In Jeremiam (Homiliae 12-20)

Origen

Origenes. Origenes Werke, Volume 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.

Οἱ ἰατροὶ τῶν σωμάτων παρὰ τοὺς κάμνοντας γινόμενοι καὶ ἀεὶ τῇ θεραπείᾳ τῶν καμνόντων ἑαυτοὺς ἐπιδιδόντες κατὰ τὸ βούλημα τῆς τέχνης τῆς ἰατρικῆς ὁρῶσι δεινὰ καὶ θιγγάνουσιν ἀηδῶν , Ε; ἐπ ἀλλοτρίαις συμφοραῖς καρποῦνται ἰδίας λύπας, καὶ ἔστιν ἀεὶ ὁ βίος αὐτῶν ἐν περιστάσει. οὐδέποτε γάρ εἰσι μετὰ ὑγιαινόντων , ἀλλ’ ἀεὶ μετὰ τῶν τραυματιῶν, μετὰ τῶν νομὰς ἐχόντων, μετὰ τῶν πεπληρωμένων πύων, πυρετῶν, νόσων ποικίλων. καὶ εἰ βούλεταί τις στείλασθαι τὴν ἰατρικήν, οὐκ ἀγανακτήσει οὐδ’ ἀμελήσει τοῦ βουλήματος τῆς τέχνης ἧς ἀνείληφεν, ἐπὰν ᾖ μετὰ τῶν τοιούτων ὡς προειρήκαμεν.

Τοῦτο δέ μοι τὸ προοίμιον λέλεκται διὰ τὸ καὶ τοὺς προφήτας οἷον εἶναι ἰατροὺς ψυχῶν καὶ ἀεὶ προσδιατρίβειν ὅπου οἱ δεόμενοι θεραπείας· »οὐ« γὰρ »χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλ’ οἰ κακῶς ἔχοντες«. ὅπερ δὲ πάσχουσιν ὑπὸ τῶν ἀκολάστων καμνόντων ἰατροί, τοῦτο πάσχουσι καὶ οἱ προφῆται καὶ οἱ διδάσκαλοι ὑπὸ τῶν οὐ βουλομένων θεραπεύεσθαι. ἐκεῖθεν γὰρ μισοῦνται, ὡς διατασσόμενοι παρὰ τὴν προαίρεσιν τῆς ἐπιθυμίας τῶν καμνόντων , ὡς κωλύοντες τρυφᾶν καὶ ἥδεσθαι τοὺς καὶ έν νόσοις βουλομένους μὴ τά ἄξια τῶν νόσων λαμβάνειν. φεύγουσιν οὖν οἱ ἀκόλαστοι τῶν καμνόντων ἰατρούς, πολλάκις αὐτοῖς καὶ λοιδορούμενοι καὶ κακολογοῦντες αὐτοὺς καὶ πᾶν ὁτιποτοῦν ποιοῦντες ὃ ποιήσειεν ἂν ἐχθρὸς ἐχθρῷ. ἐπιλανθάνονται γὰρ οὑτοι ὅτι ὡς φίλοι προσέρχονται, ἀφορῶντες εἰς τὸ [*](4 ff. Vgl. ’ περὶ φυσῶν Ι, 569 Κ = ὁ . . ἰητρὸς ὁρέει τά δεινὰ θιγγάνει τε ἀηδέων καὶ ἐπ’ ἀλλοτρίῃσιν ξυμφορῇσιν ἰδίας καρποῦται λύπας; u. c Cels. 4, 15 (Orig. Ι, 285, 8 ff.): τὸν ἰατρὸς ὁρῶντα δεινὰ καὶ θιγγάνοντα ἀηδῶν, ἵνα τοὺς κάμνοντας ἐάσηται . . . . . καίτοι γε ὁ ἰατρὸς δρῶν τὰ δεινὰ καὶ θιγγάνων τῶν ἀηδῶν οὐ πάντως ἐκφεύγει τὸ τοῖς αὐτοῖς δύνασθαι περιπεσεῖν. — 15 Luk. 5, 31.) [*](1/2 διὰ — κύριος] < Η | μῆτερ] μήτηρ S, so meist in Hom. 14 | 3 ΧΙ Η | 4 — S. 109, 15 Hierzu Fragm. 50 in C: Ἐοίκασιν — τόκῳ | 6 δεινὰ C Hippokr., c. Cels. tristia Η τινὰ S | καὶ Blass Koetschau nach Hippokr. u. H: et | 7 καὶ ἔστιν ἀεὶ] semper enim . . . est Η | 8 περιστάσει] + semper in curis Η | 9 τραυματιῶν Ru nach H: vulneratis τραυμάτων S | 12 ὡς] quos (= ὧν) Η wohl besser | 14 ἀεὶ προσδιατρίβειν] illuc semper ire jubentur H | 16 ὑπὸ Blass α Η ὑπὲρ S | ἀκολάστων nach Η: litxuriosis, Ζ. 21 und S. 108, 2 ἀκολάστως S | 19 τὴν προαίρεσιν τῆς ἐπιθυμίας] desideria Η | 23 ποιήσειεν Hu ποιήσαιεν S | 24 φίλοι] inimici Η [sic].)

107
ἐπίπονον τῆς διαίτης, εἰς τὸ ἐπίπονον τῆς ἀπὸ σιδήρου ἰατρῶν πληγπῆς, οὐκ εἰς τὸ τέλος τὸ μετὰ τὸν πόνον, καὶ μισοῦσιν ὡς πατέρας πόνων μόνον, οὐχὶ δὲ πόνων φερόντων ἐπὶ ὑγίειαν τοὺς ἰατρεουμένους.

Ὁ λαὸς τοίνυν ἐκεῖνος ἔκαμνε, ποικίλαι νόσοι ἡσαν ἐν τῷ λαῷ τῷ χρηματίσαντι τοῦ θεοῦ. ἔπεμπεν αὐτοῖς ἰατροὺς ὁ θεὸς τοὺς προφήτας. εἷς τῶν ἰατρῶν καὶ Ἱερεμίας ἠν· ἤλεγχε τοὺς ἁμαροτάνοντας, ἐπιστρέφειν βουλόμενος τοὺς κακῶς πράττοντας. οἱ δὲ δέον ἀΚούειν τῶν λεγομένων, κατηγόρουν τοῦ προφήτου καὶ κατηγόρουν ἐπὶ δικαστῶν παραπλησίων ἑαυτοῖς. καὶ ἀεὶ ἐν δίκαις ἠν ὁ προφήτης ὑπὸ τῶν ὅσον ἐπὶ τῇ προφητείᾳ αὐτοῦ θεραπευθέντων, διὰ δὲ τὴν ἰδίαν ἀπείθειαν μὴ θεραπευομένων. ἐπὶ τούτοις ὁτὲ μὲν λέγει· »καὶ εἶπα· οὐ μὴ λαλήσω οὐδὲ μὴ ὀνομάσω τὸ ὄνομα κυρίου. καὶ ἐγένετο ὡς πῦρ καιόμενον φλέγον ἐν τοῖς ὁστέοις μου, καὶ παρεῖμαι πάντοθεν καὶ οὐ δύναμαι φέρειν«. ὁτὲ δέ φησιν, ὁρῶν ἑαυτὸν ἀεὶ δικαζόμενον, λοιδορούμενον, ἐγκαλούμενον, ψευδομαρτυρούμενον· »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες;« ἔλεγεν »ἄνδρα« οὐ δικάζοντα ἀλλὰ »δικαζόμενον«, καὶ οὐ διακρίνοντα ἀλλὰ »διακρινόμενον πάσῃ τῇ γῇ«. καὶ ἐπεὶ οἱ κάμνοντες οὐκ ἤκουον αὐτοῦ καλῶς συμβουλεύοντος καὶ ἰατρικῶς, φησίν· »οὐκ ὡφέλησα«. καὶ ἐπεὶ δανείζοντος αὐτοῦ τὰ πνευματικὰ ἀργύρια οὐκ ἐβούλοντο ἀκούειν ἐκεῖνοι οἷς ἔλεγεν, ἕνα ὠφεληθῶσιν ἐξ ὧν ἤκουσαν, φησίν· Ε;οὐδὲ ὠφείλησέ μοι οὐδείς, οὐδὲ ὡφείλησα<.

Ἀλλὰ προλαβὼν ταῦτα εἶπον, πρὶν διηγήσωμαι τὸ »οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι οὐδείς«. δισσὴ γάρ ἐστιν ἡ γραφή· ἐν μὲν γὰρ τοῖς πλείστοις ἀντιγράφοις »οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείς«, ἐν δὲ τοῖς ἀκριβεστάτοις καὶ συμφωνοῦσι τοῖς Ἑβραἱκοῖς »οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι οὐδείς«. δεῖ οὖν καὶ τὸ καθημαξευμένον καὶ φερόμενον έν ταῖς ἐκκλησίαις διηγήσασθαι καὶ τὸ ἀπὸ τῶν Ἑβραϊκῶν γραφῶν ἀδιήγητον μὴ καταλιπεῖν. ἐκήρυσσε τοίνυν [*](12 ff. Jerem. 20, 9. — ff. Vgl. S. 109, 7 ff. — 12 ff. Vgl. Hom. 15, 5.) [*](2 οὐκ — πόνον] < Η | 4 ἔκαμνε nach Η εἰ καὶ S | 4/5 ὁ — θεοῦ] igitur aegrotabat variis languoribus Η | 6 ἤλεγχε] corripiens Η | 8 καὶ κατηγόρουν] < Η | 9 δικαστῶν C judices Η δικαστοῦ S | 10 ὑπὸ τῶν C eorum perversitate ἐπὶ τῶν S | 13 καιόμενον φλέγον] ardens Η | 16 ἔλεγεν] < Η | 16/17 οὐ ἀλλὰ U. οὐ διακρίνοντα ἀλλὰ] < Η | 18 καλῶς C bene H καλὰ S | 19 φησιν Hu juxta midicinae disciplinam . . . . inquit Η ἰατρικῶι σφῆσιν S | 21 ὠφεληθῶσιν] + et fructum . . . . redderent (= καὶ ὠφελήσωσιν? Η vielleicht lichtig | ὠφείλησέ] profuit Η | 22 οὐδὲ ὠφείλησα] < Η | 23 διηγήσωμαι Ru S | τὸ] übergesch. S 1 | 24 ὠφείλησα οὐδὲ ὠφείλησέ] profui, neque profuit Η | 25 ὠφείλησα S* ὠφέλησα Scorr. | 27 κατημαξευμένον S | 28 φερόμενον] legitur | 29 ἐκήρυσσε τοίνυν] praedicavit Jeremias Η.)

108
τὸν λόγον οὐδεὶς προσίετο τὰ λεγόμενα. ὡς καὶ ἰατρὸς προσανήλισκε τὰ φάρμακα, ἀκολάστων ὄντων καὶ τὰς ἰδίας ἐπιθυμίας πληρούντων τῶν καμνόντων. ὡσεὶ καὶ ἐκεῖνος ἔλεγεν· »οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείς«. τάχα ἀντιπάθειά ἐστι διὰ τὴν φιλανθρωπίαν τοῦ ὠφεληθέντος πρὸς τὸν ὠφελήσαντα. ὥστε γενέσθαι εἰς τὸ ὠφεληθῆναι καὶ τὸν λέγοντα, ἐπεὶ μακάριος ὁ λέγων εἰς ὠτα ἀκουόντων«. ταύτην οὖν τὴν ὠφέλειαν ὠφεληθείη ἂν διδάσκαλος ἀπὸ ἀκροατῶν προκοπτόντων καὶ βελτιουμένων, ὠφεληθείη ἂν τῷ ἔχειν καρποὺς έν αὐτοῖς. 〈ταύτην οὐκ ἔχων ἀπὸ τῶν ᾿Ιουδαίων ῾Ιερεμίας φησίν·> >οὐδείς με ὠφέλησεν<. εἰ Τὰρ καρπὸν μὲν δεῖ ἔχειν ἐν τὸν λέγοντα, ὁ δὲ ἀκροώμενος παρεκδέχοιτο καὶ ἔξω γίνοιτο τῶν λεγομένων, λέγεται τὸ >οὐκ ὠφέλησέ με οὐδὲ εἷς<· ἐπεὶ μὴ ταύτην τὴν ὠφέλειαν, ἣν ὠφελήθη ἂν ἐκ τοῦ τὸν ἀκροατὴν ὠφεληθέντα αἴτιον προκοπῆς καὶ μακαριότητος γενέσθαι τῷ ὠφελήσαντι. καὶ ἄλλως δὲ πᾶς ὁ διδάσκων κατ᾿ αὐτὸ τὸ διδάσκειν, ὅσῳ συνετώτερός έστιν ὀ μανθάνων, ὠφελεῖται εἰς ἃ διδάσκει, εἰς ἃ μανθάνει. καὶ κρείττους γίνονται περὶ ἃ παραδιδόασι μαθήματα οἱ λέγοντες, ὅτε συνετοὶ ὄντες οἱ ἀκροαταὶ καὶ οὐχ ἁπαξαπλῶς παραδέχονται, ἀλλὰ ἀντιβασανίζουσι καὶ ἐρωτῶσι καὶ ἐξετάζουσι τὸ βούλημα τῶν λεγομένων. < οὖν ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδὲ .