκέναι τῷ λόγῳ ᾧ διδάσκει. »ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ;« ὅσοι μὲν τέλεον ἀπιστοῦσι, καταδικάζουσιν αὐτόν· ὅσοι δὲ οὐκ ἀπιστοῦσιν ἀλλὰ ἀμφιβάλλουσι περὶ αὐτοῦ, διακρίνονται περὶ αὐτοῦ. δύο πάσχει ὁ Ἰησοῦς ἐν ἀνθρώποις· ὑπὸ μὲν τῶν ἀπίστων καταδικάζεται, ὑπὸ δὲ τῶν διψύχων διακρίνεται. ἐὰν φορέσῃς »τὴν εἰκόνα τοῦ ἐπουρανίου« ἀποθέμενος »τὴν εἰκόνα τοῦ χοϊκοῦ«, οὐκ εἶ γῆ καταδικάζουσα αὐτόν, οὐδὲ εἶ γῆ ἐν ᾗ καταδικάζεται, οὐκέτι γῆ εἶ διακρίνουσα αὐτόν.

»Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με«. ὁ ἀπόστολος λέγει περὶ τοῦ σωτῆρος ὅτι »ἐσταυρώθη ἐξ ἀσθενείας«. καὶ ὁ προφήτης δὲ παραπλήσια τούτοις λέγει ἐν τῷ »κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; ἀνηγγείλαμεν [*](6ff. Vgl. Hier. Comm. 946: Quis enim philosophorum, quis gentilium, quis haereticorum non judicat Christum . . . ? — 12f. Vgl. Apok. 3, 20. — 21 Vgl. Jak. 1, 6. 8. — 22 Vgl. I Kor. 15, 49. — 26 II Kor. 13, 4. — 27 Jes. 53, 1—5.) [*](2 ἃ—ἐγκαλούμενον] ab aliquo et provocatur ad litem H | 4 ἐν] 〈 Η | 5/6 καὶ—γῇ] an dieser Stelle Hu nach H | 5 δικάζεται] + Jesus Christus H | 6 οὖν] improborum H, besser | 8 τίς τῶν Ἑλλήνων] 〈 H | 9/10 καὶ—γῇ] streicht Hu nach H (vgl. zu Z. 5/6) | 10 Ἰησοῦς] Christus H | 11 ἐὰν] + autem H | 13 δειπνεῖ μετὰ σοῦ nach H: vescitur tecum | 15 ὡς nach H: ut | 16/17 οὐκ—διδάσκει] in errorem mundum detrahentem H | 18 ἐν] 〈 Η | ἀπιστοῦσι] ei non credunt H | 19 ἀλλὰ] et (l. sed) adhuc H | περὶ αὐτοῦ] 〈 Η | 20 δύο] + igitur H | 23 εἶ Co εἰ S | 23/24 οὐδὲ—αὐτόν] neque terra in qua judicatur atque discernitur H | 24 εἶ] εἴη S | 28 κυρίου] tuum H.)

114
ἐναντίον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ· εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. ἄνθρωπος ἐν πληγῇ ὢν καὶ ἐν πόνῳ καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ ἀπὸ ἀτιμίας, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. οὗτος τὰς ἀνομίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμενθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ καὶ ἐν κακώσει. αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας Ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ᾿ αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν«. οὐκοῦν ἀνέλαβε τὴν ἀσθένειαν τῶν ἁμαρτημάτων ἡμῶν καὶ ἐφόρεσεν ἡμᾶς καὶ ἦλθε πρὸς τοὺς καταρωμένους αὐτόν, καὶ ἡ ἰσχὺς αὐτοῦ ἐξέλιπεν ἀπὸ τῶν καταρωμένων ἀπ᾿ οὐρανῶν καταβαίνοντος. ἅμα γὰρ ἀνέλαβε τὴν τοῦ δούλου μορφὴν καὶ ἑαυτὸν ἐκένωσεν, ὡς ὁ ἀπόστολος εἶπεν ὅτι »ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών«. »ἐξέλιπεν« οὖν φησιν »ἡ ἰσχύς μου ἐν τοῖς καταρωένοις με«.